TLG 7051 001 :: DOCTRINA PATRUM :: Doctrina patrum (fort. auctore Anastasio Sinaïta vel Anastasio Apocrisiario)

DOCTRINA PATRUM Anthol. Eccl.
(A.D. 7–8)

Doctrina patrum (fort. auctore Anastasio Sinaïta vel Anastasio Apocrisiario)

Source: Diekamp, F. (ed.), Doctrina patrum de incarnatione verbi. Münster: Aschendorff, 1907: 1–337.

Citation: Page — (line)

1

(1t)

Λόγοι ἁγίων πατέρων ἤγουν ἐκλογὴ χρήσεων, δι’ ὧν τὴν
2ὅλην τῆς ἀποστολικῆς ἐκκλησίας δόξαν σαφῶς διδασκόμεθα, τό τε τῆς θεολογίας φημὶ κήρυγμα καὶ τῆς θείας οἰκονομίας τὸν λόγον καὶ τῶν ἄλλων ὀρθῶν τῆς ἐκκλησίας
5tδογμάτων τὴν ἀκρίβειαν.
6Κεφάλαιον Αʹ. Περὶ τῆς ἐν τριάδι καὶ ἐν μονάδι θεολογίας. Τοῦ ἁγίου Πέτρου τοῦ κορυφαίου τῶν ἀποστόλων ἐκ τῶν Κλημεντίων.
10 Ἐπειδὴ δὲ φθάσας εἶπον χειραγωγίαν εἶναι τῶν νοητῶν τὰ αἰσθητὰ πρὸς τὸ οἷον ὁδῷ χρησαμένους ἀσφαλῆ καὶ βεβαίαν τὴν τῆς θεολογίας ἔκθεσιν ποιήσασθαι, φέρε διαβάθρᾳ χρησώμεθα τῇ εἰκόνι πρὸς εὕρεσιν τοῦ ἀρχετύπου. ὁ λογικὸς ἄνθρωπος „κατ’ εἰκόνα“ γεγονὼς θεοῦ „καὶ καθ’ ὁμοίωσιν“ φέρει ἐν ἑαυτῷ συμβολικῶς τοῦ
15ποιήσαντος τὴν μίμησιν. ἔχει γὰρ ἐν ἑαυτῷ πατέρα καὶ υἱὸν καὶ πνεῦμα. καὶ λέγω πῶς. ὁ μὲν νοῦς πατρὸς λόγον ἐπέχει, υἱοῦ δὲ ὁ ἐξ αὐτοῦ τικτόμενος λόγος, καὶ ἡ ἔνηχος φωνὴ τῆς προφορᾶς πνεῦμα παρίστησι. καὶ ὥσπερ οὐ προϋπάρχει ποτὲ τοῦ ἐνδιαθέτου ἡμῶν λόγου ὁ γεννήσας αὐτὸν νοῦς, οὕτως οὐδὲ τοῦ θεοῦ λόγου ὁ γεννήσας
20αὐτὸν πατήρ. καὶ πάλιν ὥσπερ οὐ προϋπάρχει τοῦ αἰσθητοῦ ἡμῶν πνεύματος ὁ αἰσθητὸς λόγος, οὕτως οὐδὲ τοῦ θείου καὶ ζωοποιοῦ
πνεύματος ὁ θεὸς λόγος, καθὼς καὶ τὸ πρότερον ἀπέδειξε παράδειγμα.1

2

Καὶ μετ’ ὀλίγα· Εἰ γὰρ φῶς μὲν ἡλίου γέννημα, ὁμοίως καὶ ὀφθαλμοῦ αὐγὴ ἢ πηγῆς ποταμὸς πρόβλημα, οὐ προϋπῆρχε δέ ποτε οὔτε τοῦ φωτὸς ἥλιος οὔτε τῆς αὐγῆς ὀφθαλμὸς οὔτε τοῦ ποταμοῦ ἡ πηγή (ἅμα γὰρ ἐπινοήσεις ἥλιον, ἅμα συνεπινοήσεις αὐτῷ καὶ τὸ
5ἐξ αὐτοῦ τικτόμενον φῶς, καὶ ἅμα ἐπινοήσεις ὀφθαλμόν, ἅμα συνεπι‐ νοήσεις αὐτῷ καὶ τὴν ἐξ αὐτοῦ προϊοῦσαν αὐγήν, ὡς καὶ τῇ πηγῇ τὸν ποταμὸν συνεπινοοῦμεν), οὕτως νοητέον καὶ ἐπὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Γρηγορίου τοῦ θεολόγου ἐκ τῶν ἐπῶν.
10 Εἷς θεός ἐστιν ἄναρχος—ἐξ ἀγαθοῖο θεοῦ θεός. Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὰ γενέθλια λόγου. Θεὸς ἦν μὲν ἀεὶ καὶ ἔστιν—τάχος οὐχ ἱσταμένης. Καὶ μετ’ ὀλίγα· Θεοῦ δὲ ὅταν εἴπω, λέγω πατρὸς— κάλλιστά τε καὶ ὑψηλότατα.
15Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὰ φῶτα λόγου. Θεοῦ δὲ ὅταν εἴπω, ἑνὶ φωτὶ—καὶ τὰ τρία ἕν,
ὥσπερ ἔφαμεν.2

3

Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ ἁγίου πνεύματος λόγου. Ἡμῖν δὲ εἷς θεός, ὅτι—τρία τὰ προσκυνούμενα. Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ βαπτίσματος λόγου. Θέλω τὸν πατέρα—ἐμοὶ τὴν μάχην παράπεμψον.
5 Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ θεολογίας σχεδιασθέντος αʹ λόγου. Προσκυνοῦμεν οὖν πατέρα—ὃ τῶν προειρημένων ἀτοπώτερον. Καὶ μετ’ ὀλίγα· Ἐπειδὴ χρὴ καὶ τὸν ἕνα θεὸν τηρεῖν
10καὶ τὰς τρεῖς ὑποστάσεις ὁμολογεῖν εἴτουν τρία πρόσωπα καὶ ἑκάστην μετὰ τῆς ἰδιότητος. τηροῖτο δ’ ἂν, ὡς ὁ ἐμὸς λόγος, εἷς μὲν θεὸς εἰς ἓν αἴτιον υἱοῦ καὶ πνεύματος ἀναφερομένων, οὐ συντιθεμένων οὐδὲ συναλειφομένων, αἱ δὲ τρεῖς ὑποστάσεις μηδεμιᾶς ἐπινοουμένης συναλοιφῆς ἢ ἀναλύσεως ἢ συγχύσεως,
15ἵνα μὴ τὸ πᾶν καταλυθῇ, δι’ ὧν τὸ ἓν σεμνύνεται πλέον ἢ καλῶς ἔχει, καὶ κατὰ τὸ ἓν καὶ ταυτὸν τῆς θεότητος, ἵνα οὕτως εἴπω, κίνημά τε καὶ βούλημα καὶ τὴν τῆς οὐσίας
ταυτότητα.3

4

Βασιλείου ἐπισκόπου Καισαρείας Καππαδοκίας ἐκ τῶν πρὸς Ἀμφιλόχιον λʹ κεφαλαίων ἀπὸ κεφαλαίου ιζʹ. Εἷς θεὸς καὶ πατὴρ—ὑπάρξεως ἀρρήτου φυλασ‐ σομένου.
5 Γρηγορίου Νύσσης ἐκ τοῦ εἰς τὸ „πάτερ ἡμῶν“ λόγου εἰς τὸ „ἐλθέτω ἡ βασιλεία σου“. Μία κατὰ τὸ ἀκόλουθον ἀποδέδεικται τῆς ἁγίας τριάδος ἡ φύσις, οὐ συγχεομένης ἐφ’ ἑκάστης τῶν ὑποστάσεων τῆς κατὰ τὸ ἀκόλουθον ἐπιθεωρουμένης αὐταῖς ἰδιότητος οὐδὲ τῶν
10γνωρισμάτων ἐν ἀλλήλοις ἀλλασσομένων, ὥστε τὸ σημεῖον τῆς πατρικῆς ὑποστάσεως ἐπὶ τὸν υἱὸν ἢ τὸ πνεῦμα μετενεχθῆναι ἢ τοῦ υἱοῦ πάλιν ἑνὶ τῶν παρακειμένων ἐφαρμοσθῆναι ἢ τὴν τοῦ πνεύματος ἰδιότητα τῷ πατρί τε καὶ τῷ υἱῷ ἐπιφαίνεσθαι, ἀλλ’ ἐν τῇ κοινότητι τῆς φύσεως ἀκοινώνητος ἡ τῶν ἰδιαζόντων
15θεωρεῖται διάκρισις. ἴδιον τοῦ πατρὸς τὸ μὴ ἐξ αἰτίου εἶναι. τοῦτο οὐκ ἔστιν ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος. ὅ τε γὰρ
υἱὸς „ἐκ τοῦ πατρὸς ἐξῆλθε“, καθώς φησιν ἡ γραφή, καὶ τὸ4

5

πνεῦμα „ἐκ τοῦ θεοῦ“ καὶ „παρὰ τοῦ πατρὸς ἐκπορεύεται“. ἀλλ’ ὥσπερ τὸ ἄνευ αἰτίας εἶναι μόνου τοῦ πατρὸς ὂν τῷ υἱῷ καὶ τῷ πνεύματι ἐφαρμοσθῆναι οὐ δύναται, οὕτως ἔμπαλιν τὸ ἐξ αἰτίας εἶναι, ὅπερ ἴδιόν ἐστι τοῦ υἱοῦ καὶ τοῦ πνεύματος, τῷ
5πατρὶ ἐπιθεωρηθῆναι φύσιν οὐκ ἔχει. κοινοῦ δὲ ὄντος τῷ υἱῷ καὶ τῷ πνεύματι τοῦ μὴ ἀναιτίως εἶναι, ὡς ἂν μή τις σύγχυσις περὶ τὸ ὑποκείμενον θεωρηθείη, πάλιν ἔστιν ἄμικ‐ τον τὴν ἐν τοῖς ἰδιώμασιν αὐτῶν διαφορὰν ἐξευρεῖν, ὡς ἂν καὶ τὸ κοινὸν φυλαχθείη καὶ τὸ ἴδιον μὴ συγχυθείη.
10ὁ γὰρ μονογενὴς υἱὸς ἐκ τοῦ πατρὸς παρὰ τῆς ἁγίας γραφῆς ὀνομάζεται, καὶ μέχρι τούτου ὁ λόγος ἵστησιν αὐτοῦ τὸ ἰδίωμα. τὸ δὲ ἅγιον πνεῦμα καὶ ἐκ τοῦ πατρὸς λέγεται καὶ τοῦ υἱοῦ εἶναι προσμαρτυρεῖται. „εἰ“ γάρ „τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ“, φησὶν ἡ γραφή.
15οὐκοῦν τὸ μὲν πνεῦμα „τὸ ἐκ τοῦ θεοῦ“ ὂν καὶ „Χριστοῦ πνεῦμά“ ἐστιν, ὁ δὲ υἱὸς „ἐκ τοῦ θεοῦ“ ὢν οὐκέτι καὶ τοῦ πνεύματος οὔτε ἔστιν οὔτε λέγεται. οὐδὲ ἀντιστρέφει ἡ σχετικὴ αὕτη ἀκολουθία, ὡς δύνασθαι κατὰ τὸ ἴσον δι’ ἀναλύσεως ἀντιστραφῆναι τὸν λόγον καὶ ὥσπερ Χριστοῦ τὸ
20πνεῦμα λέγομεν, οὕτω καὶ πνεύματος Χριστὸν ὀνομάσαι. ταύτης τοίνυν τῆς ἰδιότητος τρανῶς καὶ ἀσυγχύτως τὸ ἕτερον τοῦ ἑτέρου διακρινούσης, τῆς δὲ κατὰ τὴν ἐνέργειαν ταυτότητος τὸ κοινὸν μαρτυρούσης τῆς φύσεως, ἔρρωται δι’ ἑκατέρων ἡ εὐσεβὴς περὶ τὸ θεῖον ὑπόληψις, ὡς καὶ ἀριθμεῖσθαι τὴν
25τριάδα τῶν ὑποστάσεων καὶ εἰς ἑτεροφυῆ τμήματα μὴ δια‐
κόπτεσθαι.5

6

Βασιλείου ἐκ τῶν κατ’ Εὐνομίου. Τὸ μεῖζον ἢ κατὰ τὸν τῆς αἰτίας λόγον—τὸ ὑπερ‐ βάλλον ἐπιγνωσθείη; Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς Ἀμφιλόχιον κεφαλαίου δʹ·
5 ὅτι ἀπαρατήρητος τῇ γραφῇ τῶν συλλαβῶν τούτων ἡ χρῆσις. Ἡμεῖς δὲ κεχρῆσθαι—τῶν μεταχειριζόντων αὐτά. Σχόλιον Ἰωάννου. Ἐν τῷ πέμπτῳ κεφαλαίῳ ἀπέ‐ δειξεν ὁ αὐτός, ὅτι καὶ ἐπὶ πατρὸς λέγεται τὸ δι’ οὗ
10καὶ ἐπὶ υἱοῦ τὸ ἐξ οὗ καὶ ἐπὶ πνεύματος. καί φησιν, ὅτι συνήγαγε πάλιν ἀμφοτέρας ἐπὶ ἑνὸς καὶ τοῦ αὐτοῦ ὑποκειμένου ὁ μακάριος Παῦλος εἰπών, „ὅτι ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα“, καὶ ὅτι εἰς τὸν κύριον εἴρηται.
15Κυρίλλου ἐκ τοῦ λαʹ κεφαλαίου τοῦ βʹ βιβλίου τοῦ θησαυροῦ.
Πολλὰ τῶν ὀνομάτων—εἰσιν αὗται καθ’ ἑαυτάς.6

7

Τοῦ αὐτοῦ ἐκ τοῦ αʹ βιβλίου τοῦ θησαυροῦ κεφαλαίου γʹ. Εἰ τὸ κυριώτατον—ἐπὶ θεοῦ ἔστι γὰρ ὑπερούσιος. Ἐκ τοῦ αὐτοῦ βιβλίου κεφαλαίου εʹ.
5 Ἐν χρόνῳ μὲν οὐ τίκτει—ἦν ἐν αὐτῷ τὰ αὐτοῦ. Ἐκ τοῦ αὐτοῦ βιβλίου κεφαλαίου ϛʹ. Ὁ πατὴρ ἐξέλαμψεν—νοουμένην τε καὶ ὑπάρχουσαν. Ἀλλαχοῦ δὲ πάλιν λέγει ὁ αὐτός, ὅτι γεννητῶς καὶ κατὰ φύσιν ἐκ τοῦ πατρός ἐστιν ὁ υἱός, ἅμα καὶ συναΐδιος,
10ὡς ἐκ πυρὸς θερμότης καὶ ὡς ἐκ φωτὸς ἀπαύγασμα ἢ καὶ ἐξ ἄνθους εὐωδία καὶ ἐκ μέλιτος γλυκασμός· ἅτινα οὐ μεθεκτῶς πρόσεστι τούτοις ἀλλ’ οὐσιωδῶς. Ἐκ τοῦ αὐτοῦ βιβλίου κεφαλαίου εʹ. Τοῖς διερωτῶσι φιλονεικότερον, πότε—τὸν υἱὸν
15ἔχοντα γεννητῶς ἐξ ἑαυτοῦ; Ἰστέον ὡς οὐδὲ πάντα ἄρρητα οὐδὲ πάντα ῥητά, οὔτε τὰ τῆς θεολογίας οὔτε τὰ τῆς οἰκονομίας, οὐδὲ πάλιν πάντα
ἄγνωστα ἢ γνωστὰ πάντα, ὥσπερ ἕτερον τὸ λαλεῖν καὶ7

8

ἕτερον τὸ γινώσκειν. ὅτι μὲν γάρ ἐστι θεὸς παντοκράτωρ, παντοδύναμος, ἀγαθός, παντεπόπτης, δημιουργός, προνοητής, κριτής, ἐξουσιαστής, ἀόρατος, ἀναφής, ἄκτιστος, ἄτρεπτος, ἀπερίγραπτος, ἄναρχος, ἀπερινόητος, ἄπειρος, ἀθάνατος,
5ἀΐδιος, καὶ γινώσκομεν καὶ ὁμολογοῦμεν. καὶ ὅτι ὁ μονο‐ γενὴς υἱὸς καὶ θεὸς ἀσπόρως συλληφθεὶς ἀφθόρως ἐκ τῆς παρθένου καὶ θεοτόκου γεγέννηται διὰ πνεύματος ἁγίου, ὅτι τε ἐπείνησε καὶ ἐδίψησε καὶ ἐκοπίασε καὶ θανάτου καὶ ταφῆς πεῖραν ἐδέξατο καὶ ἀνέστη τριήμερος καὶ εἰς οὐρανοὺς
10ἀνελήφθη, ὅθεν πρὸς ἡμᾶς παραγέγονε καὶ παραγενήσεται πάλιν εἰς ὕστερον, καὶ ἡ θεία γραφὴ μάρτυς καὶ πᾶς ὁ τῶν ἁγίων χορός. τί δέ ἐστι θεοῦ οὐσία, ἢ πῶς ἐστιν ἐν πᾶσιν, ἢ πῶς ἐκ θεοῦ θεὸς γεγέννηται ἢ ἐκπεπόρευται, ἢ πῶς κενωθεὶς ὁ μονογενὴς θεὸς ἄνθρωπος γέγονεν ἐκ
15παρθενικῶν αἱμάτων ἑτέρῳ παρὰ τὴν φύσιν θεσμῷ πλα‐ στουργηθείς, ἢ πῶς ἀβρόχοις ποσὶν ἐν τοῖς ὕδασιν ἐπεπό‐ ρευτο, καὶ ἀγνοοῦμεν καὶ οὔτε λέγειν δυνάμεθα. Τοῦ αὐτοῦ ἐκ τοῦ λαʹ κεφαλαίου τοῦ βʹ βιβλίου τοῦ θησαυροῦ.
20 Σοφὸν μὲν τὸ λέγειν—ἐστι κατ’ οὐσίαν αὐτῷ. Πάλιν ἐν τῷ αὐτῷ κεφαλαίῳ φησίν, ὅτι ἔστι κατε‐ πινοεῖν συμβεβηκὸς ἐπὶ θεοῦ. οὐ γὰρ οὐσία τὸ ἀγέννητον ἢ τὸ ἄφθαρτον ἢ τὸ ἀθάνατον ἢ τὸ ἀόρατον. εἰ γὰρ ἕκαστον τούτων οὐσίαν σημαίνει, ἐκ τοσούτων ἡμῖν οὐσιῶν
25συγκείσεται, φησίν, ὁ θεός, ὅσαπερ ἂν αὐτῷ φυσικῶς προσ‐
όντα φαίνηται.8

9

Ἔχει δὲ μετά τινα οὕτως· Εἰ τοίνυν οὐχ ὅσα προσεῖναι λέγεται—οὐράνιον καταγράφοντες κύκλον. Ἐκ τοῦ λδʹ κεφαλαίου. Οὐκοῦν ἐκ τῆς οὐσίας—τοῖς ἑτεροδόξοις δοκεῖ.
5 Καὶ μετ’ ὀλίγα· Οὐκ ἄρα ἐκ μετοχῆς—καὶ ἐξ ἄνθους εὐωδία. Ἐκ τοῦ λβʹ κεφαλαίου. „Τίς ἔγνω νοῦν κυρίου“; οὐκ ἄρα παραπλησίως— τὸν ἀκατάληπτον ὁρῶμεν θεόν.
10 Καὶ ἐν τῷ λδʹ κεφαλαίῳ ἐν τῷ, ὅτι τέλειον τὸ πνεῦμα τὸ ἅγιον, λέγει οὕτως· Νοῦς γὰρ ὑπάρχων—αὐτός, οὗ καὶ ἔστι νοῦς. Καὶ πάλιν· „Τίς γὰρ ἔγνω νοῦν κυρίου“; —οὐσιω‐ δῶς ἐν αὐτῇ.
15Γρηγορίου τοῦ θεολόγου ἐκ τῶν ἐπῶν. Θεὸς νοεῖται μέν τισιν—ὡς ἂν τύχοιο πλείονος
παρρησίας.9

10

Ὅτι τὸ τρισάγιον ἐπὶ τῶν τριῶν ὑποστάσεων εἴρηται. Τοῦ ἁγίου Βασιλείου ἐκ τοῦ περὶ πίστεως λόγου. Διὰ τοῦτο γάρ, οἶμαι—κατὰ φύσιν ἁγιασμὸς θεωρεῖται.
5 Τοῦ ἁγίου Κυρίλλου ἐκ τοῦ δʹ λόγου τοῦ αʹ βιβλίου τῶν εἰς τὸν Ἡσαΐαν. „Ἅγιος, ἅγιος, ἅγιος κύριος σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ.“ τρὶς—τῶν ἁγίων σεραφείμ. Τοῦ ἁγίου Ἀθανασίου κατὰ τῶν συμμεταβαλλομένων
10 τοῖς καιροῖς ἐν τοῖς δόγμασι. Τίς οὖν ἔτι τούτους χριστιανοὺς ἡγήσεται, παρ’ οἷς οὐ λόγος οὐ γράμμα βέβαιον, ἀλλὰ πάντα κατὰ καιροὺς ἀλλάσσεται καὶ μεταβάλλεται; Τοῦ ἁγίου Βασιλείου ἀπὸ 〈τῆς πρὸς τοὺς ὑφ’ ἑαυτὸν ἀσκητὰσ〉 ἐπιστολῆς.
15 Ἀλλ’ ἔχουσι τὸ σοφὸν δόγμα—πάθη μεθαρμοζόμενοι. Καὶ μετ’ ὀλίγα· Εἰ γὰρ ἄλλοτε ἄλλας—„μία πίστις, ἓν βάπτισμα“. Τοῦ ἁγίου Κυρίλλου, ὅτι ἀσύνετον τὸ περιεργάζεσθαι.
Ἢ οὐκ οἶσθα—πνεύματος χρησμῳδούμενα.10

11

Κεφάλαιον Βʹ. Ὅτι ἐκ δύο φύσεων τὸν Χριστὸν καὶ ἐν δύο φύσεσιν ὀρθοδόξως οἱ θεόπνευστοι πατέρες ἐκήρυξαν, καὶ ὅτι τὸ μίαν λέγειν τοῦ λόγου φύσιν σεσαρκωμένην
5εὐσεβῶς ταυτόν ἐστι τῷ εἰπεῖν δύο φύσεις. Γρηγορίου τοῦ θεολόγου ἐκ τῆς πρὸς Κληδόνιον ἐπιστολῆς. Φύσεις μὲν γὰρ δύο—καὶ τὸ ἐκτὸς προσηγόρευσεν. Τοῦ αὐτοῦ ἐκ τοῦ ἀπολογητικοῦ. Τοῦτο ἡμῖν ὁ παιδαγωγὸς—καὶ δι’ ἑνὸς ἀμφότερα.
10Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ υἱοῦ βʹ λόγου. Σημεῖον δέ, ἡνίκα αἱ φύσεις—τῇ δὲ συνόδῳ. Τοῦ ἁγίου Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας ἐκ τοῦ περὶ πίστεως λόγου. Θεὸς ὢν ὁ πατὴρ καὶ γεννήτωρ γεννᾷ υἱὸν ἑαυτῷ ὁμοούσιον·
15ἄπαγε γὰρ τὸ ἑτεροούσιον τὸν υἱὸν φάναι. τῶν γὰρ οὐσιῶν αὐτοῦ ἡ μέν ἐστιν ἄναρχος καὶ ἀΐδιος καὶ ἀπερίδρακτος τῷ νῷ, ἡ δὲ ἐν χρόνῳ γέγονε καὶ εἰς γένεσιν ἦλθε, ποιηθεῖσα ὑπὸ τοῦ δημιουργοῦ δι’ ἀγαθότητα. Ἰουστίνου φιλοσόφου καὶ μάρτυρος ἐκ τοῦ περὶ πίστεως λόγου.
20Εἴπατε ἡμῖν οἱ τὸν χριστιανισμὸν σχηματιζόμενοι, οἱ ἐπ’ ἀναιρέσει
τῶν δύο φύσεων τοῦ Χριστοῦ τὰ τοιαῦτα καὶ ζητοῦντες καὶ προϊσχό‐11

12

μενοι, τὰ τῆς κράσεως καὶ συγχύσεως καὶ τῆς ἀπὸ σώματος ἕως εἰς θεότητα μεταβολῆς, ἵνα κρατῆτε τὰς τοιαύτας ἐπαπορήσεις πραγ‐ ματευόμενοι, οἱ ποτὲ τὴν σάρκα εἰς λόγον οὐσιωθῆναι λέγοντες, ποτὲ δὲ τὸν λόγον εἰς σάρκα γεγενῆσθαι.
5 Τοῦ ἁγίου Βασιλείου ἐκ τῆς πρὸς Σωζοπολίτας ἐπιστολῆς. Εἰ μὲν οὖν καὶ τολμᾷς λέγειν, ὅτι συνεκράθησαν αἱ Χριστοῦ φύσεις, καὶ παρελύθη πάντως τὸ σῶμα σὺν τοῖς ὀστέοις τραπὲν εἰς θεοῦ φύσεως ἀξίωμα, καὶ πείθῃ εἰπεῖν, ὅτι πνεῦμα γέγονεν ἡ σὰρξ
10ἐκείνη καὶ τὰ ὀστᾶ. Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου ἐκ τῆς πρὸς Σέλευκον ἐπιστολῆς. Οὕτω θεὸν καὶ ἄνθρωπον τὸν Χριστὸν ὁμολογῶ υἱὸν τοῦ θεοῦ, ἕνα υἱὸν δύο φύσεων, παθητῆς τε καὶ ἀπαθοῦς,
15θνητῆς καὶ ἀθανάτου. Καὶ μετ’ ὀλίγα· Ἕνα οὖν υἱὸν δύο φύσεών φημι ἀσυγ‐ χύτως, ἀτρέπτως, ἀδιαιρέτως. πάσχει τοίνυν ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ οὐ θεότητι, ἀλλ’ ἀνθρωπότητι. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς.
20 Ἡ ληφθεῖσα πάσχει φύσις, ἡ δὲ λαβοῦσα ἀπαθὴς μένει. οἰκειοῦται δὲ ὁ θεὸς λόγος ἀπαθῶς τὰ τοῦ ἰδίου ναοῦ ἀν‐ θρώπινα πάθη, σταυρόν φημι καὶ θάνατον καὶ τὰ ἄλλα ὅσα περὶ αὐτὸν οἰκονομικῶς θεωρεῖται οἰκειοῦται, αὐτὸς
πάσχων οὐδέν.12

13

Ἀμβροσίου ἐπισκόπου Μεδιολάνου ἐκ τοῦ κατὰ Ἀπολιναρίου λόγου. ἀλλαχοῦ δὲ ἐκ τοῦ περὶ ἐνανθρωπήσεώς ἐστιν ἐπιγεγραμμένον. Ἀλλ’ ἐν ὅσῳ τούτους ἐλέγχομεν, ἀνεφάνησαν ἕτεροι τὴν
5σάρκα τοῦ κυρίου καὶ τὴν θεότητα μιᾶς εἶναι φύσεως λέγοντες. ποῖος ᾅδης τὴν τοσαύτην βλασφημίαν ἐξήμεσεν; Ἀρειανοὶ γὰρ ἤδη τυγχάνουσι φορητότεροι, οἷς ἐκ τούτων αὔξεται τῆς ἀπιστίας τὸ στέλεχος, ὡς φιλονεικότερον διαβεβαιουμένους λέ‐ γειν αὐτοὺς τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον
10μιᾶς οὐσίας μὴ εἶναι, ἐπειδὴ οὗτοι τὴν θεότητα τοῦ κυρίου καὶ τὴν σάρκα μιᾶς ὑπάρχειν οὐσίας ἐπειράθησαν. Ἀθανασίου ἐκ τῆς πρὸς Ἐπίκτητον ἐπιστολῆς. Εἰ δὲ ὁμοούσιος ὁ λόγος τῷ σώματι—ὁμοούσιον τοῖς κτίσμασιν;
15 Καὶ μετὰ βραχέα· Ποῖος ᾅδης ἠρεύξατο—σῶμα τῇ τοῦ λόγου θεότητι. Ἐκ τῆς κατὰ μέρος πίστεως Γρηγορίου τοῦ μεγάλου καὶ θαυματουργοῦ. Καὶ ἔστι θεὸς ἀληθινὸς ὁ ἄσαρκος ἐν σαρκὶ φανερωθείς, τέλειος
20τῇ ἀληθινῇ καὶ θείᾳ τελειότητι, οὐ δύο πρόσωπα ἀλλὰ δύο φύσεις. οὐδὲ τέσσαρας προσκυνεῖν λέγομεν, θεὸν καὶ υἱὸν θεοῦ καὶ ἄνθρωπον
καὶ πνεῦμα ἅγιον. διὸ καὶ ἀναθεματίζομεν τοὺς οὕτως ἀσεβοῦντας,13

14

τοὺς ἄνθρωπον ἐν τῇ θείᾳ δοξολογίᾳ τιθέντας. ἡμεῖς γάρ φαμεν ἄνθρωπον ἀναλαμβανόμενον ὑπὸ τοῦ θεοῦ εἰς σωτηρίαν ἡμῶν, ἵνα τε ὁμοίωσιν τοῦ ἐπουρανίου λάβωμεν καὶ θεοποιηθῶμεν πρὸς ὁμοιό‐ τητα τοῦ φύσει ἀληθινοῦ υἱοῦ τοῦ θεοῦ, κατὰ σάρκα δὲ ἀνθρώπου
5κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἔκθεσις τῶν τιηʹ ἁγίων πατέρων τῶν ἐν Νικαίᾳ κατὰ Παύλου τοῦ Σαμοσατέως. Ὁμολογοῦμεν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἐκ τοῦ πατρὸς πρὸ αἰώνων κατὰ πνεῦμα γεννηθέντα, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν
10ἐκ παρθένου κατὰ σάρκα τεχθέντα, ἓν πρόσωπον σύνθετον ἐκ θεότητος οὐρανίου καὶ ἀνθρωπείας σαρκός, καὶ καθὸ ἄνθρωπος ἦν, καὶ ὅλον θεὸν καὶ ὅλον ἄνθρωπον, ὅλον θεὸν καὶ μετὰ τοῦ σώματος, ἀλλ’ οὐχὶ καθὸ σῶμα θεόν, καὶ ὅλον ἄνθρωπον καὶ μετὰ τῆς θεότητος, ἀλλ’ οὐχὶ κατὰ τὴν θεότητα ἄνθρωπον· οὕτως ὅλον προσκυνητὸν καὶ μετὰ
15τοῦ σώματος, ἀλλ’ οὐχὶ κατὰ τὸ σῶμα προσκυνητόν, ὅλον προσκυ‐ νοῦντα καὶ μετὰ τῆς θεότητος, ἀλλ’ οὐχὶ κατὰ τὴν θεότητα προσ‐ κυνοῦντα· ὅλον ἄκτιστον καὶ μετὰ τοῦ σώματος, ἀλλ’ οὐχὶ κατὰ τὸ σῶμα ἄκτιστον, ὅλον πλαστὸν καὶ μετὰ τῆς θεότητος, ἀλλ’ οὐχὶ κατὰ τὴν θεότητα πλαστόν· ὅλον ὁμοούσιον τῷ θεῷ καὶ πατρὶ καὶ μετὰ τοῦ
20σώματος, ἀλλ’ οὐχὶ καθὸ σῶμα ὁμοούσιον τῷ θεῷ, ὥσπερ οὐδὲ κατὰ τὴν θεότητά ἐστιν ἀνθρώποις ὁμοούσιος, καίτοιγε μετὰ τῆς θεότητος ὢν κατὰ σάρκα ἡμῖν ὁμοούσιος. καὶ γὰρ ὅταν λέγωμεν αὐτὸν κατὰ πνεῦμα θεῷ ὁμοούσιον, οὐ λέγομεν καὶ κατὰ πνεῦμα ἀνθρώποις ὁμοούσιον. καὶ πάλιν ὅταν κηρύττωμεν αὐτὸν κατὰ σάρκα ἀνθρώποις ὁμοούσιον, οὐ
25κηρύττομεν αὐτὸν κατὰ σάρκα θεῷ ὁμοούσιον. ὥσπερ γὰρ κατὰ πνεῦμα ἡμῖν οὐκ ἔστιν ὁμοούσιος, ἐπειδὴ θεῷ ἐστι κατὰ τοῦτο ὁμοούσιος, οὕτως οὐδὲ κατὰ σάρκα ἐστὶ θεῷ ὁμοούσιος. ὥσπερ δὲ ταῦτα διήρθρωται καὶ σεσαφήνισται οὐκ εἰς διαίρεσιν τοῦ ἑνὸς προσώπου τοῦ ἀδιαιρέτου, ἀλλ’ εἰς δήλωσιν τοῦ ἀσυγχύτου τῶν διορισθεισῶν φύσεων τῆς σαρκὸς
30καὶ τοῦ λόγου, οὕτως καὶ τὰ τῆς ἀδιαιρέτου συνθέσεως πρεσβεύομεν. Γρηγορίου Νύσσης ἐκ τοῦ κατὰ Ἀπολιναρίου.
Εἰ οὖν φυσικὸν τῇ σαρκὶ—πῶς μία αἱ δύο εἰσίν;14

15

Ἀμβροσίου ἐπισκόπου Μεδιολάνου ἐκ τῶν πρὸς Γρατιανὸν τὸν βασιλέα. ταύτην δὲ τὴν χρῆσιν προήγαγε Κύριλλος ἐν τῇ κατ’ Ἔφεσον συνόδῳ. Φυλάξωμεν τὴν διαφορὰν τῆς θεότητος καὶ τῆς σαρκός.
5εἷς γὰρ ἐν ἑκατέρᾳ λαλεῖ ὁ τοῦ θεοῦ υἱός, ἐπειδήπερ ἐν αὐτῷ ἑκατέρα φύσις ἐστίν. ὁ αὐτὸς λαλεῖ καὶ οὐχ ἑνὶ πάντοτε διαλέγεται τρόπῳ. ὁρᾷς γὰρ ἐν αὐτῷ νῦν μὲν δόξαν θεοῦ, νῦν δὲ πάθη ἀνθρώπου. ὡς θεὸς λαλεῖ τὰ θεῖα, ἐπειδὴ λόγος ἐστίν, ὡς ἄνθρωπος λαλεῖ τὰ τοῦ ἀνθρώπου, ἐπειδὴ
10ἐν τῇ ἐμῇ οὐσίᾳ διαλέγεται. Τοῦ αὐτοῦ ἐκ τῆς ἑρμηνείας τοῦ θείου συμβόλου. Τοὺς δὲ λέγοντας ψιλὸν ἄνθρωπον τὸν Χριστὸν ἢ πα‐ θητὸν τὸν θεὸν ἢ εἰς σάρκα τραπέντα ἢ συνουσιωμένον ἐσχηκέναι τὸ σῶμα ἢ οὐρανόθεν τοῦτο κεκομικέναι ἢ φάν‐
15τασμα εἶναι, ἢ θνητὸν λέγοντας τὸν θεὸν λόγον δεδεῆσθαι τῆς παρὰ τοῦ πατρὸς ἀναστάσεως ἢ ἄψυχον σῶμα ἢ ἄνουν ἄνθρωπον ἀνειληφέναι ἢ τὰς δύο οὐσίας τοῦ Χριστοῦ κατὰ ἀνάκρασιν συγχυθείσας μίαν γεγενῆσθαι οὐσίαν, καὶ μὴ ὁμο‐ λογοῦντας τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν δύο εἶναι οὐσίας
20ἀσυγχύτους, ἓν δὲ πρόσωπον, καθ’ ὃ εἷς Χριστός, εἷς υἱός, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία. Κυρίλλου ἐκ τοῦ εἰς τὸ κατὰ Ἰωάννην ὑπομνήματος.
Καλῶς γε ποιῶν—ἐκ τῆς ἁγίας παρθένου ναῷ.15

16

Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Σούκενσον ἐπιστολῆς. Ὅταν οὖν ἐννοῶμεν—ἰδίαν ἐποιήσατο σάρκα; Σημειωτέον ὡς ἐνταῦθα δύο φύσεις λέγει μετὰ τὴν ἕνωσιν. ἀνελὼν γὰρ τὸ μίαν φύσιν λέγειν τὸ ὅλον πάντως
5δύο δίδωσιν τὸ ὅλον εἶναι φύσεις. τὸ δὲ ὅλον εἰπὼν τὸ μετὰ τὴν ἕνωσιν προδήλως ἐσήμανεν. ἐν δὲ τοῖς ἑξῆς τηλ‐ αυγέστερον αὐτὸ ἑρμηνεύσας τὰς δύο φύσεις ὑπάρχειν ἐν τῷ ἑνὶ Χριστῷ ἀσυγχύτους καὶ ἀτρέπτους καὶ ἀδιαιρέτους ἐδήλωσεν.
10 Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Σούκενσον βʹ ἐπιστολῆς. Εἰ μὲν γὰρ μίαν εἰπόντες—ἑαυτοῖς ὑποστήσαντες. Ὅρα ὡς τὸ σεσαρκωμένην εἰς δήλωσιν τῆς καθ’ ἡμᾶς οὐσίας εἰσκεκομίσθαι φησὶν ὁ διδάσκαλος, ὡς εἶναι τὴν μίαν τοῦ θεοῦ λόγου φύσιν καὶ τῆς καθ’ ἡμᾶς οὐσίας
15τὴν δήλωσιν διὰ τοῦ σεσαρκωμένην δύο φύσεις, θεότητός
τε καὶ ἀνθρωπότητος.16

17

Καὶ μετ’ ὀλίγα. Ὀρθότατα δὲ καὶ πάνυ συνετῶς— πέπονθε σάρξ. Σημειωτέον καὶ νῦν ὡς φύσιν θείαν εἶπε καὶ φύσιν χοϊκὴν ἐν τῷ Χριστῷ σώζεσθαι, καὶ ταῦτα μετὰ τὴν ἕνωσιν.
5περὶ γὰρ τοῦ πάθους διαλέγεται, κἂν μὴ συγχωρῶσιν οἱ ἐκ Σευήρου φύσιν θείαν καὶ φύσιν χοϊκὴν δύο εἶναι φύσεις. Τοῦ αὐτοῦ ἐκ τοῦ προσφωνητικοῦ πρὸς Ἀλεξανδρέας περὶ πίστεως λόγου. Ἐγὼ τὸ συγκεκραμένον οὐ καταδέχομαι· ἀλλότριον γάρ
10ἐστι τῆς ἀποστολικῆς πίστεως καὶ τῆς τοῦ θεοῦ ὀρθῆς παρα‐ δόσεως. ἡ γὰρ σύγκρασις ἀφανισμὸν τῶν φύσεων ἐργάζεται, ἡ δὲ ἄρρητος ἕνωσις παρὰ τῶν ὀρθῶς φρονούντων ὁμολο‐ γουμένη ἀμφοτέρας σώζει ἀσυγχύτως τὰς φύσεις. Ἐκ τοῦ αὐτοῦ λόγου.
15 Ὡμοιώθη γὰρ ἡμῖν κατὰ πάντα χωρὶς ἁμαρτίας, οὐ τῆς θεϊκῆς φύσεως τραπείσης ἢ συγκραθείσης τῇ ἀνθρωπίνῃ φύσει, ἑνωθείσης δὲ αὐτῇ οὐ κατὰ τροπήν, οὐ κατὰ κρᾶσιν, οὐ κατὰ μίξιν, οὐ κατὰ σύγχυσιν, οὐ κατ’ ἀλλοίωσιν, οὐ κατὰ μεταβολήν, οὐ κατὰ ἀφανισμὸν ἢ ἀποσάρκωσιν, ἀλλὰ καθ’
20ἕνωσιν ἄρρητον καὶ ἀνέκφραστον καὶ ἀνεκδιήγητον τῶν δύο17

18

φύσεων τῶν ἑτεροουσίων ἐν ἑνὶ Ἰησοῦ Χριστῷ υἱῷ ὄντι τοῦ θεοῦ σωζομένων καὶ μήτε συγκεχυμένων μήτε ἀπολλυμένων ἢ διαιρεθεισῶν. Ἐκ τοῦ αὐτοῦ λόγου.
5 Εἰ γὰρ κέκρανται αἱ δύο φύσεις εἰς μίξιν μίαν ἑτεροούσιοι τυγχάνουσαι, οὐδ’ ὁποτέρα σώζεται, ἀλλ’ ἀμφότεραι συγχυ‐ θεῖσαι ἠφανίσθησαν. Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ τῆς πρὸς Καισάριον μοναχὸν ἐπιστολῆς μετὰ τὴν δευτέραν αὐτοῦ ἐξορίαν.
10 Καὶ φήσειας πάντως ἐκ πλάνης πρὸς τὸ κρεῖττον ἐλη‐ λυθέναι καὶ χάριν ὁμολογεῖν τοῖς τὴν θαυμαστὴν ἐκείνην προσκομίσασι βίβλον, ἣν ἀρίστην τὰ κάλλιστά σου ἀποκαλοῦσι γράμματα, ὡς τηλαυγῶς διαγορεύουσαν συνδρομὴν οὐσιώδη καὶ μίξιν θεσπεσίαν γεγενῆσθαι θεότητός τε καὶ σαρκὸς μίαν
15τε ἐντεῦθεν ἀποτελεσθῆναι φύσιν. τοῦτο, θαυμάσιε, τοῦ πα‐ ράφρονος Ἀπολιναρίου τὸ ἀποτόπημα, αὕτη τῶν εἰσαγόντων κρᾶσιν καὶ συναλοιφὴν ἡ δυσσεβεστάτη αἵρεσις. Ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Χριστὸν δὲ ὅταν εἴπῃς, συνῆψας ἑκάτερα, ὅθεν καὶ
20παθητὸς λέγοιτο ἂν ὁ αὐτὸς καὶ ἀπαθής· παθητὸς μὲν σαρκί, ἀπαθὴς δὲ θεότητι. ταῦτα δὲ καὶ ἐπὶ τοῦ υἱοῦ καὶ Ἰησοῦ καὶ κυρίου κατηγορεῖται. κοινὰ γὰρ ταῦτα καὶ δεικτικὰ τῶν
δύο οὐσιῶν τὰ ὀνόματα.18

19

Ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Οὕτω κἀνταῦθα τῆς θείας ἐνιδρυμένης τῷ σώματι φύσεως ἕνα υἱόν, ἓν πρόσωπον τὰ συναμφότερα ἀπετέλεσεν. γνωριζό‐ μενον μέντοι ἀσυγχύτως ἀδιαιρέτῳ λόγῳ οὐκ ἐν μιᾷ μόνῃ
5φύσει, ἀλλ’ ἐν δυσὶ τελείαις. ἐπὶ γὰρ μιᾶς πῶς τὸ ἀσύγχυτον; πῶς τὸ ἀδιαίρετον; πῶς ἡ ἕνωσις λεχθείη ποτέ; ἑαυτῇ γὰρ τὴν μίαν ἑνοῦσθαι ἢ συγχεῖσθαι ἢ διαιρεῖσθαι ἀδύνατον. ποῖος οὖν ᾅδης ἐξηρεύξατο μίαν ἐπὶ τοῦ Χριστοῦ λέγειν φύσιν; Καὶ πρὸς τῷ τέλει τῆς αὐτῆς ἐπιστολῆς.
10 Τούτων τὰς κενοφωνίας ἐκκλίνοντες, ἀγαπητέ, εἰς τὸ προ‐ κείμενον ἐπανέλθωμεν. εὐσεβὲς καὶ λίαν εὐσεβὲς τὸν θανάτῳ περιβληθέντα Χριστὸν ὁμολογεῖν ἐν θεότητι τέλειον καὶ ἐν ἀνθρωπότητι τέλειον, ἕνα υἱὸν μονογενῆ οὐ διαιρούμενον εἰς υἱῶν δυάδα, φέροντα δὲ ὅμως ἐν ἑαυτῷ τῶν ἀχωρίστων δύο
15φύσεων ἀσυγχύτους τὰς ἰδιότητας, οὐκ ἄλλον καὶ ἄλλον, μὴ γένοιτο, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν κύριον Ἰησοῦν Χριστὸν θεὸν λόγον σάρκα ἠμφιεσμένον, καὶ αὐτὴν οὐκ ἄψυχον καὶ ἄνουν, ὡς ὁ δυσσεβὴς Ἀπολινάριος εἶπεν. τούτοις τοίνυν προσχῶμεν, φύγωμεν τοὺς διαιροῦντας. εἰ γὰρ καὶ διττὴ ἡ φύσις, ἀλλ’
20οὖν ἀδιαίρετος καὶ ἀπαράσπαστος ἡ ἕνωσις ἐν ἑνὶ τῆς υἱότητος ὁμολογουμένη προσώπῳ καὶ μιᾷ ὑποστάσει. φύγωμεν τοὺς μίαν φύσιν μετὰ τὴν ἕνωσιν τερατευομένους· τῇ γὰρ τῆς μιᾶς ἐπινοίᾳ τῷ ἀπαθεῖ θεῷ πάθος προσάπτειν ἐπείγονται τὴν οἰκονομίαν ἀρνούμενοι.
25Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὸν λῃστὴν λόγου.
Δύο φύσεις καὶ ἐνέργειαί εἰσιν ἐν Χριστῷ, μία δὲ ὑπόστασις.19

20

Κυρίλλου Ἱεροσολύμων εἰς τὸ „δόξασόν με“. Ἐκ τοῦ τὸν Χριστὸν διαλέγεσθαι ἐν ἀμφοτέραις ταῖς οὐσίαις ὡσὰν περὶ ἑνός τινος τὴν τοῦ προσώπου ἑαυτοῦ συνάφειαν σημαίνει. Κυρίλλου ἐκ τῆς ἑρμηνείας τοῦ λευιτικοῦ περὶ τῆς τῶν
5Ἰουδαίων συναγωγῆς. Ὅλον δὴ πάλιν—εἷς γὰρ ἐξ ἀμφοῖν ὁ Χριστός. Τοῦ αὐτοῦ ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους ἐπιστολῆς. Καὶ οὐδήπου φαμὲν ἀνάχυσιν ὥσπερ τινὰ συμβῆναι περὶ
10τὰς φύσεις, ὡς μεταστῆναι μὲν τὴν τοῦ λόγου φύσιν εἰς τὴν τοῦ ἀνθρώπου τυχόν, ἀλλ’ οὐδὲ τὴν ἀνθρωπίνην εἰς τὴν αὐτοῦ, νοουμένης δὲ μᾶλλον καὶ ὑπαρχούσης ἑκατέρας ἐν τῷ τῆς ἰδίας φύσεως ὅρῳ, πεπρᾶχθαί φαμεν τὴν ἕνωσιν ἐνοική‐ σαντος τοῦ λόγου σωματικῶς τῷ ἐκ παρθένου ναῷ.
15 Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς. „Φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν“ κατὰ τὸ γεγραμ‐ μένον. ἀποδιιστάντες γὰρ ἀλλήλων τὰς δύο φύσεις ἀνὰ μέρος ἡμῖν ἑκατέραν ἀσυναφῆ θατέρας δεικνύντες ἐν μόνοις προσώ‐ ποις φασὶ γενέσθαι τὴν ἕνωσιν καὶ ἔν γε ψιλῇ συναινέσει καὶ
20ταυτοβουλίᾳ καὶ θελημάτων ῥοπαῖς.20

21

Τοῦ αὐτοῦ ἐκ τοῦ προσφωνητικοῦ πρὸς Ἀλεξανδρέας. Καὶ λέλυται ὁ ναὸς ἐν τῷ καιρῷ τῆς τριημέρου ταφῆς βουλομένου αὐτοῦ· καὶ πάλιν ἀνέστησεν αὐτόν, καὶ ἡνώθη αὐτῷ ἀρρήτῳ τινὶ καὶ ἀφράστῳ λόγῳ, οὐ κεκραμένος ἐν αὐτῷ
5ἢ ἀποσεσαρκωμένος, ἀλλ’ ἀποσώζων ἐν ἑαυτῷ τῶν δύο φύσεων τῶν ἑτεροουσίων ἀσύγχυτον τὴν ἰδιότητα. Ἐκ τῶν Σευήρου τοῦ δυσσεβοῦς περὶ δύο φύσεων. ἐν τοῖς πρὸς Φιλικίσσιμον ὁ Σευῆρος ἐν τῷ αʹ λόγῳ ὡς ἀπὸ τοῦ μακαρίου Κυρίλλου φησὶν οὕτως·
10 Καὶ τὸ κοινὸν δὴ τοῦτο τῆς ἡμετέρας φύσεως ὑπέμεινε πάθος. πρόδηλον δὲ ὅτι κατὰ τὴν σάρκα, καίτοι τὸ ἀείζῳον ἔχων κατὰ φύσιν ὡς θεός. Ἰδοὺ φύσιν ἡμετέραν καὶ φύσιν θείαν παρεδήλωσεν. Ἐν δὲ τῷ ιεʹ πρὸς τὸν αὐτὸν λόγῳ ὡς παρὰ Κυρίλλου
15 ὁ αὐτὸς Σευῆρος οὕτως γράφει· Καὶ οὐκ ἴσασιν, ἵνα τ’ ἄλλα παραδράμωμεν, ὡς ἐν αὐτῇ τῇ ἐπιστολῇ πρὸς Σούκενσον ὀρθόδοξον ἄνδρα γράφων καὶ ἐπαινῶν τῆς ὀρθοδοξίας αὐτόν, οὕτω φησίν· „ὀρθότατα δὲ καὶ πάνυ συνετῶς ἡ σὴ τελειότης τὸν περὶ τοῦ σωτηρίου
20πάθους ἐκτίθεται λόγον, οὐκ αὐτὸν τὸν μονογενῆ τοῦ θεοῦ υἱόν, καθ’ ὃ νοεῖται καὶ ἔστι θεός, παθεῖν εἰς ἰδίαν φύσιν τὰ σώματος ἰσχυριζομένη, παθεῖν δὲ μᾶλλον τῇ χοϊκῇ φύσει.“ Σημειωτέον κἀνταῦθα φύσιν θείαν καὶ φύσιν χοϊκὴν
εἰρημένην.21

22

Πάλιν δὲ ὡς ἀπὸ τοῦ μακαρίου Κυρίλλου ἐκ τῶν πρὸς Ἀνδρέαν ἐπὶ τῇ μέμψει τοῦ γʹ κεφαλαίου τῶν ἀναθεματισμῶν ὁ Σευῆρός φησιν· Ἑτέρα μέν ἐστι κατὰ φύσιν ἰδίαν ἡ σὰρξ παρὰ τὸν ἐκ
5θεοῦ πατρὸς φύντα λόγον, ἕτερος δ’ αὖ κατά γε τὸν τῆς ἰδίας φύσεως λόγον ὁ μονογενής. ἀλλ’ οὐ τὸ εἰδέναι ταῦτα μερίζειν ἐστὶ τὴν φύσιν μετὰ τὴν ἕνωσιν. Σκόπει καὶ νῦν φύσιν σαρκὸς καὶ φύσιν τοῦ μονο‐ γενοῦς, ὅτι οὐχ ἡ ὁμολογία τούτων διαβέβληται μετὰ τὴν
10ἕνωσιν, ἀλλ’ ὁ μερισμός. ἐπειδὴ δὲ τὰς δύο φανερῶς ἀριθμεῖν φύσεις οὐκ ἀνέχεται ὁ Σευῆρος, φέρε ἐκ τῶν πρὸς τὸν εἰρημένον Φιλικίσσιμον αὐτοῦ λόγων τήν τε θείαν φύσιν καὶ μὴν καὶ τὴν ἀνθρωπείαν ὡσαύτως φύσιν ἐπὶ Χριστοῦ μετὰ τὴν ἕνωσιν ὁμολογοῦντα αὐτὸν παραστήσωμεν. ταῦτα
15γὰρ καίτοι συχνότερον λέγων ὅμως τῶν δύο φύσεων τὴν ὁμολογίαν ποιεῖσθαι δύσερις ὢν οὐκ ἀνέχεται. Λέγει τοίνυν ἐν τῷ δʹ λόγῳ ὡς ἐκ τοῦ ἁγίου Κυρίλλου οὕτως· Ἔκειτο γὰρ ἐν μνημείῳ τὸ πανάγιον αὐτοῦ σῶμα νεκρόν
20τε καὶ ἄπνουν, ἀλλ’ ἦν πανταχοῦ θεὸς ὢν φύσει. Ἐν δὲ τῷ εʹ λόγῳ ὁ Σευῆρός φησιν· Ὅτι κατ’ οὐσίαν ὑπῆρχε θεὸς καὶ ἡμᾶς διὰ τῆς ἑαυτοῦ σαρκὸς θεοποιῶν. Καὶ μεθ’ ἕτερα· Καθ’ ὃ δὲ θεὸς ἦν κατ’ οὐσίαν ἀθά‐ νατος, οὐχ ὑπῆλθε τοὺς τοῦ θανάτου δεσμούς.
25Καὶ αὖθις· Ὃν γὰρ ὑπέμεινε θάνατον σαρκί, τοῦτον καθ’
ὃ ζωὴ κατὰ φύσιν ὑπῆρχε καὶ κατ’ οὐσίαν θεὸς οὐχ ὑπέμεινεν.22

23

Καὶ πάλιν ἐν τῷ ϛʹ λόγῳ ὡς ἐκ τοῦ μακαρίου Κυρίλλου, ἐκ τοῦ ὅτι εἷς ὁ Χριστὸς διαλόγου· Οὔτε μὴν εἰς τὴν θείαν αὐτοῦ καὶ ὑπερτάτην πεπρᾶχθαι φύσιν διοριζόμεθα τὰ τῆς σαρκός.
5 Ἐν δὲ τῷ ζʹ λόγῳ ὡς ἐκ τοῦ αὐτοῦ εἰς τὸ κατὰ Ματ‐ θαῖον εʹ· Ἵνα τῇ ἰδίᾳ φύσει, τῇ τῆς θεότητος λέγω, ἰσοσθε‐ νοῦν ἀποδείξῃ τὸ ἴδιον σῶμα. Ταῦτα μὲν οὖν περὶ τῆς θείας τοῦ Χριστοῦ φύσεως ὀλίγα ἐκ πολλῶν τῶν ἐκείνου ῥημάτων ἡμῖν λελέχθω. περὶ
10 δὲ τῆς ἀνθρωπίνης αὐτοῦ φύσεως οὕτω πάλιν ὁ Σευῆρος ἐν τοῖς πρὸς Φιλικίσσιμον κατὰ τὸν πρῶτον λόγον ἔγραψεν· Εἰ τοίνυν οὐ λέγεις σάρκα φύσει παθητήν, εὔδηλον ὅτι τοὐναντίον ὁμολογεῖς. Καὶ ἐν τῷ γʹ κεφαλαίῳ ὡς ἀπὸ τοῦ μακαρίου Κυρίλλου·
15Οὐκοῦν παρεχώρει μὲν τὸ σῶμα τοῖς τῆς ἰδίας φύσεως νόμοις. Ἐν δὲ τῷ εʹ λόγῳ ὁ Σευῆρος οὕτως· Ἡ σὰρξ τοῦ Ἐμ‐ μανουὴλ τὸ ἐκ γῆς εἶναι καὶ μετὰ τὴν ἀνάστασιν οὐ μετ‐ έβαλε καὶ μετεχώρησεν εἰς θεότητος φύσιν, ἀλλ’ ἔμεινεν ἐπὶ τῆς ἰδίας οὐσίας.
20 Καὶ πάλιν ὁ αὐτός· Ἀφιεὶς τῇ σαρκὶ διὰ τῶν ἰδίων βα‐ δίσαι τῆς φύσεως. Καὶ αὖθις ὁμοίως ὁ αὐτός· Οὐκοῦν ὁ μὲν θάνατος καὶ τὰ πάθη νόμοις ἐγίνετο φύσεως. Ἐν δὲ τῷ ηʹ λόγῳ πάλιν ὁ Σευῆρος· Οὐχ ἡ πίστις ἢ
25ἀπιστία τῶν ὁμογενῶν καὶ ὁμοφυῶν καὶ ὁμοουσίων ἀνθρώπων
εἰσάγει διαφορὰν κατ’ αὐτὸ τὸ γένος ἤγουν τὴν οὐσίαν ἢ23

24

φύσιν ἢ αὐτῶν πρὸς ἀλλήλους ἢ παντὸς τοῦ ἀνθρωπίνου γένους πρὸς τὸν ὑπὲρ πάντων καὶ σαρκωθέντα καὶ ἑκουσίως ἀποθανόντα σαρκὶ τοῦ θεοῦ λόγον καὶ ἑνώσαντα καθ’ ὑπό‐ στασιν ἑαυτῷ τὸ ἡμῖν ὁμοφυὲς καὶ ὁμογενὲς σῶμα καὶ
5ὁμοούσιον. Σημειωτέον κἀνταῦθα ὡς ἠνάγκασται αὐτὸς ὑφ’ ἑαυτοῦ τὴν βλάσφημον αὐτοῦ ἐκκαλύψαι γνώμην καὶ εἰπεῖν μὴ εἶναι διαφορὰν κατ’ οὐσίαν ἡμῖν πρὸς τὸν σαρκωθέντα θεὸν λόγον. δέον γὰρ εἰπεῖν, εἰ εὐσεβῶς ἐφρόνει, πρὸς τὴν
10ὁμοούσιον ἡμῖν αὐτοῦ σάρκα ἤγουν ἀνθρωπότητα. οὐ γὰρ ὁμοούσιος ἡμῖν ἀνθρωπότης ἐνηνθρώπησεν, ἀλλ’ ὁ θεὸς λόγος. ὅπερ οὐκ ἂν πεπόνθει, εἰ μὴ μίαν ἔλεγε φύσιν τοῦ θεοῦ λόγου καὶ τῆς ἀνθρωπότητος, καίτοι τοσαυτάκις ἐναντίως ἑαυτῷ τὴν θείαν τε καὶ τὴν ἀνθρωπείαν ὁμολο‐
15γήσας φύσιν, ὡς πρόκειται. Σευήρου ἐξ ἧς ἐπέγραψεν ἐκθέσεως πίστεως. Τὸ δὲ λέγειν δύο φύσεις ἐπὶ Χριστοῦ πάσης κατηγορίας ἐπίμεστον, εἰ καὶ ὑπὸ πλειόνων τῶν ἁγίων πατέρων ἀμέμπτως εἴρηται.
20 Καὶ μετ’ ὀλίγα· Καὶ μὴ πάλιν εἴπῃς, ὡς τῇ λέξει τῇ τῶν δύο φύσεων τινὲς τῶν πατέρων ἐχρήσαντο. ἐχρήσαντο γὰρ ἀδιαβλήτως, ὡς προείπομεν. κατὰ δὲ τὸν χρόνον τοῦ ἁγίου Κυρίλλου τῆς νόσου τῶν Νεστορίου καινοφωνιῶν τὰς ἐκκλησίας ἐπινεμομένης ἐπὶ πλεῖον ἡ λέξις ἀπεδοκιμάσθη.
25Πόσην χάριν ὁμολογεῖν, εἰ δεῖ τοῦτο λέγειν, τῷ δια‐
δικοῦντι τοσαύτην ἡμῖν νείμαντι μαρτυρίαν. εἰ γὰρ καὶ24

25

λέγει, ὅτι ἀπεδοκιμάσθη ἡ λέξις, ἀλλ’ οὐ δύναται ἀποδεῖξαι ὅπερ ὑποτίθεται. πλὴν ἡμῖν ἤρκεσεν ἀκοῦσαι παρ’ αὐτοῦ, ὅτι ἀδιαβλήτως ἐχρήσαντο τῇ φωνῇ οἱ πατέρες, ὥσπερ καὶ ἡμεῖς. εἰ δέ τίς ἐστιν ὁ διαβεβλημένως αὐτῇ χρώμενος,
5οὐ παρὰ τοῦτο κίβδηλος ἔσται ἡ φωνή· πᾶσα γὰρ λέξις δύναται παρὰ τῶν κακῶς αὐτῇ χρωμένων ἐπηρεάζεσθαι. ὅτι δὲ οὐκ ἀνεῖλε τὴν „ἐν δύο“ φωνὴν Κύριλλος, σημειωτέον οἷα πρὸς Ἀκάκιον ἔγραψεν· „φωνῶν δὲ διαφορὰν κατ’ οὐδένα τρόπον ἀνῃρήκαμεν“. τὰ δὲ περὶ τούτου ἐν ἰδιά‐
10ζοντι κεφαλαίῳ τῷ κγʹ εὑρήσεις. οὐδεὶς δὲ τῶν πατέρων κατὰ τοῦ συναμφοτέρου τὸ τῆς μιᾶς φύσεως φέρει ὄνομα, ἀλλὰ καὶ ἀπαγορεύουσι τοῦτο. Κύριλλος μὲν γάρ φησιν, ὅτι „εἰ μία φύσις τὸ ὅλον, πῶς ἐνηνθρώπησεν ἢ ποίαν ἰδίαν ἐποιήσατο σάρκα“; Γρηγόριος δὲ λέγει· „εἰ γὰρ καὶ
15τὸ συναμφότερον ἕν, ἀλλ’ οὐ τῇ φύσει, τῇ δὲ συνόδῳ.“ Κεφάλαιον Γʹ. Ὅτι τὸ Χριστὸς ὄνομα ἑκατέρων τῶν φύσεών ἐστι σημαντικόν, καὶ ὅτι θεὸς ὁ Χριστὸς καὶ θεοτόκος ἡ παρθένος, κατὰ Νεστορίου τοῦ ἀθέου.
20 Τοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ περὶ τῆς σωτηριώδους ἐπιφανείας. Ὁ προϋπάρχων θεὸς πρὸ τῆς ἐν σαρκὶ ἐπιδημίας οὐκ ἦν ἄνθρωπος, ἀλλὰ θεὸς ἦν πρὸς τὸν θεὸν ἀόρατος καὶ ἀπαθὴς ὤν. ὅτε οὖν τὸ Χριστὸς ὄνομα διὰ τῆς σαρκὸς
25προσάγεται, ἐπειδὴ ἀκολουθεῖ τῷ ὀνόματι τὸ πάθος καὶ ὁ25

26

θάνατος, τοῦ μὲν Παύλου λέγοντος· „εἰ παθητὸς ὁ Χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν,“ καὶ πάλιν τοῦ αὐτοῦ γράφοντος· „τὸ πάσχα ἡμῶν ἐτύθη Χριστός,“ καὶ ὅτι „ἄν‐ θρωπος Ἰησοῦς Χριστὸς ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ
5πάντων“, οὐχ ὅτι οὐ θεός, ἀλλ’ ὅτι καὶ ἄνθρωπος ὁ Χριστός, καὶ διὰ τοῦτο ἡ γραφὴ ἑκατέρων τῶν ὀνομάτων ποιεῖται τὴν προσαγωγὴν ἐν ἐπιδείξει ὑπάρξεως, ἀοράτως μὲν θεοῦ νο‐ ουμένου καὶ ὄντος ἀληθῶς, ὁρατῶς δὲ ἀνθρώπου ψηλαφω‐ μένου καὶ ὑπάρχοντος ἀληθῶς, ὥστε αὐτοῦ τοῦ πάθους ὁμο‐
10λογουμένου ἀληθινῶς τὸν αὐτὸν καὶ ἀπαθῆ νοεῖσθαι ἀληθινῶς. Κυρίλλου ἐκ τοῦ πρὸς τὸν βασιλέα Θεοδόσιον. Χρῆναι γὰρ ἔγωγέ φημι—λόγος νοεῖται Χριστός. Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς τὰς βασιλίδας. Οὕτως τινές φασιν—ἐχρίσθη κατὰ τὸ ἀνθρώπινον.
15 Ἐκ τοῦ αὐτοῦ λόγου. Ὥστε τὸ Χριστὸς ὄνομα—ἀνόσιον ἢ φρονεῖν ἢ λέγειν. Κατὰ Νεστορίου μὴ λέγοντος θεὸν τὸν Χριστὸν μηδὲ θεοτόκον τὴν ἁγίαν Μαρίαν. Μαρτυρίαι γραφικαί. Ἐκ τοῦ κατὰ Ἰωάννην εὐαγγελίου, κεφαλαίου ριηʹ. „Ταῦτα
20δὲ γέγραπται—αἰώνιον ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.“26

27

Ἐκ τῆς αʹ Ἰωάννου ἐπιστολῆς καθολικῆς. „Οἴδαμεν ὅτι ὁ υἱὸς—καὶ ζωὴ αἰώνιος.“ Πέτρος δέ φησι πρὸς τὸν κύριον· „Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος.“
5 Θωμᾶς δὲ τοὺς τύπους τῶν ἥλων καὶ τῆς λόγχης ἐν τῷ σαρκωθέντι καὶ σταυρωθέντι θεῷ ψηλαφήσας μεγάλῃ φωνῇ κύριον καὶ θεὸν αὐτὸν ἀνεκήρυξεν. Τοῦ ἀποστόλου πρὸς Ῥωμαίους. „Ἐξ ὧν ὁ Χριστὸς— εἰς τοὺς αἰῶνας.“
10 Καὶ ἐν τῇ ἀρχῇ. „Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ— κυρίου ἡμῶν.“ Πρὸς Γαλάτας. „Ὅτε δὲ ἦλθε—υἱοθεσίαν ἀπο‐ λάβωμεν.“ Πρὸς Ἐφεσίους. „Τοῦτο γὰρ ἴστε—τοῦ Χριστοῦ
15καὶ θεοῦ.“ Πρὸς Τίτον. „Προσδεχόμενοι—Ἰησοῦ Χριστοῦ.“ Σχόλιον Ἀναστασίου. Εἰ οὖν Ἰησοῦς ὁ Χριστὸς ὁ ἐκ τῆς παρθένου τεχθεὶς αὐτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ ζωὴ αἰώνιος, πῶς οὐ θεοτόκος κυρίως καὶ ἀληθινῶς ἡ
20παρθένος κληθήσεται; καὶ ἄλλας δὲ μαρτυρίας προφητικὰς εὑρήσεις ἐνταῦθα ἐν τοῖς κατὰ Ἰουδαίων δηλούσας, ὅτι θεὸς ὁ Χριστός. εἰ δὲ λέγοιεν οἱ τῆς Νεστορίου εἰδωλο‐ λατρείας ὑπασπισταί, ὅτι ὥσπερ θεοτόκον οὕτω καὶ ἀνθρω‐
ποτόκον καὶ χριστοτόκον τὴν παρθένον δεῖ καλεῖν (θεὸς27

28

γὰρ καὶ ἄνθρωπος, ὡς ὑμεῖς φατε, ὁ Χριστός), ἐκεῖνα παρ’ ἡμῶν ἀκούσονται, ἅπερ Κύριλλος ὁ σοφώτατος ἐν τῷ περὶ τῆς θείας ἐνανθρωπήσεως ἐδίδαξεν, οὕτως εἰπὼν ἐπὶ λέξεως· Ἀρκεῖ τοιγαροῦν πρὸς ὀρθὴν—κατὰ τὸ ἀνθρώπινον.
5 Τοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς βίβλου τῆς κατὰ τῶν αἱρέσεων. „Ὁ λόγοσ“, γάρ φησι, „σὰρξ ἐγένετο“—οὐκ εἰς ἄνθρω‐ πον ἦλθε. Καὶ πάλιν· Κἀκεῖνοι νομίσουσιν—ὡς εἶπεν Ἰωάννης,
10„σὰρξ ἐγένετο“. Καὶ πάλιν· Πάλαι μὲν οὖν πρὸς ἕκαστον—εἴρηται πε‐ πονθέναι αὐτόν. Πάλιν ἐκ τοῦ αὐτοῦ βιβλίου· Χριστὸς γὰρ τὸ συναμφότερον νοεῖται—„ὁ λόγος σὰρξ ἐγένετο“.
15 Καὶ μεθ’ ἕτερα· Σαφέστερον δὲ καὶ ἀναμφισβήτητον— „κληθήσεται υἱὸς θεοῦ“. Γρηγορίου τοῦ θεολόγου ἐκ τῶν ἐπῶν περὶ ἐνανθρωπήσεως Χριστοῦ κατὰ Ἀπολιναρίου διὰ στίχων ἡρωελεγείων. Νήπιος ὅστις ἄνακτα θεὸν—μέλαν οὐδὲν ἔχει.
20Περὶ τοῦ αὐτοῦ κατὰ Ἀπολιναρίου διὰ ἰάμβων.
Νοῦν τὸν μέγιστον ἴσμεν—προσκύνει τὴν τριάδα.28

29

Τοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς κατὰ τῶν αἱρέσεων βίβλου. Χριστὸς τοιγαροῦν τὸ συναμφότερον—ὃς ἑρμηνεύεται σωτήρ. Κυρίλλου ἐν ἀρχῇ τοῦ αʹ σχολίου. Τὸ Χριστὸς ὄνομα οὔτε ὅρου δύναμιν ἔχει οὔτε μὴν
5τήν τινος οὐσίαν, ὅ τί ποτέ ἐστι, σημαίνει, καθάπερ ἀμέλει καὶ τὸ ἄνθρωπος ἢ ἵππος ἢ βοῦς, πράγματος δὲ μᾶλλον ἐνεργου‐ μένου περί τινα ποιεῖται δήλωσιν. Κεφάλαιον Δʹ. Ὅτι διπλοῦς ὁ Χριστὸς ὑπὸ τῶν πατέρων ὠνόμασται
10διὰ τὸ διττὸν τῶν φύσεων, καὶ πάλιν οὐ διπλοῦς διὰ τὸ τῆς ὑποστάσεως μοναδικὸν ἤγουν τοῦ προσώπου. Ἀθανασίου ἐκ τοῦ κατὰ Ἀρειανῶν δʹ λόγου.
Σκοπὸς τοίνυν οὗτος—Μαρίας ἄνθρωπος γέγονεν.29

30

Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Ἀπολιναρίου λόγου. Εἰ δὲ πιστεύετε διδασκόμενοι—ἔχῃ τὴν πίστιν. Γρηγορίου τοῦ θεολόγου ἐκ τοῦ περὶ υἱοῦ. Θεὸς δ’ ἂν λέγοιτο οὐ τοῦ λόγου—ἐπ’ ἀμφοῖν, τὸ
5δὲ οὐ κυρίως. Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὰ γενέθλια. Ἀπεστάλη μέν, ἀλλ’ ὡς ἄνθρωπος· διπλοῦς γὰρ ἦν. Κυρίλλου Ἀλεξανδρείας ἐκ τοῦ περὶ τριάδος. Διττὸν τὸν ἐφ’ υἱῷ λόγον ὁ σοφώτατος Παῦλος, μᾶλλον
10δὲ σύμπας ὁ τῶν ἁγίων χορός, ἐγνώκασί τε καὶ εἰσκομίζουσι μετὰ τὸ ἑνωθῆναι σαρκί. Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὸ κατὰ Ἰωάννην ὑπομνήματος βιβλίου ιαʹ. Ἀποσώζει δὲ πάλιν ἐν τῇ καθ’ ἑαυτὸν θεωρίᾳ τὸ ἐν
15νοήσει διπλοῦν διὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν. Καὶ πάλιν· Διττὴν γὰρ ἡμῖν πανταχοῦ τοῦ ἰδίου προσ‐ ώπου διεσώσατο τὴν παράστασιν, καὶ τὸ θεῖον ἐν ἑαυτῷ διαπρέπον ἀξίωμα δεικνὺς καὶ τὸ πρέπον τῇ ἀνθρωπότητι
μέτρον οὐκ ἀπόβλητον ποιησάμενος διὰ τὴν οἰκονομίαν.30

31

Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὸ κατὰ Ματθαῖον ὑπομνήματος βιβλίου γʹ. Οὐκοῦν ὁ στατὴρ ὁ ἀληθινὸς καὶ νοητὸς καὶ ὡς ἐν τύπῳ τῷ ἐξ ὕλης δηλούμενος αὐτός ἐστιν ὁ κύριος ἡμῶν
5Ἰησοῦς ὁ Χριστός, ὁ διπλοῦς χαρακτήρ. Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὴν γένεσιν συντάγματος, ἐν ᾧ τὴν τοῦ Ἀβραὰμ ἀναπτύσσων θυσίαν ἐλθὼν εἰς τὸν τόπον τῶν διχοτομημάτων φησὶν ἐπὶ λέξεως οὕτως· Καὶ τίς ὁ λόγος; —εἴδησιν τοῖς οὐκ εἰδόσιν αὐτό.
10 Θαρρεῖ λέγειν ὁ σοφώτατος Κύριλλος θέλων ἀναπτύξαι καὶ διαπλῶσαι τὸ μέγα καὶ βαθὺ τῆς οἰκονομίας μυστήριον καὶ διδάξαι τοὺς οὐκ εἰδότας αὐτό, ὅτι καθὸ γέγονε σὰρξ ὁ λόγος δεδιχοτόμηται καὶ θεωρίᾳ διπλῇ ὁ ἐπ’ αὐτῷ λόγος πλατύνεται μετὰ τὸ ἑνωθῆναι σαρκί.
15 Κυρίλλου Ἱεροσολύμων ἐκ τῶν κατηχήσεων. Διπλοῦς ἦν ὁ Χριστός, ἄνθρωπος μὲν τὸ φαινόμενον, θεὸς δὲ τὸ μὴ φαινόμενον. Γελασίου ἐπισκόπου Καισαρείας ἐν ἐξηγήσει τοῦ μαθήματος. Ἦλθε τοίνυν εἰς ταυτὸν θεὸς ἅμα καὶ ἄνθρωπος, ἵνα
20σῶμα μὲν ὑπηρετήσηται, θεὸς δὲ δι’ αὐτοῦ τὴν ἐνέργειαν31

32

παράσχηται. διπλᾶ πάντα καὶ τέλεια πάντα, καὶ φιμούσθω πᾶν αἱρετικὸν στόμα. Ἐφραῒμ εἰς τὸν μαργαρίτην. Τελείαν ἔχει τὴν διπλῆν φύσιν ὁ Χριστός, ἵνα μὴ ἀπο‐
5λέσῃ τὰς δύο. οὔτε ἡμίθεος ὤφθη ἐπὶ τῆς γῆς, οὔτε ἡμι‐ άνθρωπος ἀνέβη εἰς τοὺς οὐρανούς. Σχόλιον Ἀναστασίου. Ἀλλ’ ἴσως ἐροῦσιν οἱ τῆς ἀληθείας ἐχθροί, ὡς Κύριλλος ἐν τῇ πρὸς Νεστόριον ἐπιστολῇ φησιν, ὅτιπερ „οὐκ ἔστι διπλοῦς ὁ εἷς καὶ μόνος
10Χριστόσ“, ὁμοίως καὶ ἐν τῷ βʹ τόμῳ τῷ κατὰ Νεστορίου φησίν, ὅτι „οὐ διπλοῦς ἦν“. ἆρα οἱ ταῦτα λέγοντες οὐ φανερῶς συγκρίνουσι τοὺς πατέρας ἑαυτοῖς τε καὶ ἀλλήλοις καὶ μάχην ἐξ ὁμοδόξων συνιστῶσι; καὶ οἷς ὁ Χριστὸς τὴν ἑαυτοῦ εἰρήνην κατέλιπε, τούτοις εἰσφρήσαντες διάβολον
15μιμοῦνται τοὺς ὁμόφρονας ὡς ἐναντίους διασύροντες καὶ αὐτὸν δὲ Κύριλλον ἑαυτῷ δεῖξαι μαχόμενον ἐπειγόμενοι. ἀλλ’ οὐχ οὕτως ἡμεῖς οὐδ’ ὁστισοῦν εὖ φρονῶν, ἀλλὰ καὶ κατὰ Γρηγόριον καὶ τοὺς λοιποὺς πατέρας σὺν Κυρίλλῳ φαμέν, ὅτιπερ διπλοῦς κατὰ τὴν οὐσίαν, καὶ πάλιν κατὰ τὸν
20αὐτὸν Κυρίλλου σκοπόν, ὡς οὐ διπλοῦς τῇ χαρακτηριστικῇ ὑποστάσει· εἷς γὰρ ἔμεινε καὶ ἐνανθρωπήσας ὁ θεὸς λόγος. Ἰωάννου Ἀντιοχείας ἐκ τῆς πρὸς Κύριλλον ἐπιστολῆς.
Δεῖ ἔχειν ἡμᾶς Νεστόριον—φαύλας αὐτοῦ κενοφωνίας.32

33

Θεοδωρήτου κατὰ Νεστορίου. Ἀνάθεμα Νεστορίῳ καὶ τῷ μὴ λέγοντι θεοτόκον τὴν ἁγίαν παρ‐ θένον καὶ τῷ εἰς δύο υἱοὺς μερίζοντι τὸν ἕνα υἱόν. Αὗται αἱ δύο χρήσεις κατὰ Νεστορίου εἰσίν.
5 Κεφάλαιον Εʹ. Ὅτι ἄτρεπτοι μεμενήκασιν αἱ πρὸς ἑνότητα συνελθοῦ‐ σαι φύσεις καὶ ἀσύγχυτοι μηδεμιᾶς εἰς τὴν ἑτέραν μεταχωρησάσης· καὶ ὅτι σώζονται καὶ μετὰ τὴν ἕνωσιν τὰ ἰδιώματα τῶν φύσεων καὶ ἡ τούτων
10 διαφορὰ μηδεμιᾶς ἐπεισαγομένης διαιρέσεως. Κυρίλλου ἐκ τοῦ πρὸς Ἑβραίους ὑπομνήματος. Εἰ γὰρ καὶ λέγοιτο ἡνῶσθαι σαρκὶ καθ’ ὑπόστασιν ὁ μονογενής, ἀλλ’ οὐκ ἀνάχυσίν τινα τὴν εἰς ἄλληλα τῶν φύσεων
15πεπρᾶχθαί φαμεν, μενούσης δὲ μᾶλλον ἑκατέρας τοῦθ’ ὅπερ ἐστὶν ἡνῶσθαι σαρκὶ νοοῦμεν τὸν λόγον. Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ συνουσιαστῶν λόγου. Δεῖ γὰρ τῇ πάντων ἐπέκεινα καὶ ἀνωτάτω φύσει σώζεσθαι καθαρῶς τὸ ἁπλοῦν καὶ ἀσυμμιγὲς ἑτέρῳ, καὶ τὸ μὴ συντε‐
20θεῖσθαι δοκεῖν ἔν γε τοῖς καθ’ ἑαυτήν, ἤγουν προσθήκης δεδεῆσθαί τινος καὶ ἀσυμφυοῦς αὐτῇ πράγματος εἰς κοινωνίαν
ἐλθεῖν τὴν ἐν ταυτότητι φύσεως ἤγουν ὁμοουσιότητα.33

34

Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Σούκενσον αʹ ἐπιστολῆς. Ἴσον γάρ ἐστιν εἰς ἀτοπίας λόγον—οὕτω διακείμεθα. Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Ἰωάννην ὑπομνήματος. Καλῶς γε ποιῶν—ἰδίῳ προσχρησάμενον σώματι
5τῷ ἐκ τῆς ἁγίας παρθένου ναῷ. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Νεστόριον ἐπιστολῆς. Διάφοροι μὲν αἱ πρὸς ἑνότητα—ἕνα Χριστὸν καὶ υἱὸν καὶ κύριον. Ἀμβροσίου πρὸς Γρατιανὸν τὸν βασιλέα.
10 Φυλάξωμεν τὴν διαφορὰν τῆς θεότητος καὶ τῆς σαρκός. Θεοδότου Ἀντιοχείας ἐκ τοῦ πρὸς Ἡρακλείδην κατὰ συνουσιαστῶν. Εἰ δέ, ἐφ’ ὧν ἡ οὐσία μία καὶ ἡ αὐτή, αἱ ἰδιότητες τῶν ὑποστάσεων ἀκέραιοι μένουσι, πολλῷ δικαιότερον, ὅταν
15δύο διάφοροι φύσεις ἐφ’ ἑνὶ προσώπῳ γνωρίζωνται, ἀκέραια τά τε τῆς ὑπάρξεως τά τε τῶν φύσεων ἰδιώματα σώζεσθαι. Λέοντος Ῥώμης ἐκ τοῦ πρὸς Φλαβιανὸν τόμου.
Ὅπως ἐν αὐτῷ—ὁμολογήσωμεν καὶ τὴν σάρκα.34

35

Κεφάλαιον ϛʹ. Ὅτι οὐ ταυτὸν φύσις καὶ ὑπόστασις, ταυτὸν δὲ οὐσία καὶ φύσις καὶ ὁμοίως ταυτὸν ὑπόστασις καὶ πρόσωπον.
5 Βασιλείου ἐκ τῆς πρὸς Ἀμφιλόχιον ἐπιστολῆς. Οὐσία δὲ καὶ ὑπόστασις ταύτην ἔχει τὴν διαφοράν, ἣν ἔχει τὸ κοινὸν πρὸς τὸ καθ’ ἕκαστον, οἷον ὡς ἔχει τὸ ζῷον πρὸς τὸν δεῖνα ἄνθρωπον. Καὶ μεθ’ ἕτερα· Τὸ μὲν τῆς οὐσίας ὄνομα ἀόριστον ἡμῖν
10τινα παρίστησιν ἔννοιαν, μηδεμίαν ἐκ τῆς κοινότητος τοῦ σημαινομένου στάσιν εὑρίσκουσαν. τὸ δὲ τῆς ὑποστάσεως τὸ κοινόν τε καὶ ἀπερίγραπτον ἐν τῷ τινι πράγματι διὰ τῶν ἐπιφαινομένων ἰδιωμάτων παρίστησί τε καὶ περιγράφει. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Τερέντιον.
15Ὅτι δὲ οὐσία καὶ ὑπόστασις—ὑποστάσει κηρύττεται. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Γρηγόριον τὸν ἀδελφόν. Ἐπειδὴ πολλοὶ τὸ κοινὸν—μνημονευθέντων ἀν‐
θρώπων.35

36

Ἀμφιλοχίου ἐκ τῆς πρὸς Σέλευκον ἐπιστολῆς. Ἀλλ’ ἐπειδὴ εἰς ἓν πρόσωπον συντελοῦσιν αἱ φύσεις, ἡ ἀπαθὴς τὰ τῆς παθητῆς οἰκειοῦται. Γρηγορίου Νύσσης ἐκ τοῦ κατ’ Εὐνομίου
5λόγου εʹ. Ἡ μὲν γὰρ τῶν ὑποστάσεων—γνωριστικὰς ἰδιότητας. Κυρίλλου ἐκ τοῦ διαλόγου τοῦ περὶ τριάδος.
Ἡνῶσθαί φαμεν τῷ πατρὶ—καθέκαστόν τε καὶ ἰδικῶς.36

37

Βασιλείου πρὸς Ἀμφιλόχιον ἀπὸ κεφαλαίου ζʹ. Οἱ δὲ ταυτὸν λέγοντες—χρείαν μετασχηματίζεσθαι. Τοῦ αὐτοῦ ἐν τῇ πρὸς Νεοκαισαρεῖς βʹ ἐπιστολῇ. Καὶ γὰρ εἰδέναι χρή—εἰς τὸν ἰουδαϊσμὸν ἀποφέρεται.
5Καὶ πάλιν ἐν οἷς Εὐστάθιον τὸν Ἀρμένιον ὑπογράψαι πεποίηκεν, διαρρήδην γράφων ἀποφαίνεται. Προσήκει τοίνυν ἐναργῶς ὁμολογεῖν, ὅτι πιστεύουσι— τοῦ σωτηρίου φρονήματος. Γρηγορίου τοῦ θεολόγου ἐκ τοῦ αʹ θεολογικοῦ.
10Ἐπειδὴ χρὴ καὶ τὸν ἕνα—συναλοιφῆς ἢ ἀναλύσεως. Τοῦ αὐτοῦ ἐκ τοῦ συντακτηρίου λόγου.
Πιστεύομεν εἰς πατέρα—ἀλλ’ οὐκ ἐν πράγμασιν.37

38

Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὰ φῶτα λόγου. Θεοῦ δὲ ὅταν εἴπω—λόγον ἤγουν θεότητος. Ἀμφιλοχίου ἐκ τῆς πρὸς Σέλευκον ἐπιστολῆς. Ὥστε τὴν τοῦ θεοῦ μορφὴν καὶ τὴν τοῦ δούλου μορφὴν
5συντελεῖν εἰς ἓν πρόσωπον υἱοῦ τε καὶ κυρίου Ἰησοῦ Χριστοῦ. Βασιλείου ἐκ τοῦ κατὰ Ἀρειανῶν λόγου. Τὸ ἐν μορφῇ θεοῦ—καὶ κατ’ οὐσίαν ἴσος. Σχόλιον Ἀναστασίου πρεσβυτέρου περὶ προσω‐ πικῆς ἑνώσεως ἤγουν σχέσεως. Δύναται μὲν ἴσως λέγεσθαι
10ἕνωσις προσώπου, ὅτε τις τὸ ἑτέρου ὑποδυόμενος πρόσωπον ἀντ’ αὐτοῦ τοὺς ὑπὲρ αὐτοῦ ποιεῖται λόγους. ἀλλὰ ταύτην οὐ δεῖ κυρίως ἕνωσιν ἡγεῖσθαι. καλοῦσι γάρ τινες πρόσωπον τήν τινων σχέσιν πρὸς ἀλλήλους οὐκ ἀγνοούσης οὐδὲ τῆς συνήθους χρήσεως τοῦτο τοῦ προσώπου τὸ σημαινόμενον.
15λέγομεν γὰρ τὸ τοῦδε πρόσωπον ἀνειληφέναι τόνδε, καὶ τόνδε ὑπὲρ τοῦδε τὴν δίκην εἰσαγαγεῖν, καὶ τὸν ἄρχοντα τοῦ βασιλέως ἐπέχειν τὸ πρόσωπον. κατὰ τοῦτο τὸ σημαι‐ νόμενον ὁ Νεστόριος τὴν προσωπικὴν ἐπρέσβευσεν ἕνωσιν.
οἱ μέντοι Ῥωμαῖοι τὴν ὑπόστασιν πρόσωπον καλοῦσιν, οὐ38

39

δυνάμενοι τῆς οὐσίας τὴν ὑπόστασιν χωρίσαι διὰ τὸ στενὸν τῆς γλώσσης. ὅθεν ἐπὶ μὲν τῶν Βασιλείου χρόνων τῇ ἑλλάδι φωνῇ ἠναγκάσθησαν οἱ Ῥωμαῖοι τὸ τῆς οὐσίας ὄνομα ἐξειπεῖν. καὶ κεῖται ἡ χρῆσις Βασιλείου ἡ περὶ
5τούτου ἐν τῇ ἀρχῇ τοῦ παρόντος κεφαλαίου. μαρτυρεῖ δὲ καὶ ὁ θεολόγος Γρηγόριος λέγων ἐν τῷ εἰς Ἀθανάσιον ἐπιταφίῳ λόγῳ· „τῆς γὰρ μιᾶς οὐσίας καὶ τῶν τριῶν ὑποστάσεων λεγομένων μὲν ὑφ’ ἡμῶν εὐσεβῶς, νοουμένων δὲ καὶ παρὰ τοῖς Ἰταλοῖς ὁμοίως, ἀλλ’ οὐ δυναμένοις διὰ
10στενότητα τῆς παρ’ αὐτοῖς γλώττης καὶ ὀνομάτων πενίαν διελεῖν ἀπὸ τῆς οὐσίας τὴν ὑπόστασιν καὶ διὰ τοῦτο ἀντεισ‐ άγουσι τὰ πρόσωπα, ἵνα μὴ τρεῖς οὐσίαι παραδεχθῶσι, τί γίνεται; ὡς λίαν γελοῖον ἢ ἐλεεινόν. πίστεως ἔδοξε δια‐ φορὰ ἡ περὶ τὸν ἦχον σμικρολογία.“ ἰστέον δὲ ὡς οἱ
15νεώτεροι τῶν Ῥωμαίων φιλοπονήσαντες εἰς τοῦτο ἐσσεντία (essentia) τὴν οὐσίαν ἐκάλεσαν. τοῦτο δὲ κεῖται ἐν τῷ θʹ κεφαλαίῳ. Περὶ διαφορᾶς οὐσίας καὶ φύσεως καὶ ὑποστάσεως καὶ προσώπου κατὰ τοὺς ἔξωθεν φιλοσόφους. Τὸ τῆς οὐσίας ὄνομα σημαντικὸν ὑπάρχει τῆς ἁπλῶς
20τῶν ὄντων ὑπάρξεως τουτέστιν αὐτοῦ τοῦ ἁπλῶς εἶναι τῶν ὄντων. εἶναι γὰρ λέγονται καὶ ὁ ἄγγελος καὶ ὁ λίθος καὶ τὰ λοιπὰ πάντα. τούτου οὖν τοῦ ἁπλῶς εἶναι, οὗ κοινῶς πάντα μετέχουσι, σημαντικόν ἐστι τὸ τῆς οὐσίας ὄνομα. τὸ
δὲ τῆς φύσεως ὄνομα δηλωτικὸν τυγχάνει τῆς ἁπλῶς τῶν39

40

ὄντων κινήσεως. πάντα γὰρ ἐν κινήσει ὁρᾶται, καὶ οὐδέν ἐστιν ἀκίνητον τῶν γεγονότων. οὐσίαν οὖν καλοῦσι τὴν ἁπλῶς τῶν ὄντων ὕπαρξιν, φύσιν δὲ αὐτὴν τὴν ἁπλῶς τῶν ὄντων κίνησιν. πεντάτροπος δὲ αὕτη· ἢ γὰρ νοερὰ τυγχάνει ἢ
5λογικὴ ἢ αἰσθητικὴ ἢ φυτικὴ ἢ ἄψυχος. καὶ νοερὰ μὲν ὡς ἐπὶ τῶν ἀγγέλων, ἐξ αὐτῶν τῶν νοημάτων ἀλλήλοις συγγινο‐ μένων· λογικὴ δὲ ὡς ἐπὶ τῶν ἀνθρώπων, δι’ ὀνομάτων καὶ ῥημάτων τὰ ἀφανῆ τῆς ψυχῆς κινήματα πρὸς τοὺς ἐκτὸς δημοσιεύουσα· αἰσθητικὴ δὲ ἡ ἐν τοῖς ἀλόγοις θεωρουμένη,
10πρὸς γὰρ τῇ θρεπτικῇ καὶ αὐξητικῇ καὶ γεννητικῇ δυνάμει καὶ τὴν αἰσθητικὴν κέκτηνται· φυτικὴ δὲ ἡ ἐν τοῖς φυτοῖς, κινοῦνται γὰρ καὶ αὐτὰ κατὰ τὴν θρεπτικὴν καὶ αὐξητικὴν καὶ γεννητικὴν δύναμιν· ἄψυχος δὲ 〈ὡς ἐπὶ τῶν λίθων〉, καθὸ καὶ αὐτοὶ κινοῦνται κατὰ τὸ ποιὸν καὶ τὸ ποῦ, καὶ
15κατὰ τὸ ποιὸν μὲν κατὰ τὸ θερμαίνεσθαι καὶ ψύχεσθαι, κατὰ τὸ ποῦ δὲ κατὰ τὴν ἐκ τόπου εἰς τόπον ἑτεροκίνητον μετά‐ θεσιν. εἴρηται δὲ καὶ τοῦτο τῆς φύσεως τὸ ὄνομα παρὰ τὸ πεφυκέναι, ὥστε ταυτὸν σημαίνει τὸ τῆς οὐσίας καὶ τῆς φύσεως ὄνομα· τὸ μὲν γὰρ παρὰ τὸ εἶναι, τὸ δὲ παρὰ τὸ
20πεφυκέναι· ἀμφότερα γὰρ δηλοῦσι τὴν ὕπαρξιν. οὐ τὴν κίνησιν δὲ αὐτὴν καὶ τὴν ἠρεμίαν τῶν πραγμάτων φύσιν εἰρήκασιν, ἀλλὰ τὴν ἀρχὴν τουτέστι τὴν αἰτίαν, καθ’ ἣν οὐ κατὰ συμβεβηκός, ἀλλ’ οὐσιωδῶς αἱ οὐσίαι κινοῦνται καὶ ἠρεμοῦσιν. καὶ αὕτη ἐστὶν ἡ τῶν ἔξω περὶ τῶν ὀνομάτων
25τούτων δόξα. ὁρίζονται δὲ τὴν μὲν οὐσίαν πᾶν τὸ αὐθύπ‐ αρκτον καὶ μηδενὸς ἑτέρου πρὸς τὸ εἶναι δεόμενον, τὴν
φύσιν δὲ ἀρχὴν τῆς ἑκάστου τῶν ὄντων κινήσεως.40

41

Περὶ διαφορᾶς ὑποστάσεως καὶ προσώπου. Ἡ μὲν οὐσία αὐτὸ τὸ εἶναι μόνον δηλοῖ, ὡς προείρηται, ἡ ὑπόστασις δὲ οὐ μόνον τὸ εἶναι, ἀλλὰ καὶ τὸ πῶς ἔχειν καὶ ὁποῖόν τι εἶναι παρίστησιν, οἷον ὁμοῦ πάντες οἱ ἄνθρωποι
5κοινὸν ἔχουσι τὸ εἶναι. καὶ γὰρ πάντες ὡσαύτως „ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν“. ἔχει δὲ ἕκαστος ἡμῶν ἴδιά τινα, οἷς τῶν ἄλλων ἀνθρώπων χωρίζεται, οἷον πατρίδα, γένος, κλῆσιν, ἐπιτήδευμα, πράξεις, πάθη καὶ τὰ τοιαῦτα, ἃ καὶ συμβεβηκότα καλοῦμεν. ταῦτα οὖν ἅπαντα περὶ τὴν ὑπό‐
10στασιν θεωροῦνται καὶ τὸ αὐτὸ πρᾶγμα, οἷον Παῦλος, ὅταν τὸ εἶναι αὐτοῦ μόνον σκοπῆται, τότε οὐσία λέγεται, ὅταν δὲ μετὰ τούτων τῶν προλελεγμένων, τότε καὶ ὑπόστασις. τὸ οὖν αὐτὸ ὑποκείμενον καὶ οὐσία ἐστὶ καὶ ὑπόστασις· τὸ μέν‐ τοι τῆς οὐσίας ὄνομα οὐ συμπαραλαμβάνει πάντως καὶ τὴν
15ὑπόστασιν, τὸ δὲ τῆς ὑποστάσεως πάντως ἔχει καὶ τὴν οὐσίαν. Ὁριζόμεθα οὖν τὴν ὑπόστασιν οὕτως· ὑπόστασίς ἐστι πρᾶγμα ὑφεστός τε καὶ οὐσιῶδες, ἐν ᾧ τὸ τῶν συμβεβηκότων ἄθροισμα ὡς ἐν ἑνὶ ὑποκειμένῳ πράγματι καὶ ἐνεργείᾳ ὑφέ‐ στηκε. πρόσωπον δέ ἐστιν, ὃ διὰ τῶν οἰκείων ἐνεργημάτων
20τε καὶ ἰδιωμάτων περιωρισμένην τῶν ὁμοφυῶν αὐτοῦ τὴν ἐμφάνειαν παρέχεται. ἡ οὖν διὰ τῆς ἐνεργείας ἐγγινομένη τινὸς ἡμῖν γνῶσις πρόσωπον τοῦτο αὐτὸ τὸ ἐνεργοῦν καλεῖν ἡμᾶς ἐκδιδάσκει, οἷον Παῦλος ὁ ἀπόστολος, ὅτε „ἑστὼς ἐπὶ
τῶν ἀναβαθμῶν κατέσεισε τῇ χειρὶ τῷ λαῷ“ καὶ τὰ καθ’41

42

ἑαυτὸν διηγήσατο, ἓν πρόσωπον ἀποκεκριμένον τῶν λοιπῶν ἀνθρώπων ὄντα ἡμῖν ἑαυτὸν διεδείκνυ. ὁμοίως καὶ Πέτρος, ὅτε τὸν ἐπενδύτην διεζώσατο καὶ εἰς τὴν θάλασσαν ἑαυτὸν βαλὼν εἰς ἀνάντησιν ἤρχετο τοῦ κυρίου. ὥστε τὸ διὰ τῶν
5οἰκείων ἐνεργειῶν τῶν ὁμοουσίων διαιρούμενον πρόσωπον καλεῖται. δοκεῖ δὲ ταυτὸν σημαίνειν τῇ ὑποστάσει καὶ ἢ μικρὸν ἢ οὐδὲν διαλλάττειν. καὶ ταῦτα μὲν κατὰ τοὺς ἔξω. Οἱ δὲ τῆς ἐκκλησίας διδάσκαλοι τὴν περὶ τούτων ἐρε‐ σχελίαν ἀποφυγόντες φύσιν καὶ οὐσίαν ταυτὸν εἶναι διωρίσαντο
10καὶ ὁμοίως ὑπόστασιν καὶ πρόσωπον. καὶ φύσιν μὲν ἤγουν οὐσίαν προσηγόρευσαν τὸ προσεχὲς καὶ πλησίον τῶν ἀτόμων, ὅπερ ἰδικώτατον εἶδος οἱ ἔξω ἐκάλεσαν, οἷον τὸν ἄνθρωπον, τὸν ἵππον, τὸν βοῦν· τὰ δὲ ἄτομα τουτέστι τὸν Πέτρον, τὸν Παῦλον, τόνδε τὸν ἵππον καὶ τόνδε τὸν βοῦν καὶ ἁπλῶς
15εἰπεῖν τοὺς καθ’ ἕκαστα, ὑποστάσεις καὶ πρόσωπα. Ὅτι οἱ ἀρχαῖοι τὴν οὐσίαν τετραχῶς διεῖλον, ἐκ τῶν Ἡρακλειανοῦ. Λέγονται, φασίν, οὐσίαι αἱ ἀσώματοι, λέγεται καὶ ἡ ὕλη οὐσία, ὁμοίως δὲ καὶ τὸ εἶδος, ἀλλὰ καὶ τὸ συναμφότερον,
20τὸ ἐξ ὕλης φημὶ καὶ εἴδους. καὶ τὴν μὲν ὡς εἶδος οὐσίαν εἰς ταυτὸν ἔρχεσθαι τῇ φύσει, τὴν δὲ ὡς ἀσώματον ἢ ὡς τὸ συναμφότερον, εἰ μὲν μετὰ τῶν ἰδιωμάτων νοοῖτο, ὅπερ ἐστί, τὶ ἀσώματον καί τι συναμφότερον, ἃ καὶ ἄτομα λέγομεν, τοῦτό ἐστιν ἡ ὑπόστασις. εἰ δέ τι ἢ ὡς συναμφότερον καθ‐
25όλου νοοῖτο ἢ ὡς ὕλη ἢ ὡς λέγονται αἱ ἀσώματοι οὐσίαι καθόλου, τοῦτο οὔτε φύσιν οὔτε ὑπόστασιν λέγουσιν, ἀλλ’ αὐτὸ τοῦτο οὐσίαν. παράδειγμα δέ σοι τῶν εἰρημένων ἔστω τι τῶν δένδρων, εἰ βούλει δρῦς. αὕτη καθ’ ὅσον μὲν ἐν
τῷδε τῷ τόπῳ καὶ εἰς τοσόνδε ὕψος ᾐρμένη καὶ τὴν ἕξιν42

43

τοιάδε καὶ συνελόντι φάναι κατὰ τὰ λοιπὰ ἰδιώματα ὑπόστασίς ἐστι. καθὸ μέντοι τοῖς τέτρασι στοιχείοις τοῖς εἰς τὴν γένεσιν αὐτῆς παραλειφθεῖσι τοιόνδε εἶδος ἐπελθὸν ἐποίησεν αὐτὸ δρῦν εἶναί τε καὶ λέγεσθαι, κατὰ τοῦτο δὴ τὸ εἶδος λέγεται φύσις
5εἶναι. οὔτε δὲ κατὰ τὴν ὕλην τουτέστι τὰ στοιχεῖα οὔτε κατὰ τὴν καθόλου δρῦν, καθ’ ἣν πᾶσαί τε κοινωνοῦσιν ἀλλήλαις καὶ καλοῦνται δρύες, ἢ φύσις ἢ ὑπόστασις λέγεται, ἀλλ’ αὐτὸ τοῦτο μόνον οὐσία. Ἐκ δὲ τούτων φανερόν ἐστί σοι καὶ ἐπὶ τῶν προκειμένων
10καὶ ζητουμένων δογμάτων, πῶς τε τὴν οὐσίαν καὶ τὴν φύσιν καὶ τὴν ὑπόστασιν ἐκδέχεσθαι χρή. ταύτῃ γὰρ καὶ οἱ ἐν Νικαίᾳ πατέρες ἀκολουθήσαντες τῇ ἐννοίᾳ τὴν μὲν οὐσίαν ἐπὶ τῆς καθόλου, τὴν δὲ ὑπόστασιν ἐπὶ τῆς μερικῆς καὶ ἀτόμου ἐδέξαντο. φύσιν γὰρ τὴν ὑπόστασιν ὅλως ἐπὶ θεοῦ παρακεκιν‐
15δυνευμένον λέγειν· ἐῶ γὰρ τὸ περὶ οὐσίας λέγειν τὰ νῦν. Ὅτι οἱ αἱρετικοὶ μίαν φύσιν λέγοντες οὐ λέγουσι καὶ μίαν οὐσίαν. Καὶ ἄκουσον Σευήρου τοῦ Ἕλληνος ἐν τῷ κατὰ τοῦ Καισαρέως γραμματικοῦ βιβλίῳ αʹ κεφαλαίῳ αʹ οὕτω λέ‐
20γοντος· „οὐκ ἂν τὸ ἓν τῇ φύσει καὶ τῇ ὑποστάσει ταυτὸν τῇ οὐσίᾳ κακούργως νοῶν μῶμον τὸν οὐκ ὄντα τῶν ὑγιῶς δοξάντων κατέγραφεσ“. εἰ μὲν οὖν μίαν φύσιν λέγοντες μίαν καὶ οὐσίαν ὡμολόγουν ἐπὶ τοῦ κυρίου, ἴσως ἂν δικαίως ἡμῖν τὴν ἀπορίαν ταύτην προέφερον. ἐπειδὴ δὲ μίαν φύσιν ὁμο‐
25λογοῦντες δύο οὐσίας ἀξιοῦσιν ἐπὶ τοῦ κυρίου λέγειν, πῶς οὐκ ἄν τις δικαίως αὐτοῖς ὑπὲρ τῆς τοιαύτης ἀπορίας ἐνίσταιτο λέγων· τί δήποτε τὸν ἄνθρωπον μίαν οὐσίαν λέγοντες καί‐
τοι ἐκ ψυχῆς καὶ σώματος συγκείμενον δύο οὐσιῶν καὶ43

44

φάσκοντες τὸν αὐτὸν εἶναι τρόπον τῆς συνθέσεως ἐπὶ τῆς τοῦ κυρίου οἰκονομίας, ὅνπερ ἐπὶ τοῦ ἀνθρώπου φαμέν, οὐχὶ καὶ οὐσίαν μίαν ἐπὶ τοῦ κυρίου εἶναι ὁμολογοῦσιν; περὶ μὲν γὰρ τῆς οὐσίας, ὅτι ἡ πρώτη καὶ κυριωτάτη καὶ μάλιστά
5ἐστιν ἡ ἄτομος, ἀξιοῦσιν ὁμολογεῖν. περὶ δὲ τῆς φύσεως οὐδὲ οἱ ἐκ τοῦ περιπάτου ταῦτα παραδιδόασιν, ἴσως καὶ αὐτὸ τῆς φύσεως καὶ τῆς οὐσίας τὸ ὄνομα διαφοράν τινα ἔχειν πρὸς ἄλληλα κρίναντες. Ἰστέον ὡς οἱ ἐν Χαλκηδόνι ἅγιοι πατέρες τοῖς ἐν Νικαίᾳ
10πατράσιν ἀκολουθήσαντες εἶπαν φύσιν καὶ οὐσίαν ταυτὸν εἶναι, ἕτερον δὲ παρὰ τὴν φύσιν τὸ ἄτομον καὶ τὴν ὑπόστασιν, καὶ οὐχὶ τοῖς ἔξω φιλοσόφοις, οἵτινες τὴν μίαν οὐσίαν τὴν πρώτην λέγουσιν εἶναι τὸ ἄτομον, οὐ πρώτην δὲ φύσιν τὸ ἄτομον, ἀλλ’ οὐδὲ ταυτὸν φύσιν καὶ οὐσίαν. οἱ δὲ αἱρετικοί, οἱ Εὐ‐
15τυχοῦς καὶ Σευήρου τοῦ Ἕλληνος μαθηταί, οὐδὲ τοῖς ἁγίοις πατράσιν ἀκολουθοῦσι λέγουσιν οὐσίαν καὶ φύσιν ταυτὸν εἶναι, ἕτερον δὲ παρὰ ταῦτα τὸ ἄτομον καὶ τὴν ὑπόστασιν, οὐδὲ τοῖς ἔξω φιλοσόφοις πρώτην καὶ κυριωτάτην οὐσίαν τὸ ἄτομον καλοῦσιν, οὐ πρώτην δὲ φύσιν. οἱ γὰρ τοῦ Σευήρου, ὡς
20εἴρηται, ταυτὸν λέγοντες φύσιν καὶ ὑπόστασιν καὶ ἄτομον, οὐσίαν καὶ ὑπόστασιν καὶ ἄτομον ταυτὸν εἰπεῖν οὐκ ἀνέχονται, ὥσπερ οἱ τῶν Ἑλλήνων σοφοί, ἀλλ’ οὐδὲ ὡς οἱ πατέρες εἰρήκασιν. Ἐκ τῶν Παμφίλου.
25 Φησὶν ὁ Ἀριστοτέλης· „οὐσία ἐστὶν ἡ κυριώτατα καὶ πρώτως καὶ μάλιστα λεγομένη, ἣ μήτε καθ’ ὑποκειμένου τινὸς λέγεται μήτε ἐν ὑποκειμένῳ ἐστί.“ κυριώτατα δὲ εἶπεν, διότι κυρίως λέγεται καὶ οὐ κατὰ μεταφοράν. τὸ δὲ πρώτως
δηλοῖ, ὅτι οὐ διὰ μέσου τινὸς ἡμῖν νοεῖται, ἀλλὰ πρώτως44

45

αὐτὴν γινώσκομεν. διὰ δὲ τοῦ εἰπεῖν μάλιστα λεγομένη τὴν τῶν πολλῶν δόξαν ἐσήμανεν. ἐν γὰρ τοῖς τελειοτέροις αὐτοῦ λόγοις οὐ τὴν ἄτομον καὶ μερικὴν λέγει πρώτην οὐσίαν, ἀλλὰ τὴν καθόλου τουτέστι τὰ γένη καὶ τὰ εἴδη. ἐν ὑπο‐
5κειμένῳ δὲ οὐκ ἔστι, διότι συμβεβηκὸς οὐχ ὑπάρχει· τὰ γὰρ συμβεβηκότα ὡς ἐν τῇ οὐσία θεωρούμενα ἐν ὑποκειμένῳ λέγεται. τὸ δὲ μηδὲ καθ’ ὑποκειμένου τινὸς εἶναι σημαίνει, ὅτι οὐ κατηγορεῖται κατά τινος οὔτε ὑποδιαιρεῖται εἰς ἑτέραν οὐσίαν, μερικὴ οὖσα καὶ ἄτομος.
10 Περὶ διαφορᾶς οὐσίας καὶ φύσεως. Οἱ μὲν ἔξω φιλόσοφοι ἕτερον εἶπον τὸ τῆς οὐσίας ση‐ μαινόμενον, ἕτερον δὲ τὸ τῆς φύσεως, καθὼς οἱ παρ’ αὐτῶν ἀποδοθέντες ὅροι δηλοῦσιν. οἱ δὲ τῆς ἐκκλησίας διδάσκαλοι ἀδιαφόρως τοῖς ὀνόμασιν ἐχρήσαντο. ὅθεν καὶ ἡμεῖς τούτοις
15ἑπόμενοι περὶ τὴν ὀνομασίαν αὐτῶν ἀδιαφοροῦμεν ἐν τοῖς περὶ „τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ“ θείοις δόγμασι τὴν αὐτὴν οὐσίαν καὶ φύσιν ὀνομάζοντες. Καθ’ ἑτέραν δὲ ἐπίνοιαν ἀκριβέστερον τὸν περὶ τούτων γυμνάζοντες λόγον καὶ διαφορὰν τούτων εἰπεῖν δυνάμεθα.
20τὸ μὲν γὰρ τῆς φύσεως ὄνομα φερόμενον εὑρίσκομεν κατα‐ χρηστικῶς κατά τε ἀνυποστάτων καὶ κατὰ τῶν ἐν οὐσίᾳ καὶ ὑποστάσει ἰδίᾳ θεωρουμένων· τὸ δὲ τῆς οὐσίας ὄνομα κατὰ ἐνυποστάτων καὶ μόνον. οὐσίαν γὰρ οὐκ ἂν εἴποιμεν ἀνυπό‐ στατον. φύσεις δὲ πολλὰς εὑρίσκομεν ἀνυποστάτους καθ’
25ἑαυτὰς δίχα οὐσίας μηδέποτε ὑφεστώσας, ὡς θυμοῦ καὶ ἀγάπης καὶ χρόνου καὶ ψεύδους καὶ ἄλλων τινῶν. χρόνου γὰρ καὶ ψεύδους καὶ λόγου φύσιν ὀνομάζων ὁ μέγας Βασί‐
λειός φησιν ἐν τοῖς πρὸς Εὐνόμιον· „πολλοῦ γὰρ ἂν ἄξιον45

46

ἦν τὰ ψεύδη λέγειν, εἴπερ ἡ φύσις τοῦ ψεύδους τοῖς λεγο‐ μένοις συνδιεφθείρετο. ἀλλ’ οὐκ ἔχον ἐστὶ φύσιν τοῦτό γε.“ καὶ πάλιν· „ἐπεί τοι καὶ ἀφορίσασθαι ἡμῖν τοῦ χρόνου τὴν φύσιν ὁ σοφὸς τὰ πάντα προήχθη.“ καὶ πάλιν ὁ αὐτός·
5„καὶ γὰρ ὁλκὸς μὲν ὕδατος δείκνυσι τὴν οἰκείαν πηγήν, λόγου δὲ φύσις τὴν προενέγκασαν καρδίαν.“ Περὶ τῆς ὑποστάσεως τοῦ Χριστοῦ, ὁμοίως ἐκ τῶν Παμφίλου. Τὴν μίαν ὑπόστασιν, ἣν ἐπὶ τοῦ δεσπότου Χριστοῦ
10δοξάζειν οἱ τῆς ἐκκλησίας διδάσκαλοι παρέδωκαν ἡμῖν, πό‐ τερον οὐσίαν ὀνομάζειν δεῖ ἢ συμβεβηκός; Ἐκ τῶν ἀνωτέρω λεχθέντων περὶ οὐσίας καὶ ὑποστάσεως δυνάμεθα τὴν λύσιν εὑρεῖν τοῦ προκειμένου ζητήματος· εἰρή‐ καμεν γὰρ τὴν μὲν οὐσίαν τὴν ὕπαρξιν ἑκάστου πράγματος
15σημαίνειν, τὴν δὲ ὑπόστασιν τὴν πληθὺν τῶν χαρακτηριστικῶν ἰδιωμάτων. καὶ πάλιν ἐδείξαμεν, ὡς ἡ μὲν οὐσία τὴν κοινὴν φύσιν τῶν ἀτόμων τὴν χωρὶς τῶν ἰδιωμάτων οὖσαν τῶν ἀφοριζόντων τὰς ὑποστάσεις σημαίνει, ἡ δὲ ὑπόστασις τὸ ἴδιον καὶ τὸ ἄτομον τοῖς ἰδιώμασιν ἀφορίζει. ἡ οὖν οὐσία
20τὸ κοινὸν σημαίνει, ἡ δὲ ὑπόστασις τὸ ἰδικόν. οὐκ ἔστι δὲ ταυτὸν τὸ ἰδικὸν τῷ κοινῷ. οὐκ ἔστιν ἄρα ταυτὸν ἡ οὐσία τῇ ὑποστάσει, καὶ διὰ τοῦτο οὐχ ὀφείλομεν τὴν ὑπόστασιν τὴν κατὰ Χριστὸν ὡς ὑπόστασιν ἁπλῶς οὐσίαν εἰπεῖν. καὶ πάλιν εἰ τὴν ὑπόστασιν τοῦ Χριστοῦ σύνθετον οὖσαν οὐσίαν
25προσαγορεύσομεν, ἀνάγκη καὶ αὐτὴν σύνθετον καὶ ἄτομον ὑποθέσθαι. καὶ εἰ τοῦτο, πῶς τὸ ἀσύγχυτον καὶ ἄτρεπτον τῶν φύσεων, ἐξ ὧν ἡ θεία καὶ ὑπερφυὴς ἕνωσις γεγένηται,
πεφύλακται; πῶς δὲ ἡ αὐτὴ φύσις ἤγουν οὐσία κτιστὴ καὶ46

47

ἄκτιστος, ζωοποιὸς καὶ ζωοποιουμένη, καὶ ὁμοούσιος τῷ θεῷ καὶ πατρὶ ἡ αὐτὴ κατὰ τὴν θεότητα καὶ ὁμοούσιος ἡμῖν κατὰ τὴν ἀνθρωπότητα δύναται εἶναι; διὰ ταῦτα μὲν οὖν καὶ τὰ ἀνωτέρω εἰρημένα περὶ τοῦ μὴ δεῖν οὐσίαν σύνθετον ἐπὶ
5τοῦ δεσπότου Χριστοῦ δοξάζειν τὴν ὑπόστασιν οὐκ οὐσίαν ἁπλῶς ὡς ὑπόστασιν λέγειν προσήκει, συμβεβηκὸς δὲ πολλοῦ γε καὶ δεῖ διὰ τὸ ὑπερτελές τε καὶ ἄϋλον καὶ ὑπερκείμενον πάσης νοητῆς τε καὶ αἰσθητῆς ὑπάρξεως τῆς θείας καὶ μακα‐ ρίας φύσεως. ἐπεὶ οὖν οὔτε οὐσίαν ἁπλῶς οὔτε συμβεβηκὸς
10λέγειν ταύτην ὀφείλομεν, ὅ τί ποτε χρὴ τὸ δηλούμενον ὀνομάζειν ἢ τὸ ἀποτέλεσμα τῶν ἑνωθεισῶν δύο φύσεων ἤγουν οὐσιῶν μετὰ τῶν ἰδιωμάτων αὐτῶν, θεότητός φημι καὶ ἀνθρω‐ πότητος, ὡς εἶναι τὴν κατὰ Χριστὸν ὑπόστασιν πρᾶγμα σύν‐ θετον ἐνούσιον ἢ ἄτομον ἐν δύο φύσεσι γνωριζόμενον.
15 Κεφάλαιον Ζʹ. Ὅτι θεὸς ἅμα καὶ ἄνθρωπος ὁ Χριστὸς καὶ εἷς ὁ Χριστός, καὶ περὶ τοῦ τρόπου τῆς οἰκονομίας ἤγουν τῆς θείας ἐνανθρωπήσεως, καὶ περὶ τοῦ πάθους καὶ τῆς ἐν τῷ ᾅδῃ καθόδου, ὅπως οἱ πατέρες
20παρέδωκαν. Κυρίλλου ἐκ τοῦ πρὸς Θεοδόσιον τὸν βασιλέα προσφωνητικοῦ. Τὸν „θεοῦ μεσίτην καὶ ἀνθρώπων“—„ἐν πολλοῖς
ἀδελφοῖσ“.47

48

Καὶ μετ’ ὀλίγα· Γεγέννηται γὰρ κατὰ ἀλήθειαν— παραδόξως συνδούμενος. Καὶ μεθ’ ἕτερα· Πανταχόθεν οὖν ἄρα συνωθούμενοι— οὐ φύσεως παρατροπήν.
5 Ἰστέον ὡς ταῦτα καὶ ἐν τοῖς πρὸς Ἑρμείαν αὐταῖς αὐτῷ λέξεσιν εἴρηται, ἐν οἷς ἐπέγραψε „περὶ τῆς ἐνανθρω‐ πήσεως τοῦ μονογενοῦς καὶ ὅτι Χριστὸς εἷς καὶ κύριος κατὰ τὰς γραφάσ“. Τοῦ αὐτοῦ πρὸς Ἰωάννην ἐπίσκοπον Ἀντιοχείας.
10 Λέγοντες δὲ θεὸν παθητὸν τουτέστι τὸν Χριστὸν ὁμο‐ λογοῦμεν αὐτὸν οὐ τούτῳ παθόντα ᾧ ἦν ἀλλ’ ᾧ γέγονε τουτέστι τῇ οἰκείᾳ σαρκί. καὶ οὕτω κηρύττοντες οὐδ’ ὅλως σφαλλόμεθα, ἐπείπερ καὶ τὸν ἕνα τῆς τριάδος κατὰ σάρκα ἐσταυρῶσθαι ὁμολογοῦμεν καὶ θεότητα παθητὴν οὐ συκοφαντοῦμεν.
15Πρόκλου Κωνσταντινουπόλεως ἐν τῇ τεσσαρακοστῇ. Οὗτος γὰρ ἀληθῶς θεὸς καὶ ἀψευδῶς ἄνθρωπος τῷ
πατρὶ καθ’ ὃ ἦν ὁμοούσιος, καὶ ἐμοὶ καθ’ ὃ γέγονεν ἄνευ48

49

ἁμαρτίας ὁμόφυλος ἡ θεία φύσις ἄκτιστος καὶ ἡ ἐξ ἐμοῦ πρόσληψις ἀνόθευτος. καὶ ἔστιν εἷς υἱός, οὐ τῶν φύσεων εἰς δύο ὑποστάσεις διαιρουμένων, ἀλλὰ τῆς φρικτῆς οἰκονομίας τὰς δύο φύσεις εἰς μίαν ὑπόστασιν ἑνωσάσης, ἔστιν εἷς υἱός,
5κἂν αἱρετικοὶ διαρρήγνυνται, κἂν Ἰουδαῖοι μαίνωνται, κἂν Ἕλληνες διασπαράσσωνται. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τὴν γέννησιν τοῦ Χριστοῦ, οὗ ἡ ἀρχή· Εὐλογητὸς ὁ θεός. Ἕνα νοοῦμεν τὸν Χριστὸν ἐν δύο φύσεσι μετὰ τὴν ἕνωσιν,
10θεότητός τε καὶ ἀνθρωπότητος, ἐκ ψυχῆς καὶ σώματος, ἕνα καὶ τὸν αὐτόν. εἷς υἱός, εἷς μονογενής, εἷς κύριος Ἰησοῦς Χριστός. δύο γὰρ φύσεων ἕνωσις γέγονεν εἰς μίαν υἱότητα καὶ κυριότητα. ἕνωσις γέγονεν οὐ σύγχυσις, ἕνωσις οὐ τροπή, ἕνωσις οὐ φυρμός· „ὁ“ γὰρ „λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν“.
15Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τὴν ἁγίαν θεοτόκον, οὗ ἡ ἀρχή· Παρθενικὴ πανήγυρις σήμερον. Εἰ μὴ παρθένος ἔμεινεν—„ὁ κύριός μου καὶ ὁ θεός μου“. Ἀμβροσίου ἐκ τῆς πίστεως περὶ τῆς θείας ἐνανθρωπήσεως. Ὁμολογοῦμεν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν
20υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, πρὸ πάντων μὲν τῶν αἰώνων ἀνάρχως ἐκ πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ’ ἐσχάτων δὲ τῶν ἡμερῶν ἐκ τῆς ἁγίας παρθένου Μαρίας τὸν αὐτὸν σαρκωθέντα καὶ τέλειον ἄνθρωπον ἐκ ψυχῆς λογικῆς καὶ
σώματος ἀνειληφότα, ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα49

50

καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρωπότητα. δύο γὰρ φύσεων ἕνωσις γεγένηται ἀφράστως. διὸ ἕνα Χριστόν, ἕνα υἱὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ ὁμολογοῦμεν, εἰδότες, ὅτιπερ συναΐδιος ὑπάρχων τῷ ἑαυτοῦ
5πατρὶ κατὰ τὴν θεότητα, καθ’ ἣν καὶ πάντων ὑπάρχει δημιουργός, κατηξίωσε μετὰ τὴν συγκατάθεσιν τῆς ἁγίας παρθένου, ἡνίκα εἴρηκε πρὸς τὸν ἄγγελον· „ἰδοὺ ἡ δούλη κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου,“ ἀπορρήτως ἑαυτῷ ἐξ αὐτῆς οἰκοδομῆσαι ναὸν καὶ τοῦτον ἑνῶσαι ἑαυτῷ ἐξ αὐτῆς
10συλλήψεως, οὐ συναΐδιον ἐκ τῆς αὐτοῦ οὐσίας ἀνθρώπινον ἐπιφερόμενος σῶμα, ἀλλ’ ἐκ τοῦ φυράματος τῆς ἡμέτερας οὐσίας τουτέστιν ἐκ τῆς παρθένου τοῦτο εἰληφὼς καὶ ἑαυτῷ ἑνώσας. οὐχὶ ὁ θεὸς λόγος εἰς σάρκα τραπεὶς οὔτε μὴν φάντασμα φανείς, ἀλλ’ ἀτρέπτως, ἀναλλοιώτως τὴν ἑαυτοῦ
15διατηρῶν οὐσίαν τὴν ἀπαρχὴν τῆς φύσεως τῆς ἡμέτερας εἰληφὼς ἑαυτῷ ἥνωσεν. οὐκ ἀρχὴν ὁ θεὸς λόγος ἐκ τῆς παρθένου εἰληφώς, ἀλλὰ συναΐδιος τῷ ἑαυτοῦ πατρὶ ὑπάρχων τὴν τῆς φύσεως τῆς ἡμετέρας ἀπαρχὴν ἑαυτῷ διὰ πολλὴν ἀγαθότητα ἑνῶσαι κατηξίωσεν, οὐ κραθείς, ἀλλ’ ἐν ἑκατέραις
20ταῖς οὐσίαις εἷς καὶ ὁ αὐτὸς φανεὶς κατὰ τὸ γεγραμμένον· „λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.“ λύεται γὰρ Χριστὸς Ἰησοῦς κατὰ τὴν ἐμὴν οὐσίαν, ἣν ἔλαβε, καὶ λελυμένον ἐγείρει τὸν ἴδιον ναὸν ὁ αὐτὸς κατὰ τὴν θείαν αὐτοῦ οὐσίαν, καθ’ ἣν καὶ πάντων ὑπάρχει δημιουργός.
25οὐδέποτε δὲ μετὰ τὴν ἕνωσιν τῆς ἡμετέρας φύσεως, ἣν ἐξ αὐτῆς τῆς συλλήψεως ἑαυτῷ ἑνῶσαι κατηξίωσεν, ἀποστὰς τοῦ ἰδίου ναοῦ ἢ ἀποστῆναι διὰ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν δυνάμενος, ἀλλ’ ἔστιν ὁ αὐτὸς κύριος Ἰησοῦς Χριστὸς καὶ
παθητὸς καὶ ἀπαθής, παθητὸς κατὰ τὴν ἀνθρωπότητα, ἀπαθὴς50

51

διὰ τὴν θεότητα· „ἴδετε γάρ, ἴδετε, ὅτι ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι.“ ἐγείρας τοιγαροῦν τὸν ἑαυτοῦ ναὸν ὁ θεὸς λόγος καὶ ἐν αὐτῷ τῆς φύσεως ἡμῶν ἀνάστασιν καὶ ἀνανέωσιν ἐργασάμενος καὶ ταύτην μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῖς
5ἑαυτοῦ δείξας μαθηταῖς ἔλεγε· „ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.“ οὐκ εἶπε καθὼς ἐμὲ θεωρεῖτε ὄντα, ἀλλ’ ἔχοντα, ἵνα καὶ τὸν ἔχοντα καὶ τὸν ἐχόμενον κατανοήσας οὐ κρᾶσιν, οὐ τροπήν, οὐκ ἀλλοίωσιν, ἀλλ’ ἕνωσιν ἄφραστον γεγενημένην
10ἐπίδῃς· διὰ τοῦτο καὶ τοὺς τύπους τῶν ἥλων καὶ τὴν νύξιν τῆς λόγχης ὑπέδειξε καὶ ἔμπροσθεν τῶν μαθητῶν αὐτοῦ ἔφαγεν, ἵνα διὰ πάντων τὴν ἀνάστασιν τῆς ἡμετέρας φύσεως ἐν αὐτῷ ἀναθεωρηθεῖσαν πιστώσηται αὐτούς. καὶ ὅτι κατὰ τὴν μακαρίαν τῆς θεότητος οὐσίαν ἄτρεπτος, ἀναλλοίωτος,
15ἀπαθής, ἀθάνατος, ἀνενδεὴς φανερωθείς, πάντα τὰ πάθη κατὰ συγχώρησιν εἴασεν ἐπενεχθῆναι τῷ ναῷ, καὶ τοῦτον τῇ οἰκείᾳ ἀνέστησε δυνάμει. Γρηγορίου τοῦ θεολόγου ἐκ τῶν πρὸς Κληδόνιον, ἅτινα προε‐ κομίσθη καὶ ἐν τῇ κατ’ Ἔφεσον ἁγίᾳ συνόδῳ κατὰ Νεστορίου
20τοῦ δυσσεβοῦς.
Εἴ τις οὐ θεοτόκον—ἀνάδειξιν οὕτω λέγηται.51

52

Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὰ θεοφάνια λόγου. Ἀπεστάλη μέν, ἀλλ’ ὡς ἄνθρωπος—ταῦτα τῆς ἐξουσίας. Ἀθανασίου ἐκ τοῦ κατὰ Ἀπολιναρίου αʹ λόγου. Ἀλλ’ ὁ ὢν φύσει θεὸς—γέννησιν ἐπιδειξάμενος.
5 Γρηγορίου Νύσσης ἐκ τοῦ κατηχητικοῦ λόγου. Ἀλλὰ μικρόν, φησί—θείας οἰκονομίας λαμβάνειν; Ἐκ τῆς συνοδικῆς Κυρίλλου πρὸς Νεστόριον ἐπιστολῆς. Ἐὰν δὲ τὴν καθ’ ὑπόστασιν ἕνωσιν ἢ ὡς ἀνέφικτον ἢ ὡς ἀκαλλῆ παραιτούμεθα, ἐμπίπτομεν εἰς τὸ λέγειν δύο υἱούς.
10Ἰσιδώρου πρεσβυτέρου πρὸς Ἀρχίδιον πρεσβύτερον κατὰ Νεστορίου. Τὸ „ἐν αὐτῷ κατοικεῖ“—οἰακίζων ἐνηνθρώπησεν. Ἀθανασίου ἐκ τοῦ κατὰ Ἀπολιναρίου λόγου.
Εἰ δὲ πιστεύετε—θεὸς καὶ ἄνθρωπος ὁ αὐτός.52

53

Κυρίλλου ἐκ τῆς εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον ἑρμηνείας. Ὡς γὰρ ἤδη τὴν τοῦ λόγου μορφὴν—κατὰ ταυτὸν ἀμφότερα.
5 Τοῦ αὐτοῦ ἐκ τῶν σχολίων. Οὐ διοριστέον ἄρα τὸν ἕνα κύριον Ἰησοῦν Χριστὸν εἰς ἄνθρωπον ἰδικῶς καὶ θεὸν ἰδικῶς, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν Ἰησοῦν Χριστὸν εἶναί φαμεν, τὴν τῶν φύσεων εἰδότες δια‐ φορὰν καὶ ἀσυγχύτους ἀλλήλαις τηροῦντες αὐτάς.
10Τοῦ αὐτοῦ πρὸς Θεοδόσιον τὸν βασιλέα. Ὅτε τῷ γυναίῳ προσλαλῶν—ἀληθὲς ἔχων ἐν ἑαυτῷ. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ἀκάκιον ἐπιστολῆς. Πῶς γὰρ νοοῖτο—ὁμοῦ καὶ ἄνθρωπος ὁ αὐτός; Ἱππολύτου ἐπισκόπου Ῥώμης καὶ μάρτυρος.
15 Διὰ τοῦτο „πυλωροὶ ᾅδου ἰδόντες σε ἔπτηξαν“ καὶ συνετρί‐ βησαν πύλαι χαλκαῖ καὶ μοχλοὶ σιδηροῖ συνεκλάσθησαν. καὶ ἰδοὺ ὁ μονογενὴς εἰσῆλθεν ὡς ψυχὴ μετὰ ψυχῶν θεὸς λόγος
ἔμψυχος. τὸ γὰρ σῶμα ἔκειτο ἐν μνημείῳ οὐχὶ κενωθὲν τῆς53

54

θεότητος, ἀλλ’ ὥσπερ ἐν ᾅδῃ ὢν τῇ οὐσίᾳ ἦν πρὸς τὸν πατέρα, οὕτως ἦν καὶ ἐν τῷ σώματι καὶ ἐν τῷ ᾅδῃ· ἀχώ‐ ρητος γάρ ἐστιν ὁ υἱὸς ὡς ὁ πατὴρ καὶ πάντα περιέχει· ἀλλὰ θέλων ἐχωρήθη ἐν σώματι ἐμψύχῳ, ἵνα μετὰ τῆς ἰδίας
5ψυχῆς πορευθῇ εἰς τὸν ᾅδην καὶ μὴ γυμνῇ τῇ θεότητι. Γρηγορίου Νύσσης ἐκ τοῦ εἰς τὸ πάσχα λόγου. Ἐν τῷ καιρῷ τῆς—τῆς τῶν διαιρεθέντων ἑνώσεως. Κυρίλλου ἐκ τῆς πρὸς Θεοδόσιον τὸν βασιλέα. Καὶ ἦν θαυμαστόν, ὅτι σῶμα—ἐνανθρωπήσεως τρόπος.
10 Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Νεστόριον αʹ ἐπιστολῆς. Οὕτω φαμὲν αὐτὸν καὶ παθεῖν—ἐπὶ τοῦ τεθνάναι νοοῦμεν. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Νεστόριον γʹ ἐπιστολῆς. Ὁμολογοῦμεν δέ, ὅτι αὐτὸς—ἀπαθῶς οἰκειούμενος.
15Ἀμφιλοχίου ἐκ τῆς πρὸς Σέλευκον ἐπιστολῆς. Ἡ ληφθεῖσα πάσχει φύσις, ἡ δὲ λαβοῦσα ἀπαθὴς μένει.
οἰκειοῦται δὲ ὁ θεὸς λόγος ἀπαθῶς τὰ τοῦ ἰδίου ναοῦ ἀν‐54

55

θρώπινα πάθη, σταυρόν φημι καὶ θάνατον καί τ’ ἄλλα, ὅσα περὶ αὐτὸν οἰκονομικῶς θεωρεῖται, οἰκειοῦται αὐτὸς ὁ θεός, αὐτὸς πάσχων οὐδέν. Κεφάλαιον Ηʹ.
5Ὅτι ἡ ἐν πρόθεσις ἔγνωσται τοῖς πατράσι προτασ‐ σομένη τῶν Χριστοῦ φύσεων, καὶ ὅτι οὐ δεῖ λέγειν, ὡς ἡ θεότης ἔπαθε σαρκὶ ἢ θεὸς διὰ σαρκὸς ἔπαθεν. Βασιλείου ἐκ τῆς πρὸς Ἀμφιλόχιον ἐπιστολῆς.
10 Ἀλλ’ ἰδίαν ἔχων ὑπόστασιν ὁ υἱὸς ἐν ἑκατέρᾳ οὐσίᾳ, δηλαδὴ ἐν τῇ τοῦ πατρὸς καὶ ἐν τῇ τῆς παρθένου μητρός, γνωρίζεται. Ἀμβροσίου ἐκ τῆς πρὸς Γρατιανὸν τὸν βασιλέα. Φυλάξωμεν τὴν διαφορὰν τῆς θεότητος καὶ τῆς σαρκός·
15εἷς γὰρ ἐν ἑκατέρᾳ λαλεῖ ὁ τοῦ θεοῦ υἱός· ἑκατέρα γὰρ φύσις ἐστὶν ἐν αὐτῷ. Κυρίλλου ἐκ τῆς πρὸς Θεοδόσιον. Ὁ συναΐδιος τῷ θεῷ—ἐν ἀνθρωπότητι τέλειος. Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ τριάδος.
20Μεθόριον δὲ ὥσπερ—συνδρομὴν καθ’ ἕνωσιν καὶ
ἀναπλοκήν.55

56

Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ἀκάκιον ἐπιστολῆς περὶ τοῦ ἀποπομπαίου. Ὥστε κἂν εἰ δύο χιμάρους—καὶ ὑπὲρ θάνατον. Τοῦ αὐτοῦ ἐκ τῶν σχολίων.
5 Νοεῖται γὰρ πάντως ὡς ἕτερον ἐν ἑτέρῳ τὸ κατοικοῦν τουτέστιν ἡ θεία φύσις ἐν ἀνθρωπότητι. Ἀμβροσίου ἐκ τοῦ περὶ πίστεως λόγου πρὸς Γρατιανὸν τὸν βασιλέα. Ὅθεν ἐκεῖνο τὸ ἀναγνωσθέν, ὡς „ὁ κύριος τῆς δόξης
10ἐσταύρωται“, μὴ τῇ ἑαυτοῦ δόξῃ σταυρωθέντα νομίσωμεν, ἀλλ’ ἐπειδὴ ὁ αὐτὸς θεός τε καὶ ἄνθρωπος, κατὰ μὲν τὴν θεότητα θεός, κατὰ δὲ τὴν πρόσληψιν τῆς σαρκὸς ἄνθρωπος Ἰησοῦς Χριστός, ὁ κύριος τῆς δόξης ἐσταυρῶσθαι λέγεται. καὶ γὰρ ἑκατέρας μετέχει φύσεως τουτέστιν ἀνθρωπίνης καὶ θείας.
15ἐν τῇ τοῦ ἀνθρώπου γὰρ φύσει τὸ πάθος ὑπέμεινεν, ἵνα ἀδιαιρέτως καὶ κύριος τῆς δόξης καὶ υἱὸς ἀνθρώπου εἶναι λέγηται ὁ παθών, καθὼς γέγραπται· „ὁ ἐκ τοῦ οὐρανοῦ καταβάσ“. Τοῦ αὐτοῦ ἐκ τοῦ δʹ λόγου τῆς ἐνανθρωπήσεως.
20 Οὐ διῃρημένος, ἀλλ’ εἷς, ἐπειδήπερ ἑκάτερον εἷς καὶ ὁ εἷς ἐν ἑκατέρῳ τουτέστι καὶ θεότητι καὶ σώματι. οὐδὲ γὰρ ἕτερος μέν ἐστιν ἐκ πατρός, ἕτερος δὲ ἐκ παρθένου, ἀλλ’
ὁ αὐτός, ἄλλως μὲν ἐκ πατρός, ἄλλως δὲ ἐκ παρθένου.56

57

Ἀθανασίου πρὸς Ἐπίκτητον. Οὐ γάρ, ὥς τινες ὑπενόησαν—τοῦ θεοῦ λόγος. Καὶ μεθ’ ἕτερα. Καὶ ἦν παράδοξον—ὁ λόγος ἀπαθὴς ἦν.
5 Καὶ μεθ’ ἕτερα· Θεὸς γὰρ καὶ κύριος—ἀτιμαζο‐ μένῳ σώματι. Τοῦ αὐτοῦ ἐν τῷ λόγῳ τῷ εἰς τὰ θεοφάνια κατὰ Ἀπολιναρίου. Οὐδαμοῦ δὲ αἷμα θεοῦ—κηρύττουσι σώματος θεοῦ. Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ τῆς σωτηριώδους ἐπιφανείας
10 τοῦ Χριστοῦ κατὰ Ἀπολιναρίου. Εἰ γὰρ μὴ πρωτότοκος—διὰ σαρκὸς ἔπαθεν. Ἀμφιλοχίου ἐκ τῆς πρὸς Σέλευκον ἐπιστολῆς. Πάσχει ὁ Χριστὸς οὐ θεότητι, ἀλλ’ ἀνθρωπότητι, τουτ‐ έστιν ὁ Χριστὸς ἔπαθε σαρκί, ἀλλ’ οὐχ ἡ θεότης σαρκὶ
15ἔπαθεν· ἄπαγε τὸ δυσμενὲς καὶ βλάσφημον, δείλαιε. ἡ λη‐ φθεῖσα πάσχει φύσις, ἡ δὲ προσλαβοῦσα ἀπαθὴς μένει. οἰκει‐ οῦται δὲ ὁ θεὸς λόγος ἀπαθῶς τὰ τοῦ ἰδίου ναοῦ, σταυρόν φημι καὶ θάνατον, καὶ τὰ ἄλλα ὅσα περὶ αὐτὸν οἰκονομικῶς
θεωρεῖται οἰκειοῦται, αὐτὸς πάσχων οὐδέν.57

58

Κυρίλλου ἐκ τῆς πρὸς Νεστόριον γʹ ἐπιστολῆς. Ὁμολογοῦμεν δέ, ὅτι αὐτὸς—ἀπαθῶς οἰκειούμενος πάθη. Λέοντος Ῥώμης ἐκ τῆς πρὸς Φλαβιανόν. Καὶ πάλιν ὁ υἱὸς τοῦ θεοῦ—ἀνθρωπίνης ὑπομε‐
5μένηκε φύσεως. Σχόλιον Ἀναστασίου. Τούτων τὰ μὲν διὰ τοὺς συκοφαντοῦντας τὴν ἐν δύο φύσεσι φωνὴν πεπόνηται, τὰ δὲ διὰ τοὺς κατηγοροῦντας τοῦ τρισαγίου, ἐν ᾧ εἴρηται· ὁ σταυρωθεὶς ἐν σαρκὶ ὑπὲρ ἡμῶν.
10 Κεφάλαιον Θʹ. Ὅτι ἀδύνατον λέγειν μίαν φύσιν Χριστοῦ σύνθετον ἐξ ἀκτίστου καὶ κτιστῆς συντεθειμένην, καὶ ὅτι Ἀπο‐ λινάριος καὶ πρό γε αὐτοῦ Μάνης πρὸς ἀναίρεσιν τῶν δύο φύσεων τὴν τῆς συνθέτου μιᾶς φύσεως
15φωνὴν ἀπεκύησαν ἀσεβῶς, ἔτι δὲ καὶ οἱ Ἀρειανο, οἷς ἠκολούθησαν Εὐτυχὴς καὶ Σευῆρος οἱ δυσσε‐ βέστατοι· ἐν ᾧ καὶ περὶ τῶν λόγων, ὧν προφέρουσιν οἱ αἱρετικοὶ ὡς ἀπὸ Ἀθανασίου καὶ Ἰουλίου, ἀπό‐ δειξις ὅτιπερ Ἀπολιναρίου εἰσίν. ἐν δὲ τῷ κθʹ κεφα‐
20λαίῳ πλατύτερον εὑρήσεις περὶ συνθέτου φύσεως. Γρηγορίου τοῦ θεολόγου ἐκ τοῦ περὶ τοῦ ἁγίου πνεύματος. Τὸ πνεῦμα τὸ ἅγιον ἢ τῶν καθ’ ἑαυτὸ ὑφεστηκότων
πάντως ὑποθετέον ἢ τῶν ἐν ἑτέρῳ θεωρουμένων, ὧν τὸ μὲν58

59

οὐσίαν καλοῦσιν οἱ περὶ ταῦτα δεινοί, τὸ δὲ συμβεβηκός. εἰ μὲν οὖν συμβέβηκε—καὶ τὰ ἑξῆς, δι’ ὧν ὁ κατασκευάζων τὸ μὴ εἶναι τὸ πνεῦμα τὸ ἅγιον συμβεβηκὸς ἐπιφέρει ταῦτα· Εἰ δὲ οὐσία τις, οὐ τῶν περὶ τὴν οὐσίαν, ἤτοι κτίσμα
5ὑποληφθήσεται ἢ θεός. μέσον γάρ τι τούτων ἤτοι μηδετέρου μετέχον ἢ ἐξ ἀμφοῖν σύνθετον οὐδ’ ἂν οἱ τοὺς τραγελάφους πλάττοντες ἐννοήσαιεν. Ἰδοὺ προφανῶς καὶ καθόλου παντὸς ἀναπλασμοῦ χεῖρον ὁ θεολόγος ἀποφαίνεται τὸ οὐσίαν τινὰ σύνθετον
10 λέγειν μίαν ἐκ θεότητος καὶ κτίσματος. Εὐσταθίου Ἀντιοχείας ἐκ τοῦ κατὰ Ἀρειανῶν αʹ λόγου. Εἰ γὰρ κτιστός, οὐκ ἄρα γεννητός· εἰ δὲ γεννητός, οὐκ ἄρα κτιστός, ἐπεὶ μηδὲ οἷόν τε περὶ τὴν αὐτὴν φύσιν ἑκατέ‐ ρων στρέφεσθαι τὸ γένος.
15Σημειωτέον, ὅτι ἀδύνατον εἰπεῖν περὶ μίαν καὶ τὴν αὐτὴν φύσιν τὸ κτιστὸν ὑπάρχειν καὶ τὸ ἄκτιστον· καθο‐ λικὸς γὰρ ὁ λόγος τῷ διδασκάλῳ. Κυρίλλου ἐκ τοῦ κατὰ συνουσιαστῶν λόγου. Δεῖ γὰρ τῇ πάντων ἐπέκεινα—ἤγουν ὁμοουσιότητα.
20 Σκόπει κἀνταῦθα, ὅτι τὸ συντεθεῖσθαι δοκεῖν τὴν θείαν φύσιν, εἴ τε πρὸς ἑαυτὴν εἴ τε πρὸς ἄλλην ἑτεροφυῆ αὐτῆς, ἀπηγόρευσεν ὁ διδάσκαλος, ἀδύνατον δείξας τὸ εἰς ταυτότητα φύσεως ἢ ὁμοουσιότητα ἐλθεῖν τὴν θείαν φύσιν
πρὸς ἑτέραν.59

60

Γρηγορίου Νύσσης ἐκ τοῦ κατὰ Ἀπολιναρίου λόγου. Εἰ οὖν ἐν τοῖς ἐναντίοις ἰδιώμασιν ἡ θατέρου τούτων θεωρεῖται φύσις, τῆς σαρκός τε καὶ τῆς θεότητος, πῶς μία αἱ δύο;
5 Ἀμβροσίου ἐκ τοῦ θʹ λόγου τοῦ κατὰ αἱρέσεων. Ἀρχηγοὶ δὲ τούτων ἁπάντων εἰσὶν οἱ τὴν θεότητα καὶ τὸ σῶμα τοῦ δεσπότου μιᾶς φύσεως λέγοντες γεγενῆσθαι. ἀνέγνων γάρ, ὅπερ οὐκ ἐπίστευον, εἰ μὴ ἐτύγχανον ἀναγ‐ νούς, ἀνέγνων, φημί, βιβλίοις ἐντυχὼν οὕτως ἐγκείμενον·
10„τὸ ὄργανον αὐτὸ καὶ τό, ὑφ’ οὗ ἐκινεῖτο τὸ ὄργανον, μιᾶς ἐν τῷ Χριστῷ φύσεως γεγενῆσθαι.“ ὅπερ διὰ τοῦτο οὕτως ἐνέθηκα, ἵνα ἐξ αὐτῶν τῶν γεγραμμένων φωραθῇ τὸ τοῦ γράψαντος ὄνομα καὶ προσχῶσιν, εἰ καὶ τὰ μά‐ λιστα κατεχρήσαντό τισιν ἐξερευνηθείσαις κεκομψευμέναις
15κατασκευαῖς τε καὶ φράσεσιν, ὡς οὐ δυνατὸν τὴν τῆς ἀλη‐ θείας ἐπισκιάζεσθαι δύναμιν. Τοῦ δυσσεβοῦς Πολέμονος μαθητοῦ Ἀπολιναρίου κατὰ Τιμοθέου συμμαθητοῦ αὐτοῦ. Οὐδὲν δὲ χεῖρον ἐννοῆσαι κἀκεῖνο· θεὸν γὰρ λέγοντες
20καὶ ἄνθρωπον τὸν αὐτὸν οὐκ αἰσχύνονται μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην καθάπερ μίαν σύνθετον ὁμολογοῦντες.
εἰ γὰρ θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος ὁ αὐτός, δύο φύσεις60

61

ἄρα ὁ αὐτός, καθάπερ ἡ τῶν Καππαδοκῶν εἰσηγεῖται καινο‐ τομία καὶ Ἀθανασίου ἡ οἴησις καὶ τῶν ἐν Ἰταλίᾳ ὁ τῦφος. καὶ σχηματίζονται μὲν ὡς δῆθεν ἡμέτεροι φρονεῖν τὰ τοῦ ἁγίου πατρὸς ἡμῶν Ἀπολιναρίου, κηρύττουσι δὲ καθάπερ
5οἱ Γρηγόριοι τὴν τῶν φύσεων δυάδα, οὐδενός, ὡς ἔοικεν, ἐρασθέντες ἢ μόνης τῆς ἐν τῷ βίῳ φθαρτῆς δόξης τῇ πρὸς ἱερωσύνην ἐλπίδι δελεασθέντες. τί οὖν αὐτοῖς καὶ ἡμῖν; τί δὲ συμβαίνειν πειρῶνται τῇ ἀξιαγάστῳ φωνῇ; τί δὲ Ἀπολιναρίῳ τῷ θείῳ μαθητιᾶν σχηματίζονται; ταύτην γὰρ ἐπ’ ἀναιρέσει τῆς
10τῶν φύσεων δυάδος τὴν φωνὴν μόνος ἡμῖν αὐτὸς ἀπεκύησεν. Ἀπολιναρίου πρὸς Πέτρον. Φύσει μὲν θεὸν καὶ φύσει ἄνθρωπον τὸν κύριον λέγομεν, μιᾷ δὲ συγκράτῳ τῇ φύσει σαρκικῇ τε καὶ θεϊκῇ. Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ σαρκώσεως λόγου.
15 Ὢ καινὴ πίστις καὶ μίξις θεσπεσία· θεὸς καὶ σὰρξ μίαν ἀπετέλεσαν φύσιν. Τοῦ αὐτοῦ κατὰ Διοδώρου πρὸς Ἡράκλειον. Ἄλλης καὶ ἄλλης οὐσίας μίαν εἶναι καὶ τὴν αὐτὴν προσ‐ κύνησιν, ἀθέμιτον, τουτέστι ποιητοῦ καὶ ποιήματος, θεοῦ
20καὶ ἀνθρώπου, μία δὲ ἡ προσκύνησις τοῦ Χριστοῦ. καὶ κατὰ τοῦτο ἐν τῷ ἑνὶ ὀνόματι νοεῖται θεὸς καὶ ἄνθρωπος. οὐκ ἄρα ἄλλη καὶ ἄλλη οὐσία, θεὸς καὶ ἄνθρωπος, ἀλλὰ
μία κατὰ σύνθεσιν θεοῦ πρὸς σῶμα ἀνθρώπινον.61

62

Σχόλιον Ἀναστασίου. Εὔκαιρόν ἐστι παραθέσθαι καὶ ἃ προφέρουσιν οἱ ἀντιτεταγμένοι ψευδογραφήσαντες τόν τε λόγον ὡς Ἀθανασίου προδήλως Ἀπολιναρίου ὄντα, ὡς μαρτυρεῖ Τιμόθεος ὁ τὸν πίνακα τῶν λόγων Ἀπολι‐
5ναρίου συντάξας, ἐν οἷς καὶ τὸν προφερόμενον ὡς Ἀθανα‐ σίου ἐνέταξε, ναὶ μὴν καὶ ὃν ἐπιγράφουσιν Ἰουλίου, ἵνα ἐκ τῆς τῶν λόγων συγγενείας ἐπιγνωσθῇ τούτων ὁ γνήσιος πατήρ. προφέρουσι τοίνυν ὡς Ἀθανασίου λόγον, ἐξ οὗ προβάλλονται μαρτυρίαν ἔχουσαν ὧδε.
10 Ἀπολιναρίου ἐξ ἐπιστολῆς πρὸς Ἰωβιανὸν τὸν βασιλέα. „Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικός.“ καὶ εἶναι αὐτὸν υἱὸν τοῦ θεοῦ καὶ θεὸν κατὰ πνεῦμα, υἱὸν ἀνθρώπου κατὰ σάρκα, οὐ δύο φύσεις τὸν ἕνα υἱόν, μίαν προσκυνητὴν
15καὶ μίαν ἀπροσκύνητον, ἀλλὰ μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην καὶ προσκυνουμένην μετὰ τῆς σαρκὸς αὐτοῦ μιᾷ προσκυνήσει. Σχόλιον Ἀναστασίου. Ταῦτα μὲν τὰ ὡς παρὰ Ἀθα‐ νασίου προφερόμενα, καὶ εἴ τις ἀληθείας φροντίζει, συγ‐
20κρινάτω αὐτὰ τοῖς λοιποῖς Ἀθανασίου δόγμασιν, εἰ μὴ πάντη τὸ ἀνόμοιον εὑρήσει τούτων πρὸς ἐκεῖνα. εἰ τοίνυν τῶν Ἀθανασίου ἀπᾴδουσι, γειτονοῦσι δὲ τοῖς Ἀπολιναρίου, καὶ αὕτη ἡ σύγκρισις ἱκανή ἐστι παραστῆσαι τὸ ἀληθές. πλὴν ἡμεῖς καὶ χωρὶς τῆς συγκρίσεως τοῖς ἀληθέσιν ἐπέστημεν
25ἐντυχόντες τῷ πίνακι Τιμοθέου, καθὰ φθάσαντες ἔφαμεν.62

63

Οὕτω καὶ Ἰούλιον τὸν Ῥώμης πλαστογραφοῦντες ἐξ αὐτῆς τῆς ἐπιγραφῆς οὐ μόνον ἐλέγχονται συκοφαν‐ τοῦντες, ἀλλὰ γὰρ καὶ τῆς φράσεως αὐτῆς. οὔτε γὰρ τοιαύτην ποτὲ ποιοῦνται πρός τινα ἐπιγραφὴν Ῥωμαῖοι
5οὐδὲ πρὸς ἐπίσκοπον, εἰ καὶ πάντων εἴη ἐξοχώτατος, μή τί γε δὴ πρὸς πρεσβύτερον. οὔτε μὴν ἡ φράσις ὡς ἐξ ἑρμηνείας ἐστὶ μεταβεβλημένη ῥωμαϊκῶν λίαν ἐξελληνισμένη τυγχάνουσα. γράφει γὰρ οὕτως Ἀπολινάριος (οὐδὲ γὰρ Ἰούλιος) πρός τινα Διονύσιον, πρὸς ὃν τοιάνδε ποιεῖται
10τὴν ἐπιγραφήν· „Τῷ δεσπότῃ μου τῷ ποθεινοτάτῳ συλλει‐ τουργῷ Διονυσίῳ Ἀπολινάριος.“ οὗτοι δὲ οἱ πλαστογρα‐ φήσαντες πεποιήκασιν· „Ἰούλιος ἐπίσκοπος Ῥώμης ἐν κυρίῳ χαίρειν.“ εἶτα μετά τινα τῶν ἐν προοιμίοις καὶ ἄλλα πολλὰ ἐπάγει ταῦτα· „ἀνάγκη γὰρ δύο λέγοντας φύσεις
15τὴν μὲν προσκυνεῖν, τὴν δὲ μὴ προσκυνεῖν, εἰς μὲν τὴν θεϊκὴν βαπτίζεσθαι, εἰς δὲ τὴν ἀνθρωπίνην μὴ βαπτίζεσθαι. εἰ δὲ εἰς τὸν θάνατον τοῦ κυρίου βαπτιζόμεθα, μίαν ὁμο‐ λογοῦμεν φύσιν τῆς ἀπαθοῦς θεότητος καὶ τῆς παθητῆς ἀνθρωπότητοσ“.
20 Ἀναστασίου. Ταῦτα μὲν ὡς παρὰ Ἰουλίου προφέ‐ ρουσιν. ἐπισυνάψωμεν δὲ αὐτοῖς τὰ Ἀπολιναρίου, δεικνύντες τὴν συγγένειαν ὅση. Ἀπολιναρίου πρὸς Διόδωρον. Πῶς τὸ πρᾶγμα οὐ δυσσεβὲς ἄλλην οὐσίαν κτιστὴν καὶ
25δουλικὴν μίαν ἔχειν καὶ τὴν αὐτὴν προσκύνησιν τῷ κτίστῃ
καὶ δεσπότῃ;63

64

Καὶ πάλιν ἐν τῷ περὶ σαρκώσεως λόγῳ φησίν· Ἀδύνατον τὸν αὐτὸν καὶ προσκυνητὸν ἑαυτὸν εἰδέναι καὶ μή. ἀδύνατον ἄρα τὸν αὐτὸν εἶναι θεόν τε καὶ ἄνθρωπον ἐξ ὁλοκλήρου, ἀλλ’ ἐν μονότητι συγκράτου φύσεως θεϊκῆς
5σεσαρκωμένης. Σχόλιον Ἀναστασίου. Ταῦτα τοῦ Ἀπολιναρίου τὰ ἀξιάγαστα, καθὰ Πολέμων ὁ μαθητὴς αὐτοῦ φησιν· ταῦτα πλείστην ἔχει τὴν ὁμοιότητα πρὸς τὰ παρ’ αὐτῶν πεπλα‐ σμένα ὡς Ἀθανασίου καὶ Ἰουλίου.
10 Μάνου τοῦ μυσαροῦ ἐκ τῆς πρὸς Κόνδαρον Σαρακηνὸν ἐπιστολῆς. Ἰουδαίων βουλομένων λιθάσαι ποτὲ τὸν Χριστὸν καὶ τῆς παρανομίας αὐτῶν τὴν τόλμαν εἰς ἔργον ἀγαγεῖν, ἔδειξε σαφῶς τὴν ἑαυτοῦ οὐσίαν ὁ τοῦ ἀνωτάτου φωτὸς υἱὸς καὶ μέσος
15αὐτῶν διελθὼν οὐχ ὡρᾶτο. ἡ γὰρ ἄϋλος μορφὴ συσχηματι‐ σαμένη τὸ εἶδος τῆς σαρκὸς ὁρατὴ μὲν οὐκ ἦν, ἐψηλαφᾶτο δὲ οὐδαμῶς διὰ τὸ μηδεμίαν ἔχειν κοινωνίαν τὴν ὕλην πρὸς τὸ ἄϋλον. μία γὰρ φύσις τὸ ὅλον, εἰ καὶ σαρκὸς ὡρᾶτο μορφή. Εὐδοξίου Κωνσταντινουπόλεως Ἀρειανοῦ ἐκ τοῦ περὶ
20 σαρκώσεως λόγου. Πιστεύομεν εἰς ἕνα τὸν μόνον ἀληθινὸν θεὸν καὶ πατέρα, τὴν μόνην ἀρχὴν ἀγέννητον καὶ ἀπάτορα, ἀσεβῆ, ὅτι μηδένα
σέβειν πέφυκεν ὡς ἐπαναβεβηκυῖα. καὶ εἰς ἕνα κύριον Ἰησοῦν64

65

Χριστὸν τὸν υἱόν, εὐσεβῆ ἐκ τοῦ σέβειν ὀρθῶς τὸν πατέρα, καὶ μονογενῆ μέν, ὅτι κρείττων ἁπάσης τῆς μετ’ αὐτὸν κτίσεως, πρωτότοκον δέ, ὅτι τὸ ἐξαίρετον καὶ πρώτιστόν ἐστι τῶν κτισμάτων· σαρκωθέντα, οὐκ ἐνανθρωπήσαντα, οὔτε γὰρ ψυχὴν
5ἀνθρωπίνην ἀνείληφεν, ἀλλὰ σὰρξ γέγονεν, ἵνα διὰ σαρκὸς τοῖς ἀνθρώποις ὡς διὰ παραπετάσματος θεὸς ἡμῖν χρηματίσῃ· οὐ δύο φύσεις, ἐπεὶ μὴ τέλειος ἦν ἄνθρωπος, ἀλλ’ ἀντὶ ψυχῆς θεὸς ἦν ἐν σαρκί, μία τὸ ὅλον κατὰ σύνθεσιν φύσις· παθητὸς δι’ οἰκονομίαν, οὔτε γὰρ ψυχῆς ἢ σώματος παθόντος τὸν
10κόσμον σώζειν ἠδύνατο. ἀποκρινέσθωσαν οὖν, πῶς ὁ παθητὸς καὶ θνητὸς τῷ κρείττονι τούτων θεῷ πάθους τε καὶ θανάτου ἐπέκεινα δύναται εἶναι ὁμοούσιος. Λουκίου Ἀλεξανδρείας τοῦ Ἀρειανοῦ ἐκ τοῦ εἰς τὸ πάσχα λόγου.
15 Ποῦ τοίνυν ἔδει ψυχῆς, ἵνα τέλειος ἄνθρωπος συμπροσ‐ κυνῆται θεῷ; διὰ τοῦτο βοᾷ τὴν ἀλήθειαν Ἰωάννης· „ὁ λόγος σὰρξ ἐγένετο“, ἀντὶ τοῦ· συνετέθη σαρκί, οὐ μὴν ψυχῇ, καθάπερ οἱ νῦν τὴν πίστιν καπηλεύοντες λέγουσιν, ἀλλ’ ἥνωτο μὲν τῷ σώματι καὶ εἷς γέγονε μετ’ αὐτοῦ. ἐπεὶ πῶς Χριστός,
20εἰ μὴ ἓν πρόσωπον, μία σύνθετος φύσις, καθάπερ τὸν ἐκ ψυχῆς καὶ σώματος ἄνθρωπον γνωρίζομεν; εἰ δὲ καὶ ψυχὴν εἶχεν, ὡς οἱ νόθοι τὰ νόθα νῦν τὰς ἐκκλησίας διδάσκουσι, μάχεται τὰ κινήματα θεοῦ καὶ ψυχῆς. αὐτοκίνητον γὰρ τούτων
ἑκάτερον καὶ πρὸς ἐνεργείας διαφόρους ἀγόμενον.65

66

Κεφάλαιον Ιʹ. Ὅτι τινὲς τῶν πατέρων τὸ τῆς κράσεως ὄνομα ἐπὶ τῆς κατὰ τὴν οἰκονομίαν ἑνώσεως παρῃτήσαντο.
5 Ἀμβροσίου ἐκ τοῦ περὶ τῆς θείας ἐνανθρωπήσεως λόγου. Τοὺς δὲ λέγοντας ψιλὸν ἄνθρωπον τὸν Χριστὸν ἢ πα‐ θητὸν τὸν θεὸν ἢ εἰς σάρκα τραπέντα. Καὶ μετ’ ὀλίγα· Ἢ τὰς δύο οὐσίας—ἀποστολικὴ
10ἐκκλησία. Ἰωάννου τοῦ Χρυσοστόμου πρὸς Καισάριον μοναχόν. Τοῦτο, θαυμάσιε—ἡ δυσσεβεστάτη αἵρεσις. Κυρίλλου ἐκ τοῦ πρὸς Ἀλεξανδρέας περὶ πίστεως. Ἐγὼ τὸ συγκεκραμένον—τῶν φύσεων ἐργάζεται.
15 Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς ἀνατολικοὺς ἐπιστολῆς. Τοὺς δὲ λέγοντας, ὅτι κρᾶσις ἢ σύγχυσις ἢ φυρμὸς ἐγένετο τοῦ θεοῦ λόγου πρὸς τὴν σάρκα, καταξιωσάτω ἡ σὴ
ὁσιότης ἐπιστομίζειν.66

67

Κεφάλαιον ΙΑʹ. Ὅτι ὅλον τὸ θεῖον διὰ τῆς μιᾶς ὑποστάσεως ὅλῃ τῇ ἀνθρωπότητι ἡνώθη καὶ οὐ μέρος μέρει, καθὼς οἱ ἀπὸ Ἀρείου καὶ Ἀπολιναρίου φασὶ καὶ οἱ τὰς μερικὰς
5 πρεσβεύοντες οὐσίας, καὶ ὅτι πάντα ἀνέλαβεν ὁ λόγος τὰ ἡμέτερα. Κυρίλλου ἐκ τοῦ πρὸς Θεοδόσιον τὸν βασιλέα. Ὅλον ὅλῃ συνηνῶσθαί φαμεν τῇ καθ’ ἡμᾶς ἀνθρωπότητι τὸν ἐκ θεοῦ λόγον.
10 Γρηγορίου τοῦ θεολόγου ἐκ τοῦ περὶ βαπτίσματος. Ὅλον ἄνθρωπον τὸν αὐτὸν καὶ θεὸν ὑπὲρ ὅλου τοῦ πεπονθότος, ἵνα ὅλῳ σοι τὴν σωτηρίαν χαρίσηται, ὅλον τὸ κατάκριμα λύσας τῆς ἁμαρτίας. Κυρίλλου ἐκ τοῦ πρὸς Θεοδόσιον τὸν βασιλέα.
15Οὐ γάρ που τὸ ἄμεινον—οἰκονομίας τὸ μυστήριον. Διονυσίου Ἀρεοπαγίτου ἐκ τοῦ περὶ θείων ὀνομάτων. Ἡ δὲ θεαρχικὴ ἀγαθότης ἀπειροτάταις φιλανθρωπίαις
τὴν αὐτουργὸν—τῶν οἰκείων ἀγαθῶν.67

68

Κυρίλλου ἐκ τῶν ὑπομνημάτων τῆς πρὸς Ἑβραίους ἐπιστολῆς. Εἰ γὰρ καὶ νοοῖντο διάφοροι καὶ ἀλλήλαις ἄνισοι τῶν εἰς ἑνότητα συνδεδραμηκότων αἱ φύσεις, σαρκὸς δὴ λέγω καὶ
5θεοῦ, ἀλλ’ οὖν εἷς τε καὶ μόνος ἐξ ἀμφοῖν υἱὸς ἀληθῶς, ἔχοντος ἡμῖν ἀραρότως τοῦ καὶ ἐψυχῶσθαι ψυχῇ λογικῇ τὸν ἑνωθέντα τῷ λόγῳ ναόν. Βασιλείου ἐκ τῆς πρὸς Σωζοπολίτας ἐπιστολῆς. Ὅθεν φαίνεται ὁ κύριος—ἁμαρτίαν δὲ οὐκ ἐποίησεν.
10Ἐπιφανίου Κύπρου ἐκ τοῦ ἀγκυρωτοῦ. Ὅσα γὰρ ἐν ἀνθρώπῳ—γένηται βρώματος διαβόλου. Ἀθανασίου Ἀλεξανδρείας ἐκ τοῦ περὶ τῆς σωτηριώδους ἐπιφανείας τοῦ Χριστοῦ. Πάντα ἔλαβεν ἐκ παρθένου—ἐργασάμενος κατὰ
15τὸ αὐτοῦ θέλημα. Καὶ ταῦτα μὲν πρὸς τοὺς ἄψυχον καὶ ἄνουν λέγοντας ἀνειληφέναι σῶμα τὸν κύριον· πρὸς δὲ τοὺς λέγοντας τὴν μερικὴν τοῦ λόγου οὐσίαν τῇ μερικῇ τοῦ ἀνθρώπου φύσει ἑνωθῆναι καὶ μὴ ὁμολογοῦντας, ὅτι πᾶσα ἡ θεότης ἐν
20ἑκάστῃ τῶν τριῶν ὑποστάσεων ἀνελλιπῶς ὑπάρχει καὶ ὁλι‐
κῶς, τὰ ἑξῆς εἰρήσθω.68

69

Τοῦ ἀποστόλου πρὸς Κολασσαεῖς. „Ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν.“ Καὶ μεθ’ ἕτερα· „Βλέπετε, μή τις ὑμᾶς ἔσται—
5πάσης ἀρχῆς καὶ ἐξουσίασ“. Διονυσίου ἐκ τοῦ περὶ ἡνωμένης καὶ διακεκριμένης θεολογίας κεφαλαίου βʹ. Τοῦτο μὲν οὖν καὶ ἐν ἄλλοις—θεότητος ἀνατίθεσθαι. Τοῦ αὐτοῦ περὶ τὸ τέλος τοῦ αὐτοῦ κεφαλαίου.
10 Ταύτας ἡμεῖς τὰς κοινὰς—θεαρχικῆς ὁλότητος ἀπαρατηρήτως. Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ θείων ὀνομάτων. Ὅθεν ἐν πάσῃ σχεδὸν—τὴν ἀνθρωπίνην ἐσχατιάν. Ἐκ τῶν συνηγορικῶν Εὐλογίου Ἀλεξανδρείας πρὸς τοὺς λέγοντας·
15εἴ φατε τὸν Χριστὸν δύο ἔχειν οὐσίας, πάντως ἡ ἁγία τριὰς πᾶσα σεσάρκωται τὴν ἀνθρωπότητα. Ταῦτα τῶν ἐναντίων ὑπάρχει τὰ προβλήματα. οἴονται
γὰρ ἴσως μεριστὴν εἶναι τὴν τῆς θεότητος οὐσίαν, καὶ τὸ69

70

μὲν αὐτῆς ἐν πατρὶ θεωρεῖσθαι, τὸ δὲ ἐν υἱῷ, τὸ δὲ ἐν ἁγίῳ πνεύματι, ὡς ἑκάστης ὑποστάσεως ἐκ μέρους, ἀλλ’ οὐκ ἐν πᾶσι τοῖς τῆς θεότητος ἰδιώμασι γνωριζομένης. ἡμεῖς δὲ οὐκ εἰς τοσοῦτον ἀσεβείας ἠλάσαμεν, ὡς μερισμὸν ἡγεῖσθαι
5καὶ κατατομὴν περὶ τὴν θείαν ὑπάρχειν οὐσίαν, ἀλλά φαμεν ἑκάστην χαρακτηριστικὴν ὑπόστασιν ἀνελλιπῶς τὰ τῆς θεότητος ἔχειν γνωρίσματα, τὸ ἀγαθόν, τὸ δημιουργικὸν καὶ ὅσα περὶ τὴν ἄκτιστον φύσιν ὑπάρχει. οὕτω γὰρ καὶ ὁμοούσιον τὴν τριάδα φαμέν, ὡς τῆς αὐτῆς οὐσίας ὁλοτελῶς ἐν τρισὶ προσ‐
10ώποις γνωριζομένης. καὶ γὰρ ὁ πατὴρ τελείαν ἔχει τὴν τῆς θεότητος οὐσίαν, ὁμοίως ὁ υἱός, ὁμοίως τὸ πνεῦμα τὸ ἅγιον. ὅθεν τέλειος θεὸς ὁ πατήρ, τέλειος θεὸς ὁ υἱός, τέλειος θεὸς τὸ πνεῦμα. τούτοις καὶ ὁ τῆς ἀληθείας κήρυξ Παῦλος συνηγορεῖ φάσκων· „ἐν αὐτῷ γὰρ κατοικεῖ πᾶν τὸ
15πλήρωμα τῆς θεότητος σωματικῶσ“. οὐ γὰρ τὸν πατέρα φησὶ σεσαρκῶσθαι, ἀλλ’ ὅτι πᾶσα ἡ θεότης ἐν ταῖς τρισὶν ὑποστάσεσιν ἀνελλιπῶς ὑπάρχει, ἐν πατρί, ἐν υἱῷ, ἐν ἁγίῳ πνεύματι, ἐν ἑκάστῃ ὑποστάσει τελείως ἐνυπάρχουσα κατὰ τὴν φωνὴν τοῦ σωτῆρος τὴν λέγουσαν· „πάντα τὰ τοῦ πατρὸς
20ἐμά ἐστι“, τουτέστιν ὅσα τῆς τοῦ πατρὸς οὐσίας ὑπάρχει γνωρίσματα, ταῦτα τοῦ θεοῦ λόγου καὶ σαρκωθέντος ἐστίν, οὐχ ὡς τοῦ πατρὸς ὄντος υἱοῦ ἢ τοῦ υἱοῦ ὄντος πατρός· ταῦτα γὰρ ὀνόματα σημαντικὰ τῆς πρὸς ἀλλήλους σχέσεως ὑπάρχει. πῶς οὖν μὴ εἴπωμεν τὴν οὐσίαν τῆς θεότητος
25ἀνελλιπῶς ἐν τῷ Χριστῷ εἶναι, ὁπότε τέλειον αὐτὸν εἶναί φαμεν; πῶς δὲ καὶ τέλειον αὐτὸν ἄνθρωπον ὁμολογοῦντες οὐ πᾶσαν ἀνθρωπότητος οὐσίαν ἐνυπάρχειν αὐτῷ προσομο‐ λογήσωμεν; οὐ γὰρ μέρος αὐτῆς προσείληφεν, ὡς Ἀπολι‐ νάριός φησι, σάρκα δίχα λογικῆς ψυχῆς, ἀλλὰ πᾶσαν τὴν
30οὐσίαν, ὅ ἐστι σὰρξ ἐψυχωμένη ψυχῇ λογικῇ καὶ νοερᾷ.70

71

αὕτη γὰρ κοινῶς ἐν τοῖς καθ’ ἕκαστον ἀνθρώποις τελείως ἐνυπάρχουσα οὐσία εἰκότως ἂν ῥηθείη. χωρίζονται γὰρ ἀλ‐ λήλων οἱ κατὰ μέρος οὐ τῇ οὐσίᾳ, τοῖς δὲ παρεπομένοις ἰδιώμασι, μεγέθει καὶ χρώματι καὶ ἁπλῶς εἰπεῖν ταῖς χαρα‐
5κτηριστικαῖς τῶν προσώπων ποιότησιν. πῶς δὲ καὶ ἐκ δύο φύσεων φήσουσι τὸν Χριστόν, εἰ μὴ ἀντὶ οὐσιῶν αὐτοῖς νοηθείη τὸ τῆς φύσεως ὄνομα; οὐ γὰρ ἀντὶ ὑποστάσεων χαρακτηριστικῶν τολμήσουσι λέγειν, ἐπεὶ καὶ ἐκ δύο προσώπων ἀναγκασθήσονται εἰπεῖν. ἡ γὰρ ὑπόστασις ἡ χαρακτηριστικὴ
10πρόσωπον δίδωσιν ἐννοεῖν. ἐν χαρακτῆρι δέ φημι, μήπως τῇ συνήθει τῶν αἱρετικῶν ἀπάτῃ δίχα χαρακτῆρος ὑπόθωνται τὴν ὑπόστασιν. τότε γὰρ τὴν τῆς οὐσίας σημασίαν ἀποφέρεται. πῶς δὲ καὶ ὁμοούσιον τῷ πατρὶ καὶ ἡμῖν ὁμοούσιον τὸν Χριστὸν μετὰ τὴν ἕνωσιν ὑποτίθενται; καὶ οὐ ναρκῶσι δύο
15μὲν ὁμοούσια ὁμολογοῦντες, ἀρνούμενοι δὲ τὰς δύο οὐσίας; Ἀντίθεσις πρὸς τοὺς λέγοντας ἰδικὴν οὐσίαν εἶναι τοῦ πατρὸς καὶ ἰδικὴν τοῦ υἱοῦ καὶ ὁμοίως τοῦ πνεύματος. Εἰ ὁ λόγος καθὸ λόγος ἐστὶ φύσις ἐστὶ καὶ οὐ καθὸ θεός, καὶ ὁ πατὴρ καθὸ πατὴρ φύσις ἐστὶ καὶ οὐ καθὸ
20θεός, καὶ τὸ πνεῦμα τὸ ἅγιον καθὸ ἐκπορευτὸν φύσις ἐστὶ καὶ οὐ καθὸ θεός, οὐδ’ ὁπότερος αὐτῶν ἔσται φύσει θεός, εἴπερ τὸ θεὸς οὐκ ἔστι καὶ πατρότης καὶ υἱότης καὶ ἐκπόρευσις· εἰ δὲ μὴ θεός, κτίσμα πάντως. Καὶ πάλιν εἰ οἷς διακρίνεται τοῦ πατρὸς ὁ λόγος, τούτοις
25καὶ φύσις ἐστί, τούτοις δὲ καὶ πρὸς τὴν σάρκα ταυτίζεται ὁ λόγος, ὁμοφυὴς μὲν ἔσται οὕτω γε τῇ σαρκί, ἑτεροφυὴς δὲ τῷ πατρί. Τὸ καθέκαστον, τὸ κοινὸν ἔχον τῆς φύσεως μετὰ τῶν ἀφοριστικῶν αὐτοῦ ἀπὸ τοῦ κοινοῦ ἰδιωμάτων, οὐ κατὰ τὰ ἀφοριστικὰ αὐτοῦ ἀπὸ τῶν λοιπῶν ὁμοουσίων κατὰ ταῦτα
30ἡ κοινὴ φύσις ἐστίν, ἀλλὰ κατὰ τὴν ὅλην ὅλῳ ἐνυπάρχουσαν71

72

αὐτῷ ὁριστικῶς φύσιν. οὐδὲν γὰρ ἕτερόν ἐστιν ἡ ὑπόστασις κατὰ τοὺς θεοφόρους πατέρας ἢ οὐσία μετὰ τῶν ἰδιωμάτων. περιττεύει γὰρ πάντως ἡ ὑπόστασις τῆς οὐσίας αὐτῆς τοῖς ἀφοριστικοῖς ἀπὸ τῶν λοιπῶν ὁμοειδῶν ἰδιώμασιν· ὅθεν οὐδὲ
5ἐν τῷ ὅρῳ τῆς οὐσίας αὐτῆς λαμβάνεται, ἀλλ’ ἐν τῇ ὑπο‐ γραφῇ, ἐπειδὴ ἐπουσιώδη τυχγάνουσιν, οὐκ οὐσιώδη. διὸ καὶ Βασίλειός φησιν, ὅτι „ἕκαστος ἡμῶν καὶ τῷ κοινῷ τῆς οὐσίας λόγῳ τοῦ εἶναι μετέχει καὶ τοῖς περὶ αὐτὸν ἰδιώμασιν ὁ δεῖνά ἐστι καὶ ὁ δεῖνα“.
10 Εἰ χωρίσαντες τῇ ἐπινοίᾳ τὰ συμβεβηκότα ἰδιώματα καὶ ἐφ’ ἑαυτὴν τὴν Πέτρου σκοπήσαντες φύσιν ὁριζόμενοι οὕτω λέγομεν, ὅτι ζῷον λογικὸν θνητόν, ὁ αὐτὸς δὲ ὅρος καὶ ἐπὶ τῆς ἁπλῶς φύσεως παρ’ ἡμῶν ἀποδίδοται, ὁ αὐτὸς ἄρα ἔσται λόγος ἐπὶ τῆς ἁπλῶς φύσεως καὶ ἐπὶ τῆς ἔν τινι θεω‐
15ρουμένης. ποῦ οὖν τὸ μὴ δύνασθαι τὴν φύσιν τοῦ καθέκαστον κοινὴν εἶναι, κἂν εἰ πολλάκις ἐξ αὐτῆς λέγηται, ὅπερ ἄνω καὶ κάτω στρέφοντες ἐκεῖνοι διαβεβαιοῦνται. ὥστε ἡ μὲν φύσις τοῦ καθέκαστον κοινή, ἡ δὲ ὑπόστασις ἰδική. Εἰ τὴν κοινὴν φύσιν ὁ λόγος οὐκ ἀνέλαβεν, ἐμὲ οὐκ
20ἀνέλαβεν. εἰ δὲ λέγουσιν ἐκεῖνοι· οὐκοῦν καὶ τὸν Ἰούδαν ἀνέλαβεν, ἀπολογούμεθα ἡμεῖς, ὅτι τὴν φύσιν εἴπομεν αὐτὸν ἀναλαβεῖν, οὐ μὴν τὰ ὑποστατικὰ ἑκάστου ἰδιώματα. ταῦτα γὰρ ποιεῖ τὸν Ἰούδαν καὶ τὸν δεῖνα καὶ τὸν δεῖνα. Ὅτι τοῖς καθόλου οὐ συνεισάγεται τὰ μερικά, τοῖς δὲ
25μερικοῖς τὰ καθόλου, πᾶσίν ἐστιν εὔδηλον. διόπερ ἐκ κοινῶν οὐσιῶν λέγοντες τὴν ἕνωσιν γενέσθαι οὐκ ἀναγκαζόμεθα συνεισάγειν τὰς ὑπ’ αὐτὰς ὑποστάσεις πάσας, ὡς οἱ συκο‐
φάνται ληροῦσιν.72

73

Εἰ τὸν υἱὸν τελείαν καὶ ἀνελλιπῆ καὶ ὑπερπλήρη ἔχοντα ἐν ἑαυτῷ τῆς θεότητος τὴν φύσιν ἐνανθρωπῆσαι λέγομεν, ποία ἀνάγκη ἡμᾶς τοῦτο λέγοντας πάντως καὶ τὸν πατέρα καὶ τὸ πνεῦμα καταβιβάζειν εἰς τὴν ἐνανθρώπησιν; τί γὰρ
5Πέτρου σταυρωθέντος ἢ Παύλου ἀποτμηθέντος καὶ θατέρου αὐτῶν πλήρη καὶ ὁλόκληρον τὴν κοινὴν ἔχοντος τῶν ἀνθρώ‐ πων φύσιν, τοὺς λοιποὺς τοῦτο παρέβλαψε τοὺς ὑπὸ τὴν αὐτὴν ἀναγομένους φύσιν; Ὅτι οὐ φύσεων, ἀλλ’ ὑποστάσεων ἰδιότητας διδασκόμεθα.
10 Γρηγόριος ἐν τῷ δευτέρῳ κατ’ Εὐνομίου λόγῳ οὕτω φησὶ περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ὡς „διὰ τῶν κλήσεων τούτων οὐ φύσεων διαφορὰν διδασκόμεθα, ἀλλὰ μόνας τὰς τῶν ὑποστάσεων γνωριστικὰς ἰδιότητασ“. Κεφάλαιον Ι Βʹ.
15Ὅτι ὧν ἡ οὐσία μία, τούτων καὶ ἡ ἐνέργεια πάντως μία, καὶ οἷς τὸ ἴσον κατὰ τὴν ἐνέργειαν, τούτοις πάντως τὸ αὐτὸ καὶ κατὰ τὴν οὐσίαν ὑπάρχει, καὶ ὅτι οὐκ ἔστιν ἑτερότης οὐσίας, ἔνθα ταυτότης γνωρίζεται ἐνεργείας· παρηλλαγμένων γὰρ τῶν οὐσιῶν παρηλ‐
20λαγμένας εἶναι δεῖ καὶ τὰς ἐνεργείας, καὶ ἔμπαλιν· καὶ ὅτι Ἀπολινάριος μίαν λέγων Χριστοῦ φύσιν μίαν λέγει καὶ τὴν ἐνέργειαν· ἐν ᾧ καὶ περὶ εἴδους θεο. Κυρίλλου ἐκ τοῦ αʹ βιβλίου τοῦ θησαυροῦ κεφαλαίου ιʹ.
Τὰ τὴν αὐτὴν ἐνέργειαν—κατὰ πάντα προσεοικέναι.73

74

Τοῦ αὐτοῦ ἐκ τοῦ ιδʹ κεφαλαίου τοῦ αὐτοῦ βιβλίου. Τὰ ἑτερογενῆ τε καὶ ἑτεροφυῆ—ἀποδώσει τὴν ἐνέργειαν. Τοῦ αὐτοῦ ἐκ τοῦ βʹ βιβλίου τοῦ θησαυροῦ κεφαλαίου λβʹ.
5Φιλεῖ γὰρ ἀεὶ—ἑτεροφυὲς ἐν τούτοις ἀπίθανον. Τοῦ αὐτοῦ ἐκ τοῦ λαʹ κεφαλαίου τοῦ αὐτοῦ βιβλίου. Πῶς ἐκ διαφόρου—τοῦ πῶς εἶναι φορέσει λόγον. Τοῦ αὐτοῦ ἐκ τοῦ βʹ βιβλίου τοῦ εἰς τὸ κατὰ Ἰωάννην ὑπομνήματος.
10 Ἐνεργήσει γὰρ ὁμοίως—τρόπος οὐχ ὁ αὐτός. Τοῦ αὐτοῦ ἐκ τοῦ γʹ λόγου πρὸς Ἑρμείαν. Φύσεις γὰρ ἀλλήλαις—ἐνέργειαν οὐχ ὁμοίως ἔχειν. Τοῦ αὐτοῦ ἐκ τοῦ βʹ βιβλίου τοῦ θησαυροῦ κεφαλαίου λβʹ.
Οὐ γὰρ δήπου μίαν—εἴδους κοινότητα σώζεσθαι.74

75

Τοῦ αὐτοῦ ἐκ τοῦ ιβʹ κεφαλαίου τοῦ αʹ βιβλίου τοῦ θησαυροῦ. Λέγει που πρὸς Ἰουδαίους—„ὑμεῖς οὐ πιστεύετε“. Καὶ μετ’ ὀλίγα· Ταῦτα πάντα τοίνυν—τοῦ γεγεν‐
5νηκότος. Καὶ ἑξῆς· Ὁ πατριάρχης Ἰακὼβ—„ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν“. Ἀμβροσίου ἐκ τοῦ βʹ πρὸς Γρατιανὸν λόγου. Ἴσος οὖν ἐν τῇ τοῦ θεοῦ μορφῇ ἐλάττων ἐν τῇ προσ‐
10λήψει τῆς σαρκὸς καὶ τῷ τοῦ ἀνθρώπου πάθει γεγένηται. ποίῳ γὰρ τρόπῳ ἡ αὐτὴ δύναται ἐλάττων εἶναι καὶ ἴση φύσις; πῶς δέ, εἰ ἐλάττων ἐστίν, ἡ αὐτὴ ὁμοίως ἅπερ ὁ πατὴρ ποιεῖ; ποίῳ γὰρ τρόπῳ ἡ αὐτὴ ἐνέργεια ἐκ διαφόρου ἐστὶν οὐσίας; μὴ γὰρ οὕτω δύναται ἡ ἐλάττων ὥσπερ ἡ μείζων ἐνεργεῖν;
15ἢ δύναται μία ἐνέργεια εἶναι, ὅπου διάφορος οὐσία ἐστίν; Βασιλείου ἐκ τοῦ περὶ Εὐνομίου γʹ λόγου. Τὸ ἓν ἐπὶ τῶν ἀσωμάτων—ἡ ἐνέργεια ὁμοία. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου.
Εἰ πάντα ἐνεργεῖ θεὸς—δεῖ καὶ τὰς ἐνεργείας.75

76

Γελασίου ἐπισκόπου Καισαρείας Παλαιστίνης ἐκ τοῦ εἰς τὸ πάσχα λόγου, οὗ ἡ ἀρχή· Ἄσωμεν τῷ κυρίῳ. Ὥσπερ γὰρ σαρκωθεὶς μεμένηκε κατὰ φύσιν θεὸς ἀναφής, οὕτως ἀθανατισθεὶς ἁπτὸς ὁ αὐτὸς κατὰ φύσιν μεμένηκεν ἄνθρωπος, ἀμφό‐
5τερα πάλιν ἑαυτόν, ὡς ἔφην, τῷ διπλῷ τῆς ἐνεργείας ὄντα δεικνύς. Τοῦ ἁγίου Βασιλείου ἐκ τῆς εἰς τὸν αʹ ψαλμὸν ὁμιλίας. Διὰ τί, φησίν, ὁ προφήτης—ἐνέργειαι αἱ αὐταί. Γρηγορίου Νύσσης ἐκ τοῦ εἰς τὴν εὐχὴν τοῦ εὐαγγελίου λόγου γʹ.
10Ὧν δὲ ἡ ἐνέργεια μία—διαφορὰν ἐξευρίσκομεν. Σευηριανοῦ ἐπισκόπου Γαβάλων ἐξ ὁμιλίας δογματικῆς, ἧς ἡ ἀρχή· Οὐδεὶς ἀγγελικὸς ἢ ἀνθρώπινος τῇ τοῦ θεοῦ δυνάμει. Ὅρα δέ, πῶς ἐν πᾶσι τῷ διττῷ τῆς ἑτεροφυοῦς ἐνεργείας ἑαυτὸν
15θεὸν ὄντα καὶ ἄνθρωπον δείκνυσιν. Τοῦ ἁγίου Γρηγορίου Νύσσης ἐκ τῆς πρὸς Εὐστάθιον ἐπιστολῆς περὶ τῆς ἁγίας τριάδος. Ἀνάγκη πᾶσα διὰ τῶν ἐνεργειῶν—φύσεως συλ‐
λογίζεσθαι.76

77

Ὅτι Ἀπολινάριος μίαν φύσιν λέγων Χριστοῦ μίαν λέγει καὶ τὴν ἐνέργειαν· οὐ γὰρ δίδωσιν αὐτῷ ἀνθρωπίνην ἐνέργειαν. φησὶν οὖν ἐν τῷ περὶ τῆς θείας σαρκώσεως κεφαλαίῳ ιβʹ· Ἀλλὰ γὰρ τὰ σαφῶς ἐληλεγμένα καὶ παγκοσμίως ἐκ‐
5κεκηρυγμένα νῦν πάλιν ἀνανεοῦσθαί τινες ἐπικεχειρήκασι καὶ τὸν ἐξ οὐρανοῦ δεύτερον ἄνθρωπον παραδεδομένον ὑπὸ τῶν ἀποστόλων ἐκ γῆς ἄνθρωπον εἶναι οἷον τὸν πρότερον βλα‐ σφημοῦσι, τὸ ἀνθρώπινον τοῦ λόγου εἰς ἐνέργειαν τὴν ἐν ἀνθρώπῳ μεταβάλλοντες.
10 Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Διοδώρου. Ὄργανον καὶ τὸ κινοῦν μίαν πέφυκεν ἀποτελεῖν τὴν ἐνέργειαν. ὧν δὲ μία ἡ ἐνέργεια, μία καὶ ἡ οὐσία· μία ἄρα γέγονεν οὐσία τοῦ λόγου καὶ τῆς σαρκός. Σχόλιον Ἀναστασίου. Ἐλέγχει δὲ τοῦτον Κύριλλος
15 ἐν τοῖς πρὸς Θεοδόσιον τὸν βασιλέα· αἰτιώμενος γὰρ τοὺς ψυχῆς καὶ νοῦ τὴν ἐνέργειαν τῷ λόγῳ προσάπτοντας γράφει οὕτως· Οὐ μὴν οὐδ’ ἐκεῖνο ἐπαινέσαιμεν ἄν, φιλοθηρεῖν εὖ μάλα δεδιδαγμένοι τἀληθές, οἳ τητᾶσθαι λέγουσι ψυχῆς λο‐
20γικῆς τὴν ἑνωθεῖσαν τῷ λόγῳ σάρκα. σαρκὶ γάρ που μόνῃ77

78

καὶ τὴν ζωτικήν τε καὶ αἰσθητικὴν λαχούσῃ κίνησιν ἀμφιεν‐ νύντες τὸν λόγον παραφέρουσιν, εἰς κόσμον τὴν νοῦ καὶ ψυχῆς ἐνέργειαν ἀπονέμοντες τῷ μονογενεῖ. Ἐκ τούτων δῆλον ὡς οἱ λέγοντες μίαν ἐνέργειαν ἐπὶ
5Χριστοῦ τῷ θεῷ λόγῳ προσάπτουσι τῆς νοερᾶς ψυχῆς τὰ πάθη, φόβον φημὶ καὶ λύπην καὶ ἀγωνίαν. Κεφάλαιον ΙΓʹ. Ὅτι ταυτὸν ἐνέργεια καὶ ἐνέργημα παρά τισι, καὶ τί ἐνέργεια καὶ ποσαχῶς ἡ ἐνέργεια, καὶ περὶ τοῦ δεῖν
10ἑκατέρας φύσεως γνωρίζειν τὰ ἴδια· ἐν ᾧ ὅτι καὶ τὰ πάθη τὰ φυσικὰ ἐνέργειαι κυρίως καλοῦνται, καὶ ὅτι τὸ ἵστασθαι καὶ καθέζεσθαι καὶ περιπατεῖν ἐνέργειαί εἰσι, καὶ ὅτι μετὰ τὴν ἀνάστασιν ἡ τῆς ἀνθρωπίνης φύσεως ἐνέργεια σώζεται ἐν τῷ Χριστ. τὰ ὅμοια
15 καὶ ἐν τῷ ιϛʹ κεφαλαίῳ κεῖται. Ἀναστασίου Ἀντιοχείας ἐκ τοῦ περὶ ἐνεργειῶν λόγου. Ἀλλ’ ἐπειδὴ πολύσημός ἐστι τῆς ἐνεργείας ἡ φωνὴ καὶ τὸ ὁμώνυμον πλάνης πολλάκις αἴτιον γίνεται τοῖς πολλοῖς, ἀναγκαῖον διευκρινῆσαι, ποσαχῶς ἡ ἐνέργεια λέγεται. καὶ μὴ
20ἀπατώμεθα τυχὸν ἀκούοντες μὲν ὀνόματος, περιελκόμενοι δὲ κατὰ τὸ εἰκὸς πρὸς σημασίαν ἑτέραν, παρ’ ἣν ὁ λόγος. λέγεται γὰρ ἐνέργεια τὸ πρῶτον ἐν ἡμῖν συνιστάμενον νόημα, καὶ ἔστιν ἁπλῆ καὶ ἄσχετος ἐνέργεια τοῦ νοῦ καθ’ αὑτὸν ἀφανῶς τὰ ἴδια νοήματα προβαλλομένου, ὧν χωρὶς οὐδὲ νοῦς
25ἂν κληθείη δικαίως. λέγεται πάλιν ἐνέργεια ἡ διὰ τῆς προ‐
φορᾶς τοῦ λόγου φανέρωσις καὶ ἐξάπλωσις τῶν νενοημένων.78

79

αὕτη δὲ οὐκέτι ἄσχετός ἐστι καὶ ἁπλῆ, ἀλλ’ ἐν σχέσει θεω‐ ρουμένη. καὶ γὰρ καὶ αὐτὴ ἡ σχέσις, ἣν ἔχει πρὸς τὸ γινόμενον ὁ ποιῶν, ἐνέργειά τις ἐστι. καὶ αὐτὸ πάλιν τὸ ἀποτελούμενον ὁμοίως, οἷον ὡς ἐπὶ τῆς ἀρχιτεκτονικῆς ἢ
5ναυπηγικῆς ἔστιν ἰδεῖν. προεθεώρησαν γὰρ τὸ ἐσόμενον ἐν αὐτοῖς, τὴν οἰκίαν μὲν ὁ ἀρχιτέκτων καὶ τὸ σκάφος ὁ ναυ‐ πηγός, εἶτα προήγαγον εἰς φῶς τὸ νενοημένον, ἐχειρούργησαν πάλιν καὶ ἀπετέλεσαν. ἆρ’ οὐ δοκεῖ σοι τούτων ἕκαστον ἐνέργεια τοῦ ποιοῦντος εἶναι; πάντως, ἐρεῖς. καὶ τὸ μέν ἐστι
10ψυχῆς ἁπλῶς, τὸ δὲ ψυχῆς σώματι κεχρημένης, τὸ δὲ σώματος νοερῶς ἐψυχωμένου, πλὴν τῆς ἐνεργείας ἀποτέλεσμα ἕν ἐστι τοῦ ἀνθρώπου. τοιοῦτό μοι νόει καὶ ἐπὶ τῶν προκειμένων ἡμῖν εἰς ζήτησιν ἐνεργειῶν τοῦ σωτῆρος ἡμῶν, ἐπεὶ καὶ οἱ ἅγιοι ἡμῶν πατέρες πολλάκις τῷ κατὰ τὸν κοινὸν ἄνθρωπον
15ἐχρήσαντο παραδείγματι, διασκοπούμενοι τῶν φύσεων τὴν ἕνωσιν. ὥσπερ οὖν ἄλλη μὲν ψυχῆς ἐνέργεια νοερᾶς, ἄλλη δὲ σώματος, τὸ δὲ ἐκ τούτων κοινὸν τοῦ ἐξ ἑκατέρων ἐστὶ συνεστῶτος ἀνθρώπου, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ σωτῆρος ἡμῶν τοῦ ἐνανθρωπήσαντος θεοῦ λόγου νοοῦμεν, θείας μὲν
20ἐνεργείας τὰς θείας ὁρῶντες, οἷον τὸ πλάσαι τὸ ἴδιον σῶμα χωρὶς ἀνδρὸς κοινωνίας ἐκ παρθένου κόρης πᾶσαν φυσικὴν ἀγνοούσης ἡδονήν, τὸ μεταβαλεῖν τὸ ὕδωρ εἰς οἶνον ὁρμῇ μόνῃ θελήματος, καὶ ὅσα τοιαῦτα· ἀνθρωπείας δέ, τὴν ζωὴν αὐτὴν λέγω τὴν κατὰ ἄνθρωπον, καθ’ ἣν κινούμεθα πρὸς
25ὄρεξιν τροφῆς, πρὸς αὔξησιν. ἐνέργεια γὰρ καὶ ἡ ζωὴ καὶ ἡ πρώτη τοῦ ζώου ἐνέργεια. εἰ δὲ μὴ ἐνέργεια τυχόν, ὡς ἄν τινες ἴσως οἰηθεῖεν, πάντως πάθος, ὅπερ ἄτοπον. οὐκοῦν ἐνέργεια πάντως. ἀλλὰ ταῦτα θεωρήσαντες ὥσπερ καὶ τὰς φύσεις, ὅθεν προΐασιν αἱ ἐνέργειαι, καὶ ἑνώσαντες αὐτὰς
30ἀλλήλαις, ὥσπερ ἐκ τῶν συνελθουσῶν φύσεων μίαν ἐθεωρή‐79

80

σαμεν ὑπόστασιν ἀδιαίρετόν τε καὶ ἀσύγχυτον, οὕτω καὶ ἐκ τῶν διαφόρων ἐνεργειῶν τὸ ἀποτέλεσμα ἓν καὶ ἑνὸς Χριστοῦ θεωροῦμεν. Βασιλείου ἐκ τῶν κατ’ Εὐνομίου συλλογισμῶν λόγου γʹ.
5 Εἰ ὁ Χριστὸς ἐνέργημα—οὕτω τὸ ἐνεργηθέν. Σημειωτέον ὅτι ἐνέργημα πρῶτον εἰπὼν ὕστερον τὸ αὐτὸ ἐνέργειαν ἐκάλεσεν. εἶπεν οὖν, ὅτι ἄλλο ὁ ἐνεργῶν καὶ ἄλλο τὸ ἐνεργηθὲν καὶ ἕτερον ἡ ἐνέργεια παρὰ ταῦτα, ἥτις, φησίν, καὶ ἀνυπόστατός ἐστιν. οὐ γὰρ ἔχει ἰσχὺν
10γνωρίζεσθαι τῆς οὐσίας ἐκτός, ἀλλὰ καὶ ὁμοῦ τῷ ἐνεργη‐ θῆναι παύεται. τοιοῦτον γὰρ ἡ ἐνέργεια, ὡς καὶ Γρη‐ γόριος ὁ θεολόγος ἐδίδαξεν ἐν τῷ περὶ πνεύματος ἁγίου λόγῳ εἰπὼν οὕτως· Τὸ πνεῦμα τὸ ἅγιον—κινουμένου σαφῶς ἐστιν,
15οὐ κινήσεως; Κυρίλλου ἐκ τοῦ πρὸς Θεοδόσιον προσφωνητικοῦ. Ὁ νόμῳ σαρκὸς καὶ φύσει—ὑπὲρ ἡμᾶς ὡς θεός. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ὥσπερ ἐν ἐκείνοις τῷ τῆς ἐνανθρωπήσεως νόμῳ τὸν
20αὐτῷ πρέποντα λόγον σωφρόνως τετήρηκε (σαρκὸς γὰρ τὸ80

81

γεννηθῆναι καὶ σπαργανωθῆναι καὶ μὴν καὶ τραφῆναι καὶ βαπτισθῆναι), οὕτω καθηκόντως καὶ τοῖς πρέπουσι λογισμοῖς ἐπὶ τὸ ἔχον ὀρθῶς πηδαλιουχούμενος ἀπονέμει τῇ θείᾳ τε καὶ ὑπὲρ πάντα φύσει τὰ ἀληθῶς αὐτῆς ἐνεργήματα, οὔτε
5ἀπιστεῖσθαι τὴν διήγησιν ἐῶν, εἰ κατορθώματα λέγοιτο τοῦ ἐν σαρκὶ ὑπὲρ τὴν σάρκα, ὁποῖόν ἐστιν ἡ νεκρῶν ζωοποίησις καὶ τὸ κατ’ αὐτοῦ τοῦ διαβόλου τρόπαιον, οὔτε μὴν εἰς τὰ ἰδίως ἐνυπάρχοντα τῇ σαρκὶ κατασύρων πάθη τὸν ἐν αὐτῇ λόγον, ἵνα μή τι καὶ πεπονθὼς τῶν παρὰ φύσιν ἰδίαν ὑπο‐
10πτευθείη πρός τινος ὁ τροπὴν οὐκ εἰδὼς διά γε τὸ φύσει θεός, ὁποῖόν ἐστι τὸ πεινῆν καὶ κάμνειν. ἐπειδὴ δέ, καθάπερ ἔναγχος ἔφην, θεόν τε ὁμοῦ καὶ ἄνθρωπον οἶδε τὸν Ἐμμα‐ νουήλ, ἑκατέρῳ τῶν πραγμάτων, δι’ ὧν εἰς ἕνα καὶ τὸν αὐτὸν ἡ σύνοδος, ἀπονέμει τὰ οἰκεῖα.
15 Σχόλιον Ἀναστασίου. Ταῦτα μὲν ὁ Κύριλλος· οἱ δὲ τὴν ἐπίτριπτον ψευδοπαιδείαν ἠσκηκότες ἀποφυγὰς ἑαυτοῖς ἐπινοοῦντες τῶν ἐλέγχων, οὔ φασι ταυτὸν εἶναι ἐνέργειαν καὶ ἐνέργημα, πόθεν τοῦτο λαβόντες οὐκ οἶδα, ὡς εἰ καὶ τὴν ποίησιν καὶ τὸ ποίημα διαφέρειν κατὰ τὴν ἔννοιαν
20εἴποι τις ἄν, ὅπερ οὐκ ἀληθεύοντός ἐστιν, ἀλλὰ σοφιζο‐ μένου τὸ ἀληθὲς πεπλασμένων λόγων πλοκαῖς. εἴτε γὰρ ἐνέργειαν εἴτε ποίημα εἴτε ἔργον εἴποιμεν τὸ ἀποτελούμενον ἐκ τῆς ἐν ἡμῖν κατὰ δύναμιν ἐνεργείας ἢ καὶ ἐνέργημα, ταυτὸν ἂν εἴη τὸ διὰ πάντων νοούμενον. οὐδὲν γὰρ
25νοεῖται διὰ τούτων ἢ ὅτι κινηθεὶς ὁ δεῖνα τόδε πεποίηκεν ἢ ἐνήργησεν. καὶ τὸ γενόμενον, ὡς ἂν ἐθέλοις καλεῖν,
εἴτε ἐνέργειαν εἴτε ἐνέργημα, ταυτὸν δηλώσεις, ὡς ἂν εἴποις81

82

ποίημα καὶ ποίησιν. πλὴν ἄκουε καὶ ἑτέρων φωνῶν τοῦ αὐτοῦ μακαρίου πατρός, καὶ ἴσως ἐντραπήσῃ τὸ σαφὲς τοῦ λόγου. Κυρίλλου ἐκ τοῦ θησαυροῦ εἰς τὸ „ὁ πατὴρ
5ἀγαπᾷ τὸν υἱόν“. Ἔστιν οὖν ἰδεῖν κατὰ ταυτὸν ἀμφότερα ἐν αὐτῷ. ἐπυν‐ θάνετο γὰρ „ποῦ κεῖται Λάζαροσ“ ἀνθρωποπρεπῶς, ἤγειρε δὲ αὐτὸν ὡς θεός. καὶ τῇ μὲν μητρὶ λεγούσῃ „οἶνον οὐκ ἔχουσιν“ ἐπέπληττεν ὡς ἄνθρωπος, τὸ δὲ ὕδωρ εὐθὺς εἰς
10οἶνον μετεποίει. θεὸς γὰρ ἦν ἀληθινὸς ἐν σαρκὶ καὶ σὰρξ ἀληθὴς ἐν θεῷ. δι’ ὧν οὖν ἔδει γνωρίζεσθαι θεόν, ταῦτα θεϊκῶς ἐνεργεῖ, καὶ ἀφ’ ὧν ἦν ἀναγκαῖον ἄνθρωπον ὄντως ὁρᾶσθαι, ταῦτα ποιεῖ καὶ λέγει οἰκονομῶν τῷ μυστηρίῳ τὴν ἀλήθειαν. ἀποδιδόσθω τοίνυν θεῷ τὰ θεῷ χρεωστούμενα
15καὶ τῇ ἀνθρωπότητι τὰ αὐτῇ πρέποντα, καὶ οὕτως ἔξω παντὸς σκανδάλου καὶ πλάνης ὁ εἰς αὐτὸν πιστεύων γενήσεται. Σχόλιον Ἀναστασίου. Κἀνταῦθα πάλιν οἱ σοφισταὶ κατὰ τὸ εἰκὸς εὑρησιλογοῦντες εἴποιεν ἄν, τὴν ἐνέργειαν καὶ τὴν ποίησιν μὴ εἶναι δύο ποιήσεις ἢ δύο πάλιν ἐνερ‐
20γείας, ὅτι ἐπὶ μὲν θεοῦ τὸ ἐνεργεῖν ἔταξεν, ἐπὶ δὲ τῆς ἀνθρωπότητος τὸ ποιεῖν. ἀλλ’ ἡμεῖς ποιότητα λέξεως οὐ πάντως ἐξετάζομεν· οὐδὲ γὰρ ἄξιον ἐν θείοις δόγμασιν ἐρεσχελεῖν καὶ σκοπὸν ἔχειν τὸ κακῶς νικῆσαι πάντως. τοῖς δὲ διὰ τῶν λέξεων σημαινομένοις προσέχοντες καὶ τὸν
25νοῦν τῶν ἐκθεμένων πατέρων εἰδότες, αὐτοῖς ἐκείνοις
ἐξακολουθεῖν ἐκρίναμεν, εἰδότες ὅτι οὐκ αὐτοὶ μαρτυροῦντες82

83

τῇ ἀληθείᾳ ἐλάλουν, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς αὐτῶν ἦν θεοῦ τὸ λαλοῦν ἐν αὐτοῖς. εἰ τοίνυν, ὡς ἔφη Κύριλλος, ἐνήργει ὡς θεὸς καὶ ἐποίει ὡς ἄνθρωπος, τί σοι δοκεῖ Λέων παρὰ ταῦτα φθέγγεσθαι; τάχα δὲ κατὰ σὲ βλασφη‐
5μεῖν ἐν τῷ λέγειν· „ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας τοῦθ’ ὅπερ ἴδιον ἔσχεν“. καὶ εἰ καλῶς ἔφη Κύριλλος· „ἀποδιδόσθω τοίνυν θεῷ τὰ θεῷ χρεω‐ στούμενα καὶ τῇ ἀνθρωπότητι τὰ αὐτῇ πρέποντα“ καὶ ὀφειλόμενα, ἢ ὡς ἔφη Γρηγόριος· „τὰ μὲν ὑψηλότερα
10πρόσαγε τῇ θεότητι καὶ τῇ κρείττονι φύσει παθῶν καὶ σώματος, τὰ δὲ ταπεινότερα τῷ διὰ σὲ κενωθέντι“, πῶς παραγράφῃ Λέοντα τὰ ὅμοια τούτοις λέγοντα, ὅτι „τὸ μὲν αὐτῶν διαλάμπει τοῖς θαύμασι, τὸ δὲ ταῖς ὕβρεσιν ὑπο‐ πέπτωκεν“;
15Ἰουστίνου φιλοσόφου καὶ μάρτυρος ἐκ τοῦ περὶ τριάδος βιβλίου γʹ κεφαλαίου ιζʹ. Ὅταν οὖν ἀκούσῃς—τὰς θείας γραφὰς ὁμολογήσεις. Κυρίλλου ἐκ τοῦ αʹ τόμου τῶν περὶ τῆς ἁγίας τριάδος.
Διττὸς οὖν ἄρα ἐστὶν—τουτέστι τὰ ἀνθρώπινα.83

84

Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὸ κατὰ Ἰωάννην ὑπομνήματος. Οἶδεν ὁ λόγος τῆς θεοπνεύστου γραφῆς ἄνθρωπον ὄντα καὶ θεὸν τὸν Χριστόν, εἰ καὶ εἷς νοοῖτο καὶ ὁ αὐτός. ἀπονέμει τοιγαροῦν ὁ μακάριος εὐαγγελιστὴς τὸ οἱονεὶ τῶν μερῶν
5ἑκατέρῳ πρέπον, ἀπλανῆ καὶ ἀσύγχυτον τοῦ μυστηρίου δια‐ τηρήσας τὸν λόγον. τὰ μὲν γὰρ ἰδικῶς οἶδεν ὄντα τε καὶ πρέποντα τοῖς τῆς ἀνθρωπότητος μέτροις, τὰ δὲ ταῖς ὑπερ‐ οχαῖς τῆς ἀφράστου θεότητος, εἰ καὶ δι’ ἀμφοῖν ἰέναι τὰ πάντα κατὰ τὸ ἑκατέρῳ πρέπον ὁ τῆς ἑνώσεως τρόπος καὶ
10ἡ πρὸς ἕν τι νοουμένη σύνοδος ἀναγκαίως ἀπαιτεῖ. Ἀθανασίου ἐκ τοῦ δογματικοῦ λόγου. Ὅσαι ταπειναὶ λέξεις—„ἀληθῶς θεοῦ υἱὸς εἶ“. Γρηρορίου Νύσσης ἐκ τοῦ ιʹ λόγου κατ’ Εὐνομίου. Ἀλλ’ ἴδωμεν καὶ τὸ ἐκ τοῦ ἀκολούθου—ἐν σώματι
15περιγεγραμμένων ἐστίν. Καὶ μετ’ ὀλίγα· Ὁ εἰπὼν „πορεύομαι“—ἕτερον δὲ ἀντιμεταλαμβάνοντος. Ἀναστασίου. Ἰστέον ὡς πάσας τὰς ἐνεργείας ὁ δι‐ δάσκαλος, ἃς παρήγαγε, μετὰ τὴν ἀνάστασιν ἔχειν τὸν
20Χριστὸν ἐπεσημήνατο, τοῦ „ἀναβαίνω“ τὴν πορευτικήν,
τὴν τοπικὴν μετάστασιν καὶ τὰ λοιπά.84

85

Ἰωάννου Σκυθοπόλεως ἐν τῷ ηʹ αὐτοῦ λόγῳ κατὰ Σευήρου. Εἰπὲ δὴ ἡμῖν, βέλτιστε, πότερον τὸν θεὸν λόγον οὐσιωδῶς ἡνῶσθαι πεπίστευκας τῇ σαρκὶ καὶ ψυχῇ, ᾗπερ ἥνωται; ναί φησι. τοῦτον δὲ τὸν ἐπὶ πᾶσι θεὸν τῷ ἐξαιρέτῳ τῆς θεότητος
5περιδεδρᾶχθαι οὐρανοῦ καὶ γῆς καὶ θαλάσσης, αἰθέρος τε καὶ ἀέρος, ἀγγέλων τε καὶ ἀρχαγγέλων, ἀρχῶν τε καὶ ἐξου‐ σιῶν καὶ συλλήβδην εἰπεῖν τῶν ἐν τῇ ἀσωμάτῳ μακαριότητι χιλίων χιλιάδων καὶ μυρίων μυριάδων ἁγίων λειτουργικῶν τε καὶ ἀοράτων οὐσιῶν συνέχειν τὴν ὕπαρξιν καὶ προνοεῖν
10κοινῇ πάντων ὁρατῶν τε καὶ ἀοράτων καὶ ἰδίᾳ ἑκάστου; ναὶ οἶμαι δώσεις, εἴπερ μὴ πάντῃ ἐξέστηκας. τὴν δὲ τοιαύτην πρόνοιαν οὐκ ἐνέργειαν καλέσεις θεοῦ; καὶ πρὸς τοῦτο οὐκ ἀντιλέξεις, εἴπερ μὴ καὶ νῦν βούλῃ προῦπτον τῇ θεότητι μάχεσθαι. οὕτω μὲν οὖν δώσεις τοῦ θεοῦ καὶ σαρκωθέντος
15διηνεκῆ τὴν ἐνέργειαν, τὴν ψυχὴν δὲ τὴν νοερὰν τὴν αὐτῷ καθ’ ὑπόστασιν ἡνωμένην εἴποις ἂν διανοεῖσθαι ἢ ἀδιανόητον εἶναι. ἀλλ’ εἰ μὲν ἀδιανόητον, περιέπεσας τῇ Ἀπολιναρίου τοῦ σοῦ πατρὸς βλασφημίᾳ, ἄνουν εἰρηκότος τὴν ἑνωθεῖσαν τῷ θεῷ λόγῳ ἀνθρωπότητα. εἰ δὲ φῂς τὸν νοῦν διανοεῖσθαι
20καὶ μὴ δίκην τῶν ἀψύχων ἢ ἀλόγων ἀδιανόητον εἶναι, δώσεις πάντως, εἴπερ τοῖς ἀκολούθοις ἕπεσθαι καὶ νῦν θελήσειας λόγοις, τὴν διανόησιν ἐνέργειαν εἶναι τοῦ νοῦ, οἷον οἶδεν ὅτι ἥνωται τῇ θεότητι, εἰ καὶ τῆς αὐτῆς ἀνθρώποις χωρὶς ἁμαρτίας καθέστηκε φύσεως, ἐπίσταται ὅτιπερ ἐπαναβέβηκε πᾶσαν κτίσιν
25ὁρατήν τε καὶ ἀόρατον καὶ προσκυνεῖται ὑπὸ τῶν ἄνω δυνά‐ μεων ἡ ἀμερίστως ἡνωμένη ψυχὴ τῷ δημιουργῷ τῶν ὅλων
θεῷ, μέμνηται τῆς θεοτόκου τῆς παρθένου καὶ τῆς ἐξ αὐτῆς85

86

κατὰ σάρκα γεννήσεως, τῶν ἐπὶ γῆς διατριβῶν, τοῦ σωτηρίου πάθους, τοῦ σταυροῦ, τοῦ τάφου, τῆς ἀναστάσεως, τῆς εἰς οὐρανοὺς ἀναλήψεως, γινώσκει πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ περικεχυμένην αὐτῇ καὶ λατρεύουσαν οἷα θεοῦ ψυχῇ. τὴν
5δὲ τοιαύτην διανόησιν ἐνέργειαν εἴποις ἂν καὶ αὐτός, οἶμαι, τῆς διανοουμένης ψυχῆς καὶ τῆς ἀμερίστως ἡνωμένης τῇ θεότητι. ὁρᾷς ὅτι ἑνὸς καὶ τοῦ αὐτοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύο ὁρῶμεν τὰς ἐνεργείας, τῆς θεότητος αὐτοῦ καὶ τῆς ἀνθρωπότητος ἀμερίστως τε καὶ ἀναλλοιώτως.
10 Γρηγορίου Νύσσης ἐκ τοῦ κατηχητικοῦ λόγου. Ἀλλὰ καὶ πρὸς ταῦτα πάλιν—τῇ πίστει συνιούσης; Τοῦ αὐτοῦ ἐκ τοῦ κατ’ Εὐνομίου λόγου δʹ. Πρὸς δὲ τοὺς τῷ πάθει—πρὸς ἁμαρτίας ἀκολουθίαν φέρει. Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ τῆς ἑρμηνείας τῶν πράξεων
15λόγου βʹ. Οὐκ ἂν δέ τις ἁμάρτοι—ἄλλα πάντα ἐργασάμενος. Ἀθανασίου ἐκ τοῦ κατὰ εἰδώλων.
Εἴθε γάρ, εἴθε κἂν χωρὶς σχήματος—τούτων τὴν ἐνέργειαν.86

87

Κεφάλαιον ΙΔʹ. Ὅτι τῶν οὐσιῶν αἱ ἐνέργειαί εἰσι σημαντικαὶ καὶ οὐκ ἄλλως αἱ φύσεις γνωρίζονται, εἰ μὴ διὰ τῶν ἐνεργειῶν, καὶ ὅτι ἀδύνατον φύσιν εἶναι ἀνενέργητον, καὶ πῶς
5 ἡ θεία νοεῖται ἐνέργεια. Ἐκ τοῦ κατὰ Ἰωάννην εὐαγγελίου. „Ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾶ τῆς Γαλιλαίας καὶ ἐφανέρωσε τὴν δόξαν αὑτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.“
10 Ἐκ τοῦ αὐτοῦ. „Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι, εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύσατε.“ Ἰγνατίου θεοφόρου καὶ μάρτυρος ἐκ τῆς ἐπιστολῆς
15 τῆς πρὸς τοὺς ἐν Ταρσῷ. Εἰ γὰρ ᾔδεις, ὅτι θεοῦ υἱὸς ἦν, ἐγίνωσκες, ὅτι τεσσαρά‐ κοντα ἡμέρας ἀνενδεὲς ποιήσας τὸ φθαρτὸν σῶμα καὶ εἰς τὸ διηνεκὲς ἠδύνατο τοῦτο ποιῆσαι. διὰ τί οὖν πεινᾷ; ἵνα δείξῃ, ὅτι ἀληθῶς ἀνέλαβε σῶμα ὁμοιοπαθὲς ἀνθρώποις.
20διὰ μὲν γὰρ τοῦ πρώτου ἔδειξεν, ὅτι θεός, διὰ δὲ τοῦ
δευτέρου, ὅτι καὶ ἄνθρωπος.87

88

Ἰουστίνου φιλοσόφου καὶ μάρτυρος ἐκ τοῦ περὶ τριάδος βιβλίου γʹ κεφαλαίου ιζʹ. Ὁ δὲ Χριστὸς οὐκ ἐκ θεότητος καὶ ἀνθρωπότητος ἀπετε‐ λέσθη—φύσεως ὁμοιοπαθείᾳ.
5Ἀθανασίου ἐκ τοῦ κατὰ εἰδώλων λόγου. Εἰ μὲν οὖν αἱ πράξεις—ἐπιγνωσθῆναι δυνηθῇ. Βασιλείου ἐκ τοῦ περὶ νηστείας λόγου. Ἀπρόσιτος γὰρ ἦν—τοῦ ἀναστάντος πιστούμενος. Σκόπει διὰ τῆς τροφῆς τὴν φύσιν πιστουμένην.
10Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ εὐχαριστίας. Διόπερ ἐπιδακρύσας—τῶν λυπηρῶν ἐπιτρέπων. Καὶ ἐνταῦθά φησιν, ὅτι δακρύσας τὴν φύσιν ἐπεδείξατο. Τοῦ αὐτοῦ ἐκ τοῦ ἐπιγεγραμμένου λόγου πρὸς τὴν Εὐνομίου δόξαν, ἧς Ἀέτιος ἤρξατο.
15 Ἐξ ὧν δὲ παρήγαγεν αὐτὸς περί τε τῆς οὐσίας καὶ τῆς ἐνεργείας λογισμῶν σαθρῶν, ὁ λόγος ἀποδείκνυσι καὶ κατ’ οὐσίαν καὶ κατ’ ἐνέργειαν ὅμοιον εἶναι τὸν υἱὸν τῷ πατρί, μᾶλλον δὲ ἀληθέστερον εἰπεῖν τὸν αὐτόν. Καὶ μετὰ βραχέα· Οὔτε γὰρ οὐσία κατὰ φύσιν ἐνεργείας
20ἄνευ οὔτε ἐνέργεια χωρὶς οὐσίας ποτέ, μᾶλλον δὲ τὴν οὐσίαν88

89

διὰ τῆς ἐνεργείας γνωρίζομεν, αὐτὴν τὴν ἐνέργειαν δεῖγμα τῆς οὐσίας πρὸς πίστωσιν ἔχοντες. οὐσίαν γὰρ οὐδεπώποτέ τις εἶδε θεοῦ, διὰ δὲ ἐνεργείας ὅμως τὴν οὐσίαν πιστούμεθα. Σχόλιον Ἀναστασίου. Ὁρᾷς ὡς ἀλλήλοις ταῦτα
5συνέζευξε καὶ οὔτε φύσιν ἐνεργείας ἄνευ ἔστι, φησί, θεά‐ σασθαι, ἵνα μὴ πρὸς τὸ μὴ ὂν ἀπονεύσῃ ἐνεργείας ἀμοιροῦσα, οὐδ’ αὖ πάλιν ἐνέργειαν τῆς ἐνεργούσης αὐτὴν ἐκτὸς φύσεως. Σχόλιον Σωφρονίου. Εἰ πᾶσα τοίνυν ἐνέργεια φύ‐ σεώς τινος οὐσιώδης ὁρίζεται κίνησις, ὡς οἱ περὶ ταῦτα
10δεινοὶ διειλήφασι, ποῦ φύσιν τις εἶδέ ποτε ἀκίνητον ἢ παντελῶς ἀνενέργητον ἢ ἐνέργειαν ηὕρηκεν οὐ φυσικῆς δυνάμεως ὑπάρχουσαν κίνησιν, ἵνα, ὅπερ οὐδαμῇ καθο‐ ρᾶσθαι ἢ λέγεσθαι δύναται, τοῦτο ἐπὶ μόνου Χριστοῦ καθορᾶται καὶ λέγηται, μᾶλλον δὲ μὴ καθορώμενον λέ‐
15γηται; ἐπειδὴ δὲ τῶν οὐσιῶν ἐστιν ὁμολογουμένως ἡ ἐνέρ‐ γεια, ἀνάγκη θεωρεῖν σὺν ταῖς οὐσίαις καὶ τὰς ἐνεργείας, ἵνα μὴ κολοβῶμεν ἐν τῇ ἑνώσει τὰ τῶν ἑνωθέντων ἰδιώματα· λῆρος γὰρ ἂν εἴη πλατύς, φύσιν μὲν ὁμολογεῖν, ἀνενέρ‐ γητον δὲ λέγειν αὐτήν.
20Γρηγορίου Νύσσης ἐκ τῆς πρὸς Εὐστάθιον ἐπιστολῆς περὶ τῆς ἁγίας τριάδος. Ἀνάγκη πᾶσα διὰ τῶν ἐνεργειῶν—τῶν ἐνεργειῶν
στοχαζόμεθα.89

90

Εἰδέναι χρὴ ὡς ἐν τῇ οὐσίᾳ ἤτοι περὶ τὴν οὐσίαν τὰ ἰδιώματα τῆς οὐσίας θεωρεῖται, οἱονεὶ σήμαντρά τινα τῇ μονοειδεῖ παρεπόμενα φύσει, ἐκ δὲ τῆς οὐσίας προϊέναι τὰς ἐνεργείας δοξάζομεν. καὶ ἰδιώματα μὲν τῆς θεότητός
5φαμεν, ὅσα τὴν κτίσιν ὑπερβαίνει καὶ ὑπεράλλεται, τὸ ἄτρεπτον, τὸ ἀΐδιον, τὸ ἀπερίγραπτον, τὸ ἀπαθὲς φύσει, τὸ ἀθάνατον, τὸ ἄφθαρτον, τὸ πανσθενὲς καὶ ὅσα τοιαῦτα. θεοπρεπεῖς δὲ ἐνέργειαί εἰσι τὸ δημιουργικόν, τὸ προνοη‐ τικόν, τὸ τῶν ὅλων συστατικόν, τὸ ἁγιαστικόν, τὸ ζωοποιὸν
10καὶ τὰ τούτοις ἐοικότα. ἡ τοίνυν ἀθανασία καὶ ἡ ἀφθαρσία καὶ ἡ ἀπάθεια ἐπὶ τοῦ λόγου καὶ ποιότητές εἰσι φυσικαὶ καὶ πάλιν ἐνέργειαι. καθὸ μὲν γὰρ αὐτῷ προσπέφυκε ταῦτα, τὴν ὡς ποιότητος φυσικῆς ἔχουσι τάξιν, καθὸ δὲ εἰς τοὺς ἔξω πρόεισι παρ’ αὐτοῦ, νοοῖντ’ ἂν αὐτοῦ ὡς ἐνέργειαι.
15 Πῶς δεῖ νοεῖν τὴν ἐνέργειαν ἐπὶ θεοῦ; Ὁ μὲν Χρυσόστομος ἐν τῷ ὑπομνήματι τῆς πρὸς Κολασ‐ σαεῖς ἐπιστολῆς γυμνάσας μετὰ καὶ ἄλλων τοῦτο περὶ θεοῦ κε‐ φαλαίων καὶ ἀπορίᾳ τὴν ἀπορίαν διαλύσας ἀκατάληπτον αὐτὸ ἀπεφήνατο. ὁ δὲ Ἀρεοπαγίτης τὸ συνεκτικὸν καὶ περιεκτικὸν
20καὶ προνοητικὸν ἐκάλεσεν ἐνέργειαν θεοῦ. ἔγραψαν δὲ οὕτως· Ἰωάννου τοῦ Χρυσοστόμου εἰς τὴν πρὸς Κολασσαεῖς ἐπιστολήν. Ἔχει ἐνέργειαν ἐκείνη ἡ οὐσία—„δύνασαί με καθαρίσαι“.
εἰ γὰρ ἅμα τῷ θελήματι ἕπεται τοῦτο, τί ἐστι λοιπὸν εἰπεῖν;90

91

Διονυσίου Ἀρεοπαγίτου ἐκ τοῦ περὶ μεγάλου καὶ μικροῦ, ταυτοῦ, ἑτέρου, ὁμοίου, ἀνομοίου, στάσεως, κινήσεως, ἰσότητος κεφαλαίου θʹ. Τί δέ, καὶ ὅταν αὖθις οἱ θεολόγοι—προόδοις καὶ
5ἐνεργείαις. Κεφάλαιον ΙΕʹ. Ὅτι θεϊκῶς ἅμα καὶ ἀνθρωπίνως ὁ εἷς καὶ μόνος ἐνήργει Χριστὸς τὴν διπλῆν ἐνδεικνύμενος ἐνέργειαν, καὶ ὅτι οὐκ ἄμοιρος τῶν ἰδίων ἐνεργειῶν ἡ θεία
10αὐτοῦ ὑπῆρχε σάρξ, καὶ πρὸς τοὺς λέγοντας, ὅτι τὰ ἀνθρώπινα αὐτοῦ ἔργα οὐκ ἐνεργείας, ἀλλὰ πράξεις καὶ πάθη δεῖ καλεῖν, καὶ διὰ τοῦτο μὴ ἀνεχομένους δύο ὁμολογεῖν Χριστοῦ τὰς ἐνεργείας, καὶ ὅτι καιρὸν ἐδίδου ὁ λόγος τῇ ἰδίᾳ σαρκὶ τὰ οἰκεῖα πράττειν καὶ
15πάσχειν, ὅτε αὐτὸς ἐβούλετο καὶ ἐφ’ ὅσον ἤθελε, καὶ ὅτι ἐνδείξει ὑπάρξεως ἐγίνετο τὰ γινόμενα καὶ οὐ φαντασί, καὶ ὅτι ὡς ὀργάνῳ τῷ ἰδίῳ σώματι ὁ λόγος ἐχρῆτο πρὸς τὰς ἐνεργείας. Ἰωάννου τοῦ Χρυσοστόμου εἰς τὴν χήραν τὴν τὰ δύο
20 λεπτὰ προσενέγκασαν. Κάθηται τοίνυν πρὸ τοῦ γαζοφυλακίου ὁ Χριστὸς καὶ τοὺς φιλανθρώπους ὁ φιλάνθρωπος θεωρεῖ. οἰκειοῦται τῶν
προφητῶν τὴν μαρτυρίαν· „ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίουσ“.91

92

ὅπερ ἐν οὐρανῷ ποιεῖ, τοῦτο καὶ ἐπὶ τῆς γῆς διαπράττεται τῷ βλέμματι τῆς θεότητος. καὶ ἐν μὲν τοῖς ἄλλοις τῶν συνα‐ φθεισῶν φύσεων διάφορος ἡ ἐνέργεια, οἷόν τι λέγω· κάτω κοπιᾷ καὶ ἄνω συγκροτεῖ τὰ στοιχεῖα, κάτω πεινᾷ καὶ ἄνωθεν
5ὑετοὺς χορηγεῖ, κάτω δειλιᾷ καὶ ἄνω βροντᾷ, κάτω δικα‐ στηρίῳ παρέστηκε καὶ ἄνωθεν πάντα θεωρεῖ. περὶ δὲ τὴν ἐλεημοσύνην συντρέχει τὰ τῆς διπλῆς ἐνεργείας· ὁ γὰρ ἄνωθεν ἐκ τῶν χερουβὶμ βραβεύων τοῖς ἐλεήμοσιν, οὗτος πρὸ τοῦ γαζοφυλακίου καθήμενος δοκιμάζει τοὺς φιλαν‐
10θρώπους, καὶ ἓν θέατρον τὴν διπλῆν φύσιν ἐμφαίνει. „καὶ καθίσας ὁ Ἰησοῦς κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει, πῶς ὁ ὄχλος βάλλει χαλκόν“, καὶ τὰ ἑξῆς. Ἀμβροσίου ἐπισκόπου Μεδιολάνου ἐκ τοῦ πρὸς Γρατιανὸν βʹ λόγου.
15 Ἴσος οὖν ἐν τῇ τοῦ θεοῦ—διάφορος οὐσία ἐστίν; Γελασίου ἐπισκόπου Καισαρείας ἐν ἐξηγήσει τοῦ μαθήματος. Ἦλθε τοίνυν—καὶ φιμούσθω πᾶν αἱρετικὸν στόμα. Κυρίλλου Ἱεροσολύμων ἐκ τῆς εἰς τὸ εὐαγγέλιον ὁμιλίας, ἔνθα ὁ κύριος τὸ ὕδωρ οἶνον ἐποίησεν.
20Ἐσπούδασε μήτε δι’ ὅλου φανερῶσαι τὴν ἑαυτοῦ θεότητα
μήτε εἰς τὸ παντελὲς ἀποκρύψαι. ἐσπούδασε μὴ φανερῶσαι92

93

διὰ τοὺς τότε, ἐσπούδασε μὴ ἀποκρύψαι διὰ τοὺς μετὰ ταῦτα, ἀλλὰ δεῖξαι καὶ τῆς θεότητος αὐτοῦ καὶ τῆς ἀνθρωπότητος αὐτοῦ τρανὰς τὰς ἐνεργείας, ἵνα μήτε ἡ θεία δύναμις ἀμβλυνθῇ μήτε ἡ ἀνθρωπίνη φύσις ἀπιστηθῇ. ἐπειδὴ γὰρ
5ἔμελλεν αἵρεσις ἀνακύπτειν ἡ λέγουσα, ὅτι „φάντασμα ἦν τὸ σῶμα καὶ ἐξ οὐρανοῦ κατῆλθεν, οὐ γὰρ ἂν ἔλαβε τοῦ φθαρτοῦ σώματος σάρκα ἡ ἄφθαρτος φύσις, οὐδ’ ἂν κατε‐ δέξατο ῥύπον ἢ μολυσμὸν ἢ σπῖλον“, ἵνα πιστώσηται ὁ θεὸς τῶν ἀνθρώπων τὸ γένος, ὅτι τοῦτο ἐγένετο, ὅ ἐσμεν, μένων
10ὃ ἦν, διὰ τοῦτο συνεχώρησε τῇ σαρκὶ πάσχειν τὰ ἴδια. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ἐγεννήθη, ἐθαυματούργησεν, ἔδειξε τὴν διπλῆν ἐνέρ‐ γειαν, πάσχων μὲν ὡς ἄνθρωπος, ἐνεργῶν δὲ ὡς θεὸς ὁ αὐτός· οὐ γὰρ ἄλλος καὶ ἄλλος, εἰ καὶ ἄλλως καὶ ἄλλως.
15Ἰουστίνου φιλοσόφου καὶ μάρτυρος ἐκ τοῦ γʹ βιβλίου περὶ τῆς ἁγίας τριάδος κεφαλαίου ιζʹ. Τινὲς τὴν ἕνωσιν ὡς ψυχῆς—καὶ τὰ παραπλήσια, ἃ φυσικῶς ἐθέλων ὑπέμεινεν. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ κεφαλαίου.
20Ὥσπερ τοῦ φωτός, ᾗ φῶς ἐστιν ἕν, τὴν ἐνέργειαν—
γινόμενον, τῷ λόγῳ γνωρίσειεν.93

94

Κυρίλλου ἐκ τοῦ θησαυροῦ βιβλίου βʹ λόγου λβʹ. Οὐδήπου μίαν εἶναι—πρέποντα καταγάγωμεν τόπον. Τοῦ αὐτοῦ ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους ἐπιστολῆς. Εἰ δὲ τετελείωκεν ἡμᾶς δι’ ὕδατος καὶ πνεύματος, πῶς
5οὐκ ἐνήργει θεϊκῶς τε ἅμα καὶ ἀνθρωπίνως ὁ αὐτὸς ὑπάρχων καὶ ὡς ἐν ἑνὶ θεός τε ὁμοῦ καὶ ἄνθρωπος; Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς Θεοδόσιον τὸν βασιλέα προσφωνητικοῦ. „Καὶ ἐκτείνασ“ ὁ κύριος „τὴν χεῖρα“, φησίν, „ἥψατο“
10τοῦ λεπροῦ „λέγων“· —γέγονε σὰρξ ὁ λόγος. Λέοντος πάπα Ῥώμης πρὸς Φλαβιανόν. Ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας, ὅπερ ἴδιον ἔσχηκε, τοῦ μὲν λόγου κατεργαζομένου τοῦθ’ ὅπερ ἐστὶ τοῦ λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος ἅπερ ἐστὶ
15τοῦ σώματος. καὶ τὸ μὲν αὐτῶν διαλάμπει τοῖς θαύμασι, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκεν. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ τόμου. Εἰ καὶ τὰ μάλιστα γὰρ ἐν τῷ δεσπότῃ ἡμῶν Ἰησοῦ
Χριστῷ τοῦ θεοῦ καὶ ἀνθρώπου ἕν ἐστι πρόσωπον, ὅμως94

95

ἕτερόν ἐστιν ἐκεῖνο, ὅθεν ἐν ἑκατέρῳ κοινόν ἐστι τὸ τῆς ὕβρεως, καὶ ἕτερον, ἐξ οὗ κοινὸν τὸ τῆς δόξης καθέστηκεν. Σχόλιον Ἀναστασίου. Προδήλως τὸ πρόσωπον ἀντὶ τῆς ὑποστάσεως ἔλαβε· τὸ δὲ ἕτερον καὶ ἕτερον οὐ περὶ
5προσώπων εἴρηται, ἀλλὰ περὶ οὐσιῶν. καὶ μηδεὶς τοῦ λόγου κατατρεχέτω· τὴν γὰρ ἑαυτοῦ ἔννοιαν εὐθὺς διὰ τῶν ἑξῆς ἐφανέρωσε σαφηνίσας τὸ ἕτερον καὶ ἕτερον καὶ εἰπὼν οὕτως· Ἐξ ἡμῶν μὲν γὰρ αὐτῶν ἐστιν αὐτῷ ἡ ἐλάσσων τοῦ πατρὸς ἀνθρωπότης, ἀπὸ δὲ τοῦ πατρός ἐστιν αὐτῷ ἡ μετὰ
10τοῦ πατρὸς ἴση θεότης. Σκόπει ὡς οὔκ εἰσι θεότης καὶ ἀνθρωπότης προσώπων σημαντικαί, ἀλλ’ οὐσιῶν, ὧν τὴν διαφορὰν εἶναι εἰπὼν ἐν τῷ Χριστῷ, πάλιν τὴν καθ’ ὑπόστασιν ἕνωσιν εὐθὺς παρε‐ δήλωσεν· ἐπήγαγε γάρ·
15 Διὰ ταύτην τοῦ προσώπου τὴν μονότητα τὴν ἐν ἑκατέρᾳ φύσει νοεῖσθαι ὀφείλουσαν καὶ υἱὸν ἀναγινώσκομεν ἀνθρώπου κατεληλυθέναι ἐξ οὐρανοῦ, ὁπότε ὁ υἱὸς τοῦ θεοῦ τὸ σῶμα ἐξ αὐτῆς τῆς παρθένου, ἐξ ἧς ἐτέχθη, προσέλαβεν. καὶ πάλιν ὁ υἱὸς τοῦ θεοῦ σταυρωθεὶς λέγεται καὶ ταφείς, ὁπότε
20ταῦτα οὐκ ἐν αὐτῇ τῇ θεότητι, ἐν ᾗ μονογενὴς καὶ συναΐδιος καὶ ὁμοούσιος τῷ πατρί, ἀλλ’ ἐν τῇ ἀσθενείᾳ τῆς ἀνθρωπίνης ὑπομεμένηκε φύσεως. Καὶ ἐνταῦθα τὴν τοῦ προσώπου μονότητα ἤγουν ἕνωσιν ἀντὶ τῆς μιᾶς εἶπεν ὑποστάσεως τῆς ἐν ἑκατέρᾳ
25φύσει νοουμένης, καὶ ἐν ᾗ ἑκατέρα θεωρεῖται φύσις ἀδιαι‐
ρέτως, ὡς αὐτὸς ἐν τοῖς ἑξῆς ἐδήλωσεν.95

96

Τοῦ αὐτοῦ μεθ’ ἕτερα. Ὅπως ἂν ἐν αὐτῷ μεμενηκέναι γνωσθῇ ἡ ἰδιότης τῆς τε θείας καὶ τῆς ἀνθρωπίνης φύσεως ἀδιαιρέτως. Τοῦ αὐτοῦ πρὸς Λέοντα τὸν βασιλέα.
5 Εἰ καὶ τὰ μάλιστα γὰρ ἐν τῷ ἑνὶ—χωρὶς τῆς σαρκὸς οὐ κατεργάζεται. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Εἰ καὶ τὰ μάλιστα τοίνυν—ἔργων ποιότητος αἰ‐ σθανόμεθα.
10Εὐσταθίου ἐπισκόπου Βηρυτοῦ περὶ τῆς τοῦ μακαρίου Λέοντος ἐπιστολῆς ἀπολογία πρὸς Τιμόθεον τὸν Αἴλουρον. Γνῶθι δὲ καὶ ἐκ τῶν ἐφεξῆς τὴν τούτου τῶν δογμάτων ἀκρίβειαν. εἰπὼν γὰρ „ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας, ὅπερ ἔσχηκεν ἴδιον“, ἐπάγει „τοῦ
15μὲν λόγου κατεργαζομένου τοῦθ’ ὅπερ ἐστὶ τοῦ λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος ὅσα ἐστὶ τοῦ σώματοσ“, καὶ διὰ μὲν τοῦ εἰπεῖν „τοῦ λόγου κατεργαζομένου“ τὴν αὐθεντίαν καὶ τὴν ἐξουσίαν καὶ τὸ ἀδούλωτον τῆς θεότητος ἐσήμανεν. ὅσα γὰρ τοῦ λόγου, ταῦτα ἀρχικὰ καὶ βασιλικά ἐστιν. οὐκ
20ἐπήγαγε δὲ καὶ τοῦ σώματος ἐργαζομένου, ἀλλ’ „ἐκτελοῦντος,96

97

ὅσα ἐστὶ τοῦ σώματοσ“, ὡς ἄν σοι κατασημάνῃ, ὅτιπερ τὸ σῶμα πρὸς τὸ βούλημα τοῦ ἑνωθέντος αὐτῷ λόγου, οὗ καὶ γέγονεν ἴδιον, ἐκινεῖτο κατὰ τὴν ἀκολουθίαν τῆς φύσεως, ἡνίκα τοῦτο παρασταίη τῷ θεῷ λόγῳ. οὐ γὰρ ἀφ’ ἑαυτοῦ
5πρὸς τὰ φυσικὰ πάθη τὴν ὁρμὴν ἐποιεῖτο ἢ τὰ ἔξωθεν προσπίπτοντα, ἀλλὰ τοῦ λόγου συγχωροῦντος οἰκονομικῶς. Γρηγορίου Νύσσης ἐκ τοῦ κατ’ Εὐνομίου λόγου γʹ. Οὔτε ζωοποιεῖ τὸν Λάζαρον—δεσποτικῇ δοξαζο‐ μένου τιμῇ.
10 Διονυσίου Ἀθηνῶν ἐκ τῆς πρὸς Γάϊον δʹ ἐπιστολῆς. Ἔστι δὲ οὐδὲν ἧττον—πρὸς τὸ ἀδιάχυτον συνιστάμενον. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Καὶ γὰρ ἵνα συνελόντες εἴπωμεν, οὐδὲ ἄνθρωπος ἦν, οὐχ ὡς μὴ ἄνθρωπος, ἀλλ’ ὡς ἐξ ἀνθρώπων ἀνθρώπων ἐπέκεινα
15καὶ ὑπὲρ ἄνθρωπον ἀληθῶς γεγονώς. καὶ τὸ λοιπὸν οὐ κατὰ θεὸν τὰ θεῖα δράσας, οὐ τὰ ἀνθρώπινα κατὰ ἄνθρωπον, ἀλλ’ ἀνδρωθέντος θεοῦ καινήν τινα τὴν θεανδρικὴν ἐνέργειαν
ἡμῖν ἐμπεπολιτευμένος.97

98

Θεανδρικῶς ἤγουν θεϊκῶς ἅμα καὶ ἀνδρικῶς τά τε θεῖα καὶ τὰ ἀνθρώπινα δράσας, ἢ σαφέστερον εἰπεῖν θεϊκὴν ἐν ταυτῷ καὶ ἀνδρικὴν ἐνέργειαν πεπολιτευμένος. εἰ γὰρ τῆς διαφορᾶς τὸν λόγον ὁ τῆς ἑνώσεως τρόπος ἔχει σωζό‐
5μενον, ἄρα περίφρασίς ἐστιν ἡ τοῦ ἁγίου φωνή, καταλλήλῳ κλήσει τοῦ διττοῦ τὴν φύσιν Χριστοῦ τὴν διττὴν παραδη‐ λοῦντος ἐνέργειαν. Ἀθανασίου ἐκ τοῦ κατὰ Ἀπολιναρίου λόγου. Διὰ τοῦτο ὁ κύριος ἔλεγε—τὰ πάντα ἐγίνετο.
10Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Οὐδαμοῦ δὲ θεότης πάθος—ἐγίνετο τὰ γινόμενα. Κυρίλλου ἐκ τοῦ διαλογικοῦ συντάγματος, ὅτι εἷς ὁ Χριστός. Ὁ γάρ τοι σοφὸς εὐαγγελιστὴς—ὅτι καὶ χάριτι.
15Τοῦ αὐτοῦ ἐκ τοῦ βʹ βιβλίου τοῦ θησαυροῦ κεφαλαίου κδʹ.
Ὅθεν οὖν ἔδει φαίνεσθαι—κατὰ τὰς γραφάς.98

99

Τοῦ αὐτοῦ ἐκ τοῦ βʹ βιβλίου τοῦ εἰς τὸ κατὰ Ματθαῖον ὑπομνήματος. Συνεισβαίνουσι τοίνυν οἱ μαθηταί, καὶ προσδέχεται μὲν τὸν ὕπνον αὐτός, οἰκονομικῶς δὲ μάλιστα κατ’ ἐκεῖνο καιροῦ
5τὸ παθεῖν ἐφιεὶς τὰ ἴδια τῇ σαρκί, καίτοι διέπων αὐτὸς κατά γε τὴν τῆς θεότητος ἐνέργειάν τε καὶ φύσιν οὐρανοὺς καὶ γῆν καὶ τὰ ἔτι τούτων ἐπέκεινα. Γρηγορίου Νύσσης ἐκ τοῦ εἰς τοὺς μακαρισμοὺς λόγου δʹ.
10 Ὁ κατὰ πάντα κοινωνήσας—τὰ ἑαυτῆς ἐνεργῆσαι. Κυρίλλου ἐκ τοῦ πρὸς Θεοδόσιον τὸν βασιλέα προσφωνητικοῦ. Διὰ τί δὲ καὶ διὰ σαρκικοῦ—πνεύματος τοὺς ἠξιωμένους.
15Τοῦ αὐτοῦ εἰς τὸ „νῦν ἡ ψυχή μου τετάρακται“. Ὥσπερ δὲ οἰκονομικῶς συγκεχώρηκε—ὑπὲρ πᾶσαν
τὴν κτίσιν.99

100

Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὸ κατὰ Ἰωάννην ὑπομνήματος. Ἐπειδὴ δὲ οὐ θεὸς κατὰ φύσιν μόνον, ἀλλὰ καὶ ἄνθρωπος ἦν ὁ Χριστός, πάσχει μετὰ τῶν ἄλλων τὸ ἀνθρώπινον. ἀρχο‐ μένης γάρ πως ἐν αὐτῷ κινεῖσθαι τῆς λύπης καὶ νευούσης
5ἤδη πρὸς δάκρυον τῆς ἁγίας σαρκὸς αὐτοῦ, οὐκ ἀφίησιν αὐτὴν τοῦτο παθεῖν ἀλύτως καθάπερ ἔπος εἰπεῖν. „ἐμβρι‐ μᾶται δὲ τῷ πνεύματι“ τουτέστι τῇ δυνάμει τοῦ πνεύματος καὶ ἐπιπλήττει τρόπον τινὰ τῇ ἰδίᾳ σαρκί. ἡ δὲ τὸ τῆς ἑνωθείσης αὐτῇ θεότητος μὴ ἐνεγκοῦσα κίνημα τρέμει τε καὶ
10θορυβεῖται. τοῦτο γὰρ σημαίνει τὸ „ἐτάραξεν ἑαυτόν“. πῶς γὰρ ἂν ἄλλως ὑπομείνῃ θόρυβον; ταραχθήσεται δὲ κατά τινα τρόπον ἡ ἀνάλωτος ἀεὶ καὶ γαληνιῶσα φύσις. ἐπιτι‐ μᾶται τοίνυν ἡ σὰρξ διὰ τοῦ πνεύματος τὰ ὑπὲρ φύσιν ἰδίαν διδασκομένη φρονεῖν.
15 Ἀθανασίου ἐκ τοῦ γʹ λόγου κατὰ Ἀρειανῶν. Ταῦτα ἀναγκαίως προεξητάσαμεν—βλέποντες καὶ νοοῦντες ὀρθῶς πιστεύομεν καὶ οὐδήπου τῆς ἀληθείας ἐκπέσωμεν. Κυρίλλου ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους ἐπιστολῆς. Οὐ γὰρ ἦν ἀνθρώπου ψιλοῦ καὶ τῶν καθ’ ἡμᾶς ἑνὸς
20τῆς κατὰ φύσιν ζωῆς ἀποπεραίνειν δύνασθαι τὴν ἐνέργειαν.100

101

διὰ τοῦτο „χάριτι θεοῦ“ καὶ αὐτὸ τὸ σῶμα τοῦ δι’ ἡμᾶς ἐνανθρωπήσαντος λόγου καίτοι κατὰ φύσιν ὄντος ζωῆς ὑπὲρ τῆς ἁπάντων σωτηρίας „ἐγεύσατο θανάτου“, καθά φησιν αὐτὸς ὁ ἱερώτατος Παῦλος, ἵνα μὴ τοῦ γηΐνου σώματος
5ἔργον εἶναι νομισθῇ τὸ καταργῆσαι θάνατον, αὐτοῦ δὲ δὴ μᾶλλον τοῦ ἑνωθέντος αὐτῷ καὶ παρ’ αὐτὸ ἑτέρου κατὰ φύσιν ὑπάρχοντος λόγου. Ἰωάννου Χρυσοστόμου εἰς Θωμᾶν τὸν ἀπόστολον καὶ κατὰ Ἀρειανῶν.
10 Δεῦρο λάβε τὸ θαῦμα—δύο λοιπὸν ἐνεργειῶν ᾐσθόμην. Κυρίλλου ἐκ τῶν σχολίων ἀπὸ σχολίου ιηʹ. Ἴδιον τοῦ λόγου τὸ σῶμα λέγεται πρὸς ἡμῶν οὐ καθάπερ ἴδιον τοῦ ἀνθρώπου τὸ γελαστικὸν ἢ τοῦ ἵππου τὸ χρεμε‐
15τιστικόν, ἀλλ’ ὅτι γέγονεν αὐτοῦ καθ’ ἕνωσιν ἀληθῆ τὴν ὀργανικὴν αὐτῷ χρείαν ἀποπληροῦν, πρὸς ἃ πέφυκεν ἐνεργεῖν δίχα μόνων τῶν εἰς ἁμαρτίαν. Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς Θεοδόσιον προσφωνητικοῦ. Προσεχρήσατο δὲ καθάπερ ὀργάνῳ τῇ ἰδίᾳ σαρκὶ πρὸς
20τὰ σαρκὸς ἔργα τε καὶ ἀρρωστήματα φυσικὰ καὶ ὅσα μώμου101

102

μακράν, ψυχῇ δὲ αὐτῇ ἰδίᾳ πρὸς τὰ ἀνθρώπινά τε καὶ ἀνυπαίτια πάθη. Γελασίου ἐπισκόπου Καισαρείας Παλαιστίνης (εἷς οὗτος τῶν ρνʹ) ἐκ τοῦ βʹ βιβλίου τῆς κατὰ τὴν ἐκκλησίαν πρακτικῆς
5 στοιχειώσεως. Εἰ τοίνυν οἰκειοτάτη τοῖς ἀνθρώποις καὶ μάλιστα πρέ‐ πουσα καὶ κατὰ φύσιν ἐνέργεια ἡ διὰ τοῦ νοῦ γίνεται θεωρία, καθ’ ἣν τῶν ἄλλων ζῴων διαφέρων ὁ ἄνθρωπος θεῖόν τι ζῷον εἶναι πεπίστευται, ταύτης δὲ τῆς οὕτως ἐν ἡμῖν τιμιω‐
10τέρας φύσεως ἡ περὶ τῶν θείων διάληψις τιμιωτέρα, ἥτις καὶ τὸν τῆς πίστεως ἐπέχει λόγον, εὔδηλον ὡς ἡ περὶ ταῦτα σχολὴ βελτίων ἂν εἴη καὶ προτιμοτέρα, καὶ οὐκ ὀλίγῳ γε τῷ μέτρῳ, εἴ γε δύο συστοιχείαις ὅλαις προτεροῦσα φαίνεται. εἰ γὰρ αἱ μὲν τῆς ψυχῆς ἐνέργειαι τῶν τοῦ σώματος ἀεὶ
15προτιμότεραι, τούτων δὲ μία τις οὖσα φαίνεται ἡ θεολογία, οὐκ ἐκ δευτερείων τὰ πρωτεῖα, ἀλλ’ ἐκ τῶν ἀναβεβηκότων τῇ φύσει τὰ πρεσβεῖα δικαίως ἀποίσεται. Κυρίλλου ἐκ τοῦ πρὸς Θεοδόσιον προσφωνητικοῦ. Οὐ μὴν οὐδ’ ἐκείνους—ἐνέργειαν ἀπονέμοντες τῷ
20μονογενεῖ.102

103

Πρὸς τοὺς λέγοντας, ὅτι τὰ ἀνθρώπινα τοῦ κυρίου οὐκ ἐνεργείας δεῖ καλεῖν ἀλλὰ πάθη διὰ τοῦτό τε παραιτου‐ μένους τὸ δύο λέγειν ἐπὶ Χριστοῦ ἐνεργείας. Ἰουστίνου φιλοσόφου καὶ μάρτυρος ἐκ τοῦ γʹ βιβλίου
5 περὶ τῆς ἁγίας τριάδος. Τινὲς τὴν ἕνωσιν ὡς ψυχῆς πρὸς σῶμα νοήσαντες οὕτως ἐκδε‐ δώκασιν—κεῖται ἐν τῷ παρόντι κεφαλαίῳ. Κυρίλλου ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους ἐπιστολῆς. Εἰ δὲ τετελείωκεν ἡμᾶς δι’ ὕδατος καὶ πνεύματος, πῶς οὐκ
10ἐνήργει θεϊκῶς—κεῖται ὁμοίως. Γρηγορίου Νύσσης εἰς τοὺς μακαρισμούς. Ὁ „κατὰ πάντα“ κοινωνήσας ἡμῖν „χωρὶς ἁμαρτίασ“ καὶ συμ‐ μετασχών—κεῖται ὁμοίως. Κυρίλλου πρὸς Θεοδόσιον τὸν βασιλέα.
15 „Καὶ ἐκτείνασ“ ὁ Ἰησοῦς „τὴν χεῖρα“, φησίν, „ἥψατο“ τοῦ λεπροῦ „λέγων·“—κεῖται ὁμοίως. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Οὐ μὴν οὐδὲ ἐκείνους ἐπαινέσαιμεν ἂν φιλοθηρεῖν εὖ μάλα— κεῖται ὁμοίως.
20Τοῦ αὐτοῦ ἐκ τοῦ βʹ βιβλίου τῶν θησαυρῶν. Οὐδήπου μίαν εἶναι φυσικὴν τὴν ἐνέργειαν δώσομεν θεοῦ καὶ
ποιήματος—κεῖται ὁμοίως.103

104

Ἀθανασίου ἐκ τοῦ κατὰ εἰδώλων. Εἴθε γάρ, εἴθε κἂν χωρὶς σχήματος αὐτοῖς τοὺς θεοὺς ἔπλαττεν— κεῖται ἐν τῷ τέλει τοῦ ιγʹ κεφαλαίου. Κυρίλλου Ἱεροσολύμων ἐκ τῆς εἰς τὸ εὐαγγέλιον ὁμιλίας.
5 Ἐσπούδασε μήτε διόλου φανερῶσαι τὴν ἑαυτοῦ θεότητα μήτε— κεῖται ἐν τῷ παρόντι κεφαλαίῳ. Κεφάλαιον Ιϛʹ. Κατὰ ἀγνοητῶν· ἐν ᾧ καὶ περὶ τοῦ „προέκοπτεν Ἰησοῦς σοφίᾳ καὶ ἡλικίᾳ. καὶ κατὰ ἀφθαρτοδο‐
10κητῶν, καὶ ὅτι ἡ δειλία καὶ ὁ φόβος καὶ ἡ ἄγνοια φυσικὰ καὶ ἀνυπαίτια πάθη. Ἰστέον ὅτι τὸν περὶ ἀγνοίας λόγον διαφόρως οἱ τῆς ἐκκλησίας ἐξέθεντο διδάσκαλοι, καθὼς ἐν τοῖς ἑξῆς εὑρή‐ σεις, δῆλον δέ, ὡς πάντες εὐσεβῶς. σημειωτέον τοίνυν ὡς,
15εἰ καί τινες αὐτῶν ἀνθρωπίνως ἔφησαν εἰπεῖν τὸν σωτῆρα ἠγνοηκέναι τῆς συντελείας καὶ τῆς κρίσεως τὴν ἡμέραν, οὐχ ὡς ἄγνοιαν αὐτοῦ κατηγοροῦντες τοῦτο εἰρήκασιν, ἀλλ’ ἀπέδειξαν τὴν φύσιν αὐτήν, φημὶ δὴ τὴν ἀνθρωπίνην, οὐκ ἔχουσαν οἴκοθεν καὶ ἐξ ἑαυτῆς τῶν μελλόντων τὴν
20γνῶσιν οὐσιωδῶς· ὡς μέντοι ἡνωμένην τῷ θεῷ λόγῳ καὶ ἀχώριστον αὐτοῦ οὖσαν καὶ ἓν πρὸς αὐτὸν λελογισμένην διὰ τὴν ὑποστατικὴν ταυτότητα μετὰ τῶν ἄλλων θεοσημειῶν καὶ τῶν ἐσομένων τὴν γνῶσιν καταπεπλουτηκέναι αὐτήν,
οὐδεὶς ἀντερεῖ λόγος. τότε γὰρ ἀγνοεῖν αὐτὸν ὡς ἄνθρωπον104

105

νοήσεις κατὰ τὸν θεολόγον Γρηγόριον, ὅτε τὸ φαινόμενον χωρίσεις τοῦ νοουμένου, τουτέστιν ὅτε αὐτὴν καθ’ ἑαυτὴν τὴν ἀνθρωπίνην φύσιν τῇ ἐπινοίᾳ θεωρήσεις. Καὶ τοῦτο δὲ γινώσκειν χρή, ὡς πρὸς Ἀρειανοὺς καὶ
5Εὐνομιανοὺς τοῖς πατράσι τὰ περὶ ἀγνοίας ἤδη ἐσπούδασται. ὁ γὰρ Θεμίστιος, ὃς ἐγένετο ὕστερον τῶν ἀγνοητῶν ἀρ‐ χηγός, τῶν Θεοδοσιανῶν ἐστιν ἀπόσχισμα καὶ μίαν Χριστοῦ φύσιν ἐπρέσβευσεν, ὥσπερ ἐκεῖνοι, σύνθετον. Κυρίλλου ἐκ τοῦ βʹ βιβλίου τοῦ θησαυροῦ.
10Εἰ γὰρ τὰ ἐσόμενα πάντα—μὴ εἰδέναι τὰ μέλλοντα. Βασιλείου ἐκ τῶν κατ’ Εὐνομίου συλλογισμῶν λόγου γʹ. Εἰ τὴν γνῶσιν πάντων—„τῆς γνώσεως ἀπόκρυφοι“. Κυρίλλου ἐκ τοῦ εἰς τὸ κατὰ Ματθαῖον ὑπομνήματος. Ἠγνοηκέναι δέ φησιν, οὐχ ᾗ νοεῖται θεός, ἀλλ’ ᾗ καὶ
15αὐτός, καίτοι θεὸς ὢν λόγος, γέγονέ τε καὶ κεχρημάτικεν105

106

ἄνθρωπος, ὃς ἀγνοεῖ τὰ ἐσόμενα κατά γε τὴν ἰδίαν φύσιν καὶ τὸ τῆς ἀνθρωπότητος μέτρον, δέχεται δὲ πολλάκις ἐξ ἀποκαλύψεως θεοῦ. καὶ μήτοι θαυμάσῃς, εἰ τὸ τῆς ἀγνοίας καταδέχεται σμικροπρεπές. εἰ γὰρ δεσπότης ὑπάρχων κέκληται
5δοῦλος διὰ τὸ ἀνθρώπινον, καὶ κύριος ὢν τῆς δόξης δόξαν ὡς οὐκ ἔχων αἰτεῖ παρὰ τοῦ πατρός, καὶ αὐτὸς ὢν κατὰ ἀλήθειαν ἡ ζωὴ καὶ πάντα ζωογονῶν ἐν δυνάμει τοῦ πατρὸς ἐγηγέρθαι λέγεται, καὶ συναΐδιος ὢν τῷ θεῷ καὶ πατρὶ ὡς εἰς ἀρχὰς τοῦ εἶναι κεκλημένος, ὅτε καὶ καθ’ ἡμᾶς γέγονεν
10ἄνθρωπος, ἤκουε λέγοντος αὐτοῦ· „υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε“, καίτοι τοῦ σήμερον τὸν ἐνεστηκότα καιρὸν σημαίνοντος, τί τὸ παράδοξον, εἰ καὶ ὅπερ πρόσεστι κατὰ φύσιν τουτέστι τὸ ἀγνοῆσαί τι τῶν ὄντων τυχὸν μετὰ τῶν ἄλλων αὐτῆς ἰδιωμάτων οἰκειώσασθαι κατηξίωσεν; εἰ γὰρ
15ἐφ’ ἑνὶ δὴ τούτων σκανδαλιζόμεθα, λελύσθω μετὰ τούτων καὶ τὰ ἕτερα. καὶ τί τὸ ἐντεῦθεν; οἰχήσεται λοιπὸν τῆς μετὰ σαρκὸς οἰκονομίας ὁ λόγος καὶ ἀνατετράφθω τὸ μυστήριον, δι’ οὗ καὶ σεσώσμεθα. γεγόναμεν γὰρ κατ’ αὐτὸν ἡμεῖς, ἐπειδὴ γέγονε καθ’ ἡμᾶς αὐτός. ὀρθῶς τοιγαροῦν νοοῦντες
20εἰδέναι μὲν φήσωμεν τὸν υἱόν, καθὸ καὶ νοεῖται καὶ ἔστι θεός· ὅσον δὲ ἧκεν εἰς ἀνθρώπου φύσιν, ἐπειδὴ καὶ γέγονεν ἄνθρωπος, ψευδομυθήσει οὐδαμῶς, ὅταν λέγῃ καὶ μὴ εἰδέναι, καὶ οὐχὶ τοῖς τῆς θεότητος ἀξιώμασι τὸ χρῆμα προσάψωμεν,
ἀλλὰ τῇ τοῦ δούλου μορφῇ καὶ τῇ καθ’ ἡμᾶς πτωχείᾳ περιτι‐106

107

θείσῃ τῷ θεῷ λόγῳ τὰ ἀνθρώπινα. γέγονε γὰρ οὐκ ἐν ἀνθρώπῳ κατὰ τήν τινων ἀβουλίαν, ἀλλ’ αὐτὸς κατ’ ἀλή‐ θειαν ἄνθρωπος μετὰ τοῦ εἶναι καὶ φύσει θεός. Γρηγορίου τοῦ θεολόγου ἐκ τοῦ περὶ υἱοῦ βʹ λόγου.
5 Δέκατόν ἐστιν αὐτοῖς ἡ ἄγνοια—πλὴν τῆς πρώτης φύσεως. Κυρίλλου ἐν ὁμιλίᾳ ἐπιγεγραμμένῃ εἰς τὸ „εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς καὶ οἱ ἀστέρες πεσοῦνται
10ἐκ τοῦ οὐρανοῦ“. „περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας. οὐδεὶς οἶδεν“. Ἀλλ’ ὅταν καὶ τοῦτο λέγῃ, οὐ πάντως ἑαυτὸν σημαίνει. οὔτε γὰρ προσέθηκεν ἀκριβῶς „οὐδὲ ὁ υἱὸς τοῦ θεοῦ“, ἀλλ’ ἀπολελυμένως „οὐδὲ ὁ υἱόσ“ φησιν, ἵνα τοιοῦτόν τι νοῇς.
15ἐσπούδαζον κατὰ ἀκρίβειαν πάντα μανθάνειν οἱ μαθηταὶ καὶ ἐπεχείρουν, ἵνα οὕτως εἴπω, καὶ αὐτὰ περιεργάζεσθαι „τὰ βάθη τοῦ θεοῦ“. ἀλλ’ ἦν τὸ πρᾶγμα λίαν ὑπὲρ αὐτούς. ἵνα τοίνυν μὴ ἀπαγορεύσας τὴν ἐξήγησιν, ὡς ἠβούλοντο μαθεῖν, δόξῃ πως λυπεῖν τοὺς γνησιεύοντας, ἐπεσκιασμένως
20φησί· „περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι, οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ“, ἵνα νοῇς
οὕτως· εἰ καὶ κέκληται πρὸς υἱοθεσίαν ὁ ἄνθρωπος καὶ υἱὸς107

108

ἀνεδείχθη νέος, ἀλλὰ μὴ ζητείτω τὰ ὑπὲρ τὴν φύσιν, μὴ ἀξιούτω μαθεῖν, ἅπερ οὐδὲ τοῖς ἀγγέλοις ἀπεκάλυψεν ὁ πατήρ. εἰ δὲ ἄγγελος οὐκ οἶδεν, οὐδὲ ἄνθρωπος εἴσεται, κἂν εἰ κέκληται πρὸς υἱοθεσίαν.
5Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου ἐκ τοῦ „περὶ τῆς ἡμέρας καὶ τῆς ὥρασ“ λόγου αʹ. δύο γὰρ αὐτῷ περὶ τούτου πεποίηνται συντάγματα. Ὅταν δὲ εἴπῃ· „οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ“, οὐκ ἄγνοιαν τοῦ υἱοῦ καταψεύδεται, ἀλλὰ τὴν αἰτίαν τῆς γνώσεως
10ἑρμηνεύει. ἐπειδὴ γὰρ „πάντα, ὅσα ἔχει ὁ πατήρ“, τοῦ υἱοῦ προδήλως εἰσίν, οὐδ’ ἂν ὁ υἱὸς εἶχε τὴν τούτων γνῶσιν, εἰ μὴ ὁ πατὴρ εἶχε τὴν γνῶσιν. ἀλλὰ μὴν ὁ πατὴρ ἔχει καὶ ὁ υἱὸς τοίνυν ὁμολογουμένως ἔχει. τὸ γὰρ εἰ μὴ ποτὲ μὲν ἐπὶ τοῦ στερητικοῦ τάττειν εἴωθεν ἡ γραφή, ὡς τὸ
15οὐδεὶς οἶδε „τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀν‐ θρώπου τὸ ἐν αὐτῷ· οὕτω καὶ τὰ τοῦ θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ πνεῦμα τὸ ἐκ θεοῦ“, ποτὲ δὲ τὸ εἰ μὴ τίθησι τῆς τῶν προσδοκηθέντων μέν, μηκέτι δὲ γενομένων αἰτίας τὴν ἀπόδοσιν παριστῶσα, οἷον ὅταν λέγῃ· „εἰ μὴ κύριος
20σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν“. οὐκοῦν ἐπειδήπερ ἐγκα‐ τέλιπεν ἡμῖν σπέρμα, οὐκέτι γεγόναμεν ὡς Σόδομα οὔτε μὴν ὡς Γόμορρα ὡμοιώθημεν. καὶ πάλιν· „εἰ μὴ ὅτι κύριος ἐβοήθησέ μοι, παρὰ βραχὺ παρῴκησε τῷ ἅδῃ ἡ ψυχή μου“.
25οὐκοῦν ἐπειδήπερ ἐβοήθησέ μοι κύριος, οὐκέτι παρῴκησε τῷ108

109

ἅδῃ ἡ ψυχή μου. παραπλήσιον δὲ κἀκεῖνο· „εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ’ ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶσ“. οὐκοῦν ἐπειδὴ κύριός ἐστιν ἐν ἡμῖν, εὔδηλον ὡς οὐκέτι ζῶντας κατέπιον ἡμᾶς. κἀν‐
5ταῦθα τοίνυν οὕτως· „οὐδὲ ὁ υἱὸς οἶδεν, εἰ μὴ ὁ πατήρ“. οὐκοῦν ἐπειδὴ οἶδεν ὁ πατήρ, οἶδεν ὁμολογουμένως καὶ ὁ υἱός. τὴν οὖν αἰτίαν εἶπε τῆς γνώσεως, οὐχὶ τὴν ἄγνοιαν κατεψεύσατο. Ἀθανασίου Ἀλεξανδρείας εἰς τὸ „καὶ Ἰησοῦς προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποισ“.
10 Προέκοπτε κατὰ τὴν ἡλικίαν ἀνδρουμένου κατὰ φύσιν τοῦ σώματος, σοφίᾳ διὰ τοὺς παρ’ αὐτοῦ τὰ θεῖα σοφιζο‐ μένους, χάριτι, ἐφ’ ᾗ εὐφραινόμενοι προκόπτομεν πιστεύοντες, ὅτι ἔσται τελείωσις τοῖς ὑπ’ αὐτοῦ λελαλημένοις περὶ τῆς ἐν ἡμῖν ἐλπίδος, παρὰ θεῷ, ὅτι τὸ ἔργον τοῦ πατρὸς τετελείωκε
15σαρκωθεὶς καὶ ἡμᾶς λυτρωσάμενος, καὶ παρὰ ἀνθρώποις, διὰ τὴν αὐτῶν ἐξ εἰδωλολατρείας ἐπὶ τριαδικὴν θεογνωσίαν μετάστασιν. κατὰ τούτους οὖν τοὺς τρόπους προέκοπτε καὶ ἀληθεύει, οὐ γὰρ κατὰ τοὺς ἄφρονας ἀπὸ τοῦ χείρονος ἐπὶ τὸ κρεῖττον.
20 Ἀθανασίου ἐκ τοῦ κατὰ Ἀρειανῶν λόγου. Τίς γάρ ἐστιν ἡ λεγομένη προκοπή, καθὰ προεῖπον, ἢ ἡ παρὰ τῆς σοφίας μεταδιδομένη τοῖς ἀνθρώποις θεοποίησις καὶ χάρις.
Καὶ αὖθις· Οὕτω γὰρ αὐξάνοντος—ἐν τῷ σώματι.109

110

Κυρίλλου ἐκ τοῦ κζʹ κεφαλαίου τοῦ βʹ βιβλίου τοῦ θησαυροῦ. Τὸ ἔν τινι προκόπτον—„προέκοπτεν ἐν σοφίᾳ“. Καὶ μεθ’ ἕτερα· Ἐπιτήρει δέ, ὅτι οὐκ εἶπεν—τῆς
5θεότητος λόγον. Γρηγορίου τοῦ θεολόγου ἐκ τῶν πρὸς Κληδόνιον. Εἴ τις ἐξ ἔργων—ἀνάδειξιν οὕτω λέγηται. Κυρίλλου ἐκ τοῦ βʹ βιβλίου τοῦ θησαυροῦ κεφαλαίου κβʹ. Χρὴ δὲ μηδὲ διὰ τὴν—καὶ ἡ ἄγνοια.
10Καὶ ἑξῆς· Εἰδὼς γὰρ—κατὰ τὴν Παύλου φωνήν. Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς Θεοδόσιον προσφωνητικοῦ. Προσεχρήσατο δὲ—σταυρῷ θάνατον καὶ τὰ ἑξῆς. Τοῦ αὐτοῦ ἐκ τοῦ ηʹ βιβλίου τοῦ εἰς τὸ κατὰ Ἰωάννην ὑπομνήματος.
15 „Νῦν“, φησίν, „ἡ ψυχή μου τετάρακται. καὶ τί εἴπω; πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης; ἀλλὰ διὰ τοῦτο ἦλθον
εἰς τὴν ὥραν ταύτην“. ὅρα δὴ πάλιν ἐν τούτοις τῆς μὲν110

111

ἀνθρωπείας φύσεως τὸ εἰς θορύβους εὔκολον καὶ εὐπαρακό‐ μιστον εἰς δειλίαν, τῆς δὲ θείας τε καὶ ἀρρήτου δυνάμεως τὸ ἐφ’ ἅπασιν ἄθραυστόν τε καὶ ἀρραγὲς καὶ εἰς μόνην βλέπον τὴν αὐτῇ πρέπουσαν ἀνδρείαν. ἡ μὲν γὰρ τοῦ
5θανάτου παρεισδῦσα μνήμη ταράττειν πειρᾶται τὸν Ἰησοῦν, ἡ δὲ τῆς θεότητος δύναμις κεκινημένον εὐθὺς χειροῦται τὸ πάθος καὶ μεταμορφοῖ παραχρῆμα πρὸς ἀσύγκριτον εὐτολμίαν τὸ δειλίᾳ νενικημένον. οἰησόμεθα γὰρ καὶ ἐν αὐτῷ τῷ σωτῆρι Χριστῷ κεκινῆσθαι τὰ ἀνθρώπινα διὰ δύο τε καὶ ἀναγκαίους
10τρόπους. ἔδει γάρ, ἔδει καὶ διὰ τούτων αὐτὸν οὐ δοκήσει καὶ ὑπονοίᾳ, φυσικῶς δὲ μᾶλλον καὶ ἀληθῶς ἄνθρωπον ἐκ γυναικὸς γεγονότα φαίνεσθαι πάντα φέροντα τὰ ἀνθρώπινα δίχα μόνης ἁμαρτίας. φόβος δὲ καὶ δειλία πάθη μὲν ἐν ἡμῖν φυσικά, τό γε μὴν ἐν ἁμαρτίαις τετάχθαι διαπεφευγότα.
15καὶ πρὸς τούτοις ἔτι χρησίμως ὑπεκινεῖτο καὶ ἐν Χριστῷ τὰ ἀνθρώπινα, οὐχ ἵνα κινηθέντα κρατύνηται καὶ εἰς τὸ πρόσω χωρῇ, καθάπερ καὶ ἐφ’ ἡμῶν, ἀλλ’ ἵνα κεκινημένα τῇ δυνάμει τοῦ λόγου διακόπτηται πρὸς ἀμείνω τινὰ καὶ θειοτέραν κατά‐ στασιν μεταστοιχειουμένης τῆς φύσεως ἐν πρώτῳ Χριστῷ·
20ἦν γὰρ οὕτως καὶ οὐχ ἑτέρως καὶ εἰς ἡμᾶς αὐτοὺς τὸν τῆς ἰάσεως διαβῆναι τρόπον. Κατὰ ἀφθαρτοδοκητῶν τῶν ἀπὸ Ἰουλιανοῦ τοῦ Ἀλικαρνασέως καὶ Γαϊανοῦ τοῦ Ἀλεξανδρέως, ἐκ τῶν Λεοντίου σχολίων. Οἱ ἀπὸ Ἰουλιανοῦ καὶ Γαϊανοῦ ἀφθαρτοδοκῆται λεγό‐
25μενοι ἐν μὲν τοῖς ἄλλοις ἅπασι συμφέρονται τοῖς ἐκ Σευήρου,111

112

ἐν τούτῳ δὲ διαφέρονται πρὸς τούτους, ἐν τῷ ἐκείνους μὲν τὸ δοκεῖν λέγειν διαφορὰν μετὰ τὴν ἕνωσιν ἐπὶ Χριστοῦ, τοὺς δὲ Ἰουλιανιστὰς ἤγουν Γαϊανίτας μηδεμίαν διδόναι μετὰ τὴν ἕνωσιν διαφοράν, ἀλλ’ ἄφθαρτον λέγειν τὸ σῶμα τοῦ
5κυρίου ἐξ αὐτῆς τῆς διαπλάσεως. καὶ λέγουσι μὲν τὰ πάθη ὑπομεῖναι τὸν κύριον, πεῖνάν φημι καὶ δίψαν καὶ κόπον, οὐ τὸν αὐτὸν δὲ τρόπον ἡμῖν ταῦτα, φασίν, ἔπαθεν. ἡμεῖς γὰρ ἐξ ἀνάγκης φυσικῆς καὶ πεινῶμεν καὶ διψῶμεν, ὁ δὲ Χριστὸς ἑκουσίως πάντα ὑπέμεινεν. οὐ γὰρ ἐδούλευε τοῖς
10τῆς φύσεως νόμοις, ἐπεὶ καὶ ἀκούσια ὁμολογήσομεν τὰ πάθη. Ἡμεῖς οὖν πρὸς ταῦτα λέγομεν, ὅτι οὔτε ἡμεῖς ἐξ ἀνάγκης λέγομεν ταῦτα πάσχειν τὸν Χριστὸν (ἑκούσια γὰρ ὁμολογουμένως τὰ πάθη), ἀλλὰ λέγομεν, ὅτι ἑκουσίως ἐδούλευε τοῖς τῆς φύσεως νόμοις καὶ ἑκὼν ἐδίδου τῷ σώματι καιρόν,
15ὅτε ἠβούλετο, παθεῖν τὰ ἴδια τὸν αὐτὸν τρόπον, ὃν καὶ ἡμεῖς πάσχομεν. καὶ μαρτυροῦσι τούτοις οἱ πατέρες. ὁ μὲν γὰρ ἅγιος Γρηγόριός φησιν, ὅτι „ἐδίδου τῇ φύσει καιρόν, ὅτε ἠβούλετο, ἐνεργεῖν τὰ ἴδια“. ὁ δὲ μακάριος Ἀθανάσιος, ὅτι „διὰ τοῦτο ἔλεγεν ὁ κύριος· νῦν ἡ ψυχή μου τετάρακται.
20τὸ δὲ νῦν τοῦτό ἐστιν, ὅτε ἠθέλησεν. ὅμως μέντοι τὸ ὂν ἐπιδείκνυται. οὐ γὰρ τὸ μὴ ὂν ὡς παρὸν ὠνόμαζεν, ὡς δοκήσει γινομένων τῶν λεγομένων· φύσει γὰρ καὶ ἀληθείᾳ τὰ πάντα ἐγίνετο“. καὶ ἐν ἑτέρῳ πάλιν ὁ αὐτός, ὅτι „κἂν
μὴ ἡττήματι φύσεως συνέβαινε τὰ λεγόμενα, ἀλλ’ ἐπιδείξει112

113

ὑπάρξεως ἐγίνετο τὰ γινόμενα“. Κύριλλος δὲ ὁ θαυμάσιος „ἐφιέναι αὐτὸν τῇ ἰδίᾳ σαρκὶ ἐδίδασκε διὰ τῶν τῆς ἰδίας φύσεως ἰέναι νόμων“. καὶ πάλιν ἑτέρωθι ἔλεγεν, ὡς „ἐπι‐ τρέπει τῷ σώματι καὶ τῇ ἀνθρωπότητι τὰ τῇ φύσει προσόντα
5παθεῖν εἰς ἀπόδειξιν τοῦ ὄντως κατ’ ἀλήθειαν φορέσαι σάρκα καὶ ἄνθρωπον γενέσθαι κατὰ τὰς γραφάσ“. Εἰ τοίνυν κατὰ τὸν σκοπὸν τῶν θεοφόρων πατέρων τὸν αὐτὸν ἡμῖν τρόπον ἔπασχεν, εἰ καὶ ἑκουσίως καὶ ὅτε ἤθελε, πῶς δυνάμεθα τὸ πάσχον σῶμα ἄφθαρτον εἰπεῖν καὶ μὴ
10φθαρτὸν τῇ φύσει, ὥσπερ καὶ τὸ ἡμέτερον; καὶ ἀποροῦν‐ ται τοιαύτην ἀπορίαν· ὅτι εἰ ἄφθαρτον λέγετε τὸ σῶμα τοῦ Χριστοῦ, οὐκ ἔστιν ἡμῖν ὁμοούσιον, εἰ τὸ μὲν τοῦ Χριστοῦ ἄφθαρτόν ἐστι, τὸ δὲ ἡμέτερον φθαρτόν. ἀλλὰ πρὸς τοῦτο ἀντείποιεν ἂν καὶ αὐτοί, ὅτι ὃν τρόπον μετὰ τὴν ἀνά‐
15στασιν ἄφθαρτον λέγοντες τὸ σῶμα τοῦ Χριστοῦ, ὁμοούσιον αὐτὸ λέγετε εἶναι ἡμῖν, τὸν αὐτὸν τρόπον καὶ ἡμεῖς πρὸ τῆς ἀναστάσεως ἄφθαρτον λέγοντες, ὁμοούσιον ἡμῖν αὐτὸ ὁμολο‐ γοῦμεν εἶναι. ἡμεῖς δὲ λέγομεν, ὅτι εἰ καὶ ἄφθαρτον αὐτὸ ὁμολογοῦμεν μετὰ τὴν ἀνάστασιν, οὐ τῇ φύσει λέγομεν αὐτὸ
20ἄφθαρτον, τῇ χάριτι δέ. εἰ δὲ εἴπωσιν· ἔστω καὶ πρὸ τῆς ἀναστάσεως χάριτι ἄφθαρτον, λέγομεν, ὅτι οὐ συγχωρεῖ τοῦτο τὰ περὶ Χριστοῦ λεγόμενα. πρὸ μὲν γὰρ τῆς ἀναστάσεως καὶ πεινῆσαι λέγεται καὶ διψῆσαι. καὶ πῶς ἂν εἴη τὸ ταῦτα
πεπονθὸς ἄφθαρτον; μετὰ δὲ τὴν ἀνάστασιν οὐδὲν τούτων113

114

ἔπαθεν, ὡς δῆλον, ὅτι πρὸ μὲν τῆς ἀναστάσεως φθαρτὸν ἦν τὸ σῶμα, μετὰ δὲ τὴν ἀνάστασιν ἄφθαρτον. εἰ γὰρ καὶ λέγεται φαγεῖν μετὰ τὴν ἀνάστασιν, τοῦτο δι’ οἰκονομίαν ἐποίησεν, οὐχ ὡς τῷ ὄντι πεινῶν, ἀλλ’ ἵνα δείξῃ τοῖς μαθηταῖς αὐτοῦ,
5ὅτι αὐτός ἐστιν ὁ ἀναστὰς ἐκ νεκρῶν, ὃν τρόπον καὶ τοὺς τύπους τῶν ἥλων λέγεται ἐπιδεῖξαι αὐτοῖς. καίτοι ἡμεῖς οὐδὲν τῶν πρὸ τῆς ἀναστάσεως παθῶν ἀνιστάμεθα ἔχοντες, ἀπαρχὴ δὲ τῆς ἐκ νεκρῶν ἡμῶν ἀναστάσεως ὁ Χριστός, καὶ ὅμως αὐτὸς ηὑρέθη ἔχων, ὡς δῆλον, ὅτι δι’ οἰκονομίαν τοῦτο
10γέγονεν. ἀμέλει οὐδὲ λέγει ἡ γραφή, ὅτι ἐπείνασεν, ἀλλ’ ὅτι ἔφαγεν. Δέον δὲ ἐπιστῆσαι, ὅτι παραφέρουσι χρήσεις τινὰς ἀπὸ τῶν πατέρων ἄφθαρτον τὸ σῶμα τοῦ Χριστοῦ λεγούσας, ὥσπερ καὶ τὸν μακάριον Κύριλλον εἰπόντα, ὅτι οὐχ ὑπεδέξατο
15φθορὰν ἡ τοῦ λόγου σάρξ. ὅταν δὲ τὰς τοιαύτας παρα‐ γάγωσι χρήσεις, δεῖ ἐπισκέψαι, ὅτι ὁμώνυμόν ἐστι τὸ τῆς φθορᾶς ὄνομα. λέγεται γὰρ φθορὰ ἡ παντελὴς διάλυσις τοῦ σώματος εἰς τὰ στοιχεῖα, ἐξ ὧν συνετέθη, καὶ λέγεται φθορὰ τὰ ἀνθρώπινα ταῦτα πάθη τουτέστι πεῖνα καὶ δίψα καὶ
20κόπος καὶ ὅσα τοιαῦτα. ὅταν οὖν εἴπῃ τις τῶν πατέρων, ὅτι οὐχ ὑπέμεινε φθορὰν τὸ σῶμα τοῦ Χριστοῦ, τοῦτο λέγει, ὅτι οὐ διαμπὰξ ἐλύθη, ὅπερ ἀληθές. καὶ ὅτι τοῦτο ἀληθές, δῆλον ἐξ ὧν τἀναντία λέγουσιν· ἐν πολλοῖς γὰρ πρὸς τῆς ἀναστάσεως φθαρτὸν αὐτὸ λέγουσι, μετὰ δὲ τὴν ἀνάστασιν
25δηλονότι ἄφθαρτον.114

115

Κεφάλαιον ΙΖʹ. Ὅτι ἐκ τῆς ταυτότητος τῆς φύσεως τὸ ἀπαράλλακτον δείκνυται τοῦ θελήματος καὶ ἡ τοῦ θελήματος πάλιν ἰσότης τῆς φύσεως παρίστησι τὴν ὁμοιότητα, καὶ ὅτι,
5ἔνθα θελήματος διαφορ, καὶ τῆς οὐσίας γνωρίζεται τὸ ἀλλογενές, καὶ αὖθις τῷ ταυτῷ τοῦ θελήματος τῆς οὐσίας δηλοῦται τὸ ἀπαράλλακτον· ἐν οἷς ὅτι τὸ ἀνόμοιον τῆς οὐσίας ἐκ τῆς διαφορᾶς τοῦ θελήματος οἱ περὶ Ἄρειον καὶ Εὐνόμιον κατεσκεύαζον.
10 Γρηγορίου τοῦ θεολόγου ἐκ τοῦ περὶ υἱοῦ βʹ λόγου. Ἐπειδὴ δὲ ὡς παρὰ τοῦ προσλαβόντος—οὕτω καὶ βούλησις. Ὅρα πῶς ὁ θεολόγος τῇ τῆς οὐσίας ταυτότητι τὸ ταυτὸν τοῦ κινήματος ἤγουν τῆς ἐνεργείας καὶ τοῦ θελή‐
15ματος συνῆψε θαυμασίως. Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ θεολογίας σχεδιασθέντος αʹ λόγου. Τηροῖτο δ’ ἄν, ὡς—τὴν τῆς οὐσίας ταυτότητα. Βασιλείου ἐκ τῶν πρὸς Ἀμφιλόχιον λʹ κεφαλαίων ἀπὸ κεφαλαίου ηʹ.
20 „Ὁ ἑωρακὼς ἐμὲ“—καὶ υἱῷ θεωρεῖται. Σχόλιον Ἀναστασίου. Σκόπει καὶ νῦν σύνδρομον καὶ ἴσον καὶ ὅμοιον καὶ ταυτὸν τῇ οὐσίᾳ τὸ θέλημα ὀρθῶς
εἰρηκότα τὸν μέγαν Βασίλειον.115

116

Γρηγορίου Νύσσης ἐκ τοῦ κατὰ Ἀπολιναρίου λόγου. Ὁ γὰρ εἰπὼν ὅτι „μὴ τὸ ἐμὸν“—κοινωνίαν τῆς φύσεως. Τοῦ αὐτοῦ ἐκ τοῦ κατ’ Εὐνομίου βʹ λόγου.
5 Οὐ γὰρ σωματικήν τινα—εἰκών ἐστι τῆς ἀγαθότητος. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ γὰρ μὴ πρότερον—ὑφεστώτων σχηματιζόμεναι. Ἰδοὺ σαφῶς καὶ διαρρήδην σὺν τοῖς ἄλλοις καὶ ὁ θεῖος οὗτος τῆς εὐσεβείας συνήγορος τὸ θέλημα καὶ τὴν
10ἐνέργειαν καὶ τὴν οὐσίαν ἀλλήλων ἐξηρτῆσθαι διετράνωσε, μηδεμίαν εἶναι διαφορὰν θελήματος ἀποφηνάμενος, ἔνθα κοινωνία ὑπάρχει φύσεως, διὰ δὲ τῆς ταυτότητος τῶν θελη‐ μάτων τὸ συναφὲς τῆς φύσεως δείκνυσθαι διαβεβαιωσάμενος. Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Ἀπολιναρίου λόγου.
15 Τί οὖν πολεμεῖται Ἄρειος; —τῆς οὐσίας ἀλλότριον; Κυρίλλου ἐκ τοῦ πρὸς Ἑρμείαν περὶ τοῦ ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν τῷ υἱῷ, καθὰ καὶ ἐν τῷ πατρί.
Πῶς οὖν ἐν ἁπλοῖς—ἄλλως καὶ ἑτεροίως ἔχειν.116

117

Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ τοῦ ὑπομνήματος τῆς πρὸς Ῥω‐ μαίους ἐπιστολῆς, βιβλίου αʹ λόγου ιδʹ, εἰς τὸ ῥητόν· „οὐ γὰρ ὃ θέλω, ποιῶ ἀγαθόν, ἀλλ’ ὃ οὐ θέλω κακόν, τοῦτο πράσσω. εἰ δὲ ὃ οὐ θέλω ἐγώ, τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό,
5 ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία“. Οὐ γὰρ ταυτὸν ψυχῆς οὐσία—τῆς γνώμης ἡμῶν. Κεφάλαιον ΙΗʹ. Πῶς δεῖ νοεῖν τὸ „πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ, καὶ τὸ „οὐχ ὡς ἐγὼ θέλω,
10ἀλλ’ ὡς σύ, καὶ τὸ „θεέ μου, θεέ μου, ἵνα τί ἐγκατ‐ έλιπές με ἐν τῷ σταυρῷ παρὰ τοῦ σωτῆρος εἰρημένον; Ἀθανασίου ἐκ τοῦ περὶ τῆς τοῦ κυρίου ἐνανθρωπήσεως λόγου. Καὶ ὅταν λέγῃ· „πάτερ, εἰ δυνατόν“—θεϊκὸν αὐτοῦ
15πρόθυμον. Κυρίλλου ἐκ τοῦ κατὰ Ματθαῖον ὑπομνήματος κεφαλαίου ιαʹ. Εἰ γὰρ καὶ ὅτι μάλιστα τὸ συμβᾶν οὐχὶ πάντῃ τε καὶ
πάντως θελητὸν ἦν αὐτῷ, ἀλλ’ οὖν τῆς πάντων ἕνεκα σω‐117

118

τηρίας καὶ ζωῆς ἑκούσιον ἐποιήσατο τὸ ἐπὶ τῷ σταυρῷ πάθος. ᾔδει γάρ, ᾔδει τὰ ἐντεῦθεν ἐσόμενα κατορθώματα, καὶ ὅτι τὴν ἀνθρώπου φύσιν ἀνακαινιεῖ καὶ αἵματι τῷ οἰκείῳ κατα‐ κτήσεται τῷ θεῷ καὶ πατρί. εἰ γὰρ μὴ ἐποιήσατο θελητόν,
5καίτοι λίαν ἀβούλητον ὄν, τὸ παθεῖν, τίς ἂν νοοῖτο λοιπὸν ἡ πρόφασις τοῦ προσεύχεσθαι καὶ λέγειν αὐτόν· „πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο“; Καὶ μεθ’ ἕτερα· Θέα δέ, πῶς ἀνεθέλητον μὲν τῷ σωτῆρι τὸ πάθος. ἐπειδὴ δὲ πάντῃ τε καὶ πάντως ὑπομεῖναι ἐχρῆν
10διὰ τὰ ἐκ τοῦ παθεῖν ἀγαθά, θελητὸν ἐποιήσατο δι’ ἡμᾶς. οὐ γὰρ ἂν ἠπείλησε τῷ προδότῃ τὸ παντὸς ἐπέκεινα διελάσαι κακοῦ, καὶ ὅτι κρεῖττον ἦν αὐτῷ τὸ μὴ γενέσθαι τὴν ἀρχήν, ἀλλ’ οὐδ’ ἂν ὅλως κολάσεως ἄξιον ἡγήσατό ποτε τῶν ἰδίων θελημάτων τὸν ὑπουργόν, εἴπερ ἦν αὐτῷ θελητὸν τὸ παθεῖν.
15 Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὸ κατὰ Ματθαῖον ὑπομνήματος βιβλίου ϛʹ. Καὶ ὑπόκειται μὲν τὸ δεῖμα τοῦ παθεῖν ἐν αὐτῷ διὰ τὸ ἀνθρώπινον, κατευνάζεται δὲ παραχρῆμα τῇ τοῦ ἐνοικοῦντος λόγου ῥώμῃ τε καὶ εὐσθενείᾳ. θέα γάρ, ὅπως παραδεικνύει
20μὲν ἐν αὐτῷ τὸ ἀνθρώπινον ἡ παραίτησις, τὸ δὲ τῆς θεότητος ἀκαμπὲς ἀνέλαμψεν εὐθύς. Τοῦ αὐτοῦ ἐκ τοῦ θησαυροῦ βιβλίου βʹ κεφαλαίου κδʹ.
Γέγονεν ἄνθρωπος—„ἡ δὲ σὰρξ ἀσθενήσ“.118

119

Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον βιβλίου γʹ. „Οὐχ ὡς ἐγὼ θέλω“—εἰς εὐτολμίαν θεοπρεπῆ. Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ τοῦ λόγου τοῦ πρὸς τοὺς ἀπο‐
5λειφθέντας τῆς συνάξεως καὶ τοῦ ὁμοούσιον εἶναι τὸν υἱὸν τῷ πατρὶ ἀπόδειξις, οὗ ἡ ἀρχή· Πάλιν ἱπποδρομίαι, καὶ πάλιν ὁ σύλλογος ἡμῖν ἐλάττων γέγονεν. Ἐρώτησον τοίνυν τὸν αἱρετικόν—ἀναδύεται πάλιν ὡς ἄνθρωπος.
10Σευηριανοῦ Γαβάλων εἰς τὸ „πάτερ, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ“, καὶ εἰς τὸ „πάτερ, σῶσόν με ἀπὸ τῆς ὥρας ταύτησ“. Προλαβὼν ὁ κύριος ἐμφράττει τῶν αἱρετικῶν τὰ στό‐ ματα. ἵνα δείξῃ, ὅτι τὸ πολυπαθὲς τοῦτο ἐνεδύσατο σῶμα,
15τοῦτο τὸ ἀγωνιῶν τὸν θάνατον, τὸ τρέμον τοῦ θανάτου τὴν βίαν, τὸ λυπούμενον καὶ ταραττόμενον, πρὸς τὸ τοῦ βίου τέλος λέγει· „νῦν ἡ ψυχή μου τετάρακται“, „περίλυπός
ἐστιν ἡ ψυχή μου ἕως θανάτου“· οὐχ ἡ θεότης μου,119

120

ἀπαθὲς γὰρ τὸ θεῖον καὶ ἀτάρακτον καὶ ἀδείλαντον. „τὸ γὰρ πνεῦμα“, φησὶν ὁ κύριος, „πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενήσ“, ὥστε δύο θελήματα ἐμφαίνει, τὸ μὲν θεῖον, τὸ δὲ ἀνθρώπινον. Ἰωάννου τοῦ Χρυσοστόμου εἰς τὸ „πάτερ, εἰ δυνατόν, παρελθέτω
5ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο“. Εἰ γὰρ τούτων γενομένων—πάθη γυμνὰ περιτίθησιν. Τοῦ αὐτοῦ ἐν τῷ ξζʹ κεφαλαίῳ τοῦ εἰς τὸ κατὰ Ἰωάννην ὑπομνήματος. Οὐ λέγω· ἀπάλλαξόν με—παρούσης ζωῆς ἐφίεσθαι.
10 Θεοφίλου Ἀλεξανδρείας ἐκ τοῦ περὶ μετανοίας λόγου. Ὥσπερ τὸ πεινῆν καὶ τὸ διψῆν καὶ τὸ κοπιᾶν οὐκ ἴδια τῆς θεότητος ἦν, ἀλλὰ σωματικὰ γνωρίσματα, οὕτω καὶ τὸ „ἵνα τί με ἐγκατέλιπεσ“ σωματικωτέρας ἦν φωνῆς ἴδιον, πεφυκότος τοῦ σώματος μηδαμοῦ θέλειν τῆς συμφύτου στε‐
15ρεῖσθαι ζωῆς. εἰ γὰρ καὶ αὐτὸς ὁ σωτὴρ ἔλεγε τοῦτο, ἀλλ’ ᾠκειοῦτο τοῦ σώματος τὴν ἀσθένειαν μένων δύναμις καὶ σοφία θεοῦ, ὅτι μὴ ἄλλου τινὸς ἀνθρώπου, ἀλλ’ αὐτοῦ τοῦ σωτῆρος ἦν, ὅπερ ἐκ Μαρίας ᾠκοδόμησεν ἑαυτῷ σῶμα. οὗ
ἕνεκεν ἔλεγε· „τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενήσ“.120

121

Γρηγορίου Νύσσης ἐκ τοῦ κατὰ Ἀπολιναρίου λόγου, οὗ ἡ ἀρχή· Καλὸν ἂν γένοιτο προοίμιον ἡμῖν τοῦ λόγου ἡ τοῦ κυρίου φωνή. Εἰ οὖν ἀνεπίδεκτος ἡ ἡμετέρα ψυχὴ—κοινωνίας
5τὴν φύσιν πιστούμενος. Κεφάλαιον ΙΘʹ. Περὶ τοῦ θείου θελήματος, καὶ ὅτι εἶχε θέλημα κατὰ φύσιν ἡ τοῦ κυρίου ψυχ, καὶ ὅτι συνουσίωται ἡμῖν ἡ προαιρετικὴ δύναμις, καὶ ἐλευθέραν πάσης ἀνάγκης
10τὴν πρὸς τὰ θελήματα ὁρμὴν ἡ λογικὴ πᾶσα ἔχει φύσις. Γρηγορίου Νύσσης εἰς τὴν ἀπολογίαν τῆς ἑξαημέρου. Χρὴ δὲ οἶμαι πρὸ τῆς ἐξετάσεως—συναναδείκνυται
τῇ βουλῇ τὸ ἔργον.121

122

Καὶ ἑξῆς· Ἀλλὰ μετ’ ἀλλήλων—ἐν τῷ σοφῷ θελήματι ἐτελειώθη. Τοῦ αὐτοῦ ἐκ τοῦ κατ’ Εὐνομίου βʹ λόγου. Τούτου χάριν ὁ Μωϋσῆς—τοῦ πράγματος δύναμιν.
5 Καὶ μετ’ ὀλίγα· Ὥστε τὰ δύο—θεῖον βούλημα φύσις ἐγίνετο. Λέγει δὲ καὶ ἡ ἀνδρεία καὶ σώφρων Ἰουδίθ· „ἐνε‐ νοήθης καὶ παρέστη σοι πάντα“. Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὸ πάσχα λόγου.
10 Πρὸς ἑκάτερον τοίνυν—ἐν τῇ ψυχῇ γινομένου θελήματος. Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὴν προσευχὴν λόγου δʹ. Ἡ μὲν τοῦ καλοῦ—διανοίᾳ τετίμηται. Τοῦ αὐτοῦ ἐκ τῆς εἰς τὸν ἄνθρωπον θεωρίας κεφαλαίου δʹ.
15Ἡ μὲν γὰρ ψυχὴ—αὐτοκρατορικῶς διοικουμένην.122

123

Μεθοδίου ἐπισκόπου καὶ μάρτυρος κατὰ Ὠριγένους ἐξ ὧν ἐν τοῖς παναρίοις ὁ ἅγιος Ἐπιφάνιος ἔγραψε βιβλίου βʹ. Αὐτεξούσιος γὰρ ὢν—„ἐν τῷ παραδείσῳ φάγεσθε“, καὶ τὰ ἑξῆς.
5Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ τοῦ ὑπομνήματος τῆς πρὸς Ῥω‐ μαίους ἐπιστολῆς βιβλίου αʹ λόγου ιδʹ εἰς τὸ ῥητόν· „οὐ γὰρ ὃ θέλω, ποιῶ ἀγαθόν, ἀλλ’ ὃ οὐ θέλω κακόν, τοῦτο πράσσω· εἰ δὲ ὃ οὐ θέλω ἐγώ, τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία“.
10 Οὐ γὰρ ταυτὸν ψυχῆς οὐσία καὶ σώματος καὶ προαί‐ ρεσις—καὶ τῆς γνώμης ἡμῶν. Κυρίλλου ἐκ τοῦ πρὸς Ἑρμείαν περὶ τοῦ ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν τῷ υἱῷ, καθὼς καὶ ἐν τῷ πατρί.
15 Πῶς οὖν ἐν ἁπλοῖς τε καὶ ἀσυνθέτοις—ἄλλοτε ἄλλως καὶ ἑτεροίως ἔχειν. Γρηγορίου τοῦ θεολόγου ἐκ τοῦ περὶ υἱοῦ λόγου βʹ. Ἕβδομον λεγέσθω—τὸ γὰρ ἐκείνου θέλειν οὐδὲ
ὑπεναντίον θεῷ, θεωθὲν ὅλον.123

124

(1t)

Κεφάλαιον Κʹ.
2Πῶς δεῖ νοεῖν τὸ ὑπὸ τοῦ θείου Γρηγορίου ἐν δια‐ φόροις αὐτοῦ λόγοις εἰρημένον, τεθεῶσθαί ποτε μὲν τὸ θέλημα, ποτὲ δὲ ὅλην αὐτοῦ τοῦ λόγου τὴν ἀν‐
5θρωπότητα, καὶ θεὸν καλεῖσθαι καὶ ὁμόθεον καὶ τὰ τοιαῦτα, καὶ ὅτι τὰς θείας ἐνεργείας διὰ τὴν πρὸς τὸν λόγον ἀδιάσπαστον ἕνωσιν ἡ θεία αὐτοῦ σὰρξ κατεπλούτει οὐ τραπεῖσα τὴν φύσιν οὔτε τῆς ἰδίας ἐκστᾶσα φυσικῆς ἐνεργείας· ἐν ᾧ καὶ χρήσεις τινάς,
10 ἃς οἱ ἀντιδιατιθέμενοι προβάλλονται. Ἰουστίνου φιλοσόφου ἐκ τοῦ περὶ τριάδος κεφαλαίου ιζʹ. Πάλιν ἐρωτῶμεν, πῶς μετὰ—προσθήκην τῇ οὐσίᾳ παρέσχεν; Κυρίλλου ἐκ τῆς πρὸς Νεστόριον βʹ ἐπιστολῆς.
15Ζωὴ γὰρ ὢν—γεγονότος τε καὶ χρηματίσαντος. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Σούκενσον αʹ ἐπιστολῆς. Ἴσον γάρ ἐστιν εἰς ἀτοπίας λόγον—ἡμεῖς οὕτω
διακείμεθα.124

125

Τοῦ αὐτοῦ ἐκ τῶν κατηγοριῶν Θεοδωρήτου. Ἡμεῖς μὲν γὰρ ζωοποιὸν—ζωογονοῦντος λόγου. Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ συνουσιαστῶν λόγου. Ναὶ μὴν καὶ ἐξ οὐρανοῦ καταβεβηκέναι λέγεται καὶ
5ζωὴν διδόναι τῷ κόσμῳ διὰ τὸν ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταβάντα λόγον, οὗ καὶ ἰδία γέγονεν ἡ σάρξ. οὐκοῦν θεία μέν, ὡς ἔφην, ἐστίν. οὐ μὴν ἔτι καὶ εἰς φύσιν θεότητος μεταβαλεῖν ὑποτοπήσοι τις ἄν, εἴ γε νοῦν ἔχοι, τὸν εὖ βεβη‐ κότα καὶ δογματικῆς εὐτεχνίας ἐπιστήμονα.
10 Ἀναστασίου Ἀντιοχείας ἐκ τῆς πρὸς Σέργιον τὸν γραμματικόν. Κέκρυπται δὲ ταῖς ἀληθείαις ὑπὸ τῆς θείας φύσεως ἡ ἀνθρωπεία, κἂν ὁ λόγος διακρίνῃ τὴν οὐσίαν αὐτῆς· ὥστε μὴ ῥᾴδιον εἶναι διαγνῶναι τὴν φύσιν αὐτῆς, καταποθείσης
15οἷον καὶ μεταποιωθείσης πρὸς τὴν προσλαβοῦσαν, ὥσπερ τὰ ὁμιλοῦντα τῷ πυρὶ τῆς τοῦ πυρὸς μεταλαμβάνει ποιότητος, ὡς σχεδὸν ἄγνωστον εἶναι τὴν διάκρισιν τοῦ τε μετεχομένου καὶ τοῦ μετέχοντος. οὐκ ἔστι μὲν οὖν εὑρεῖν εἰκόνα παρα‐ στατικὴν τῆς ἑνώσεως ταύτης. πλὴν πειρώμεθά τινα παρ‐
20αγαγεῖν, μετρίαν μὲν ὡς πρὸς τὸ μέγεθος τοῦ μυστηρίου,
τῶν δὲ λοιπῶν ἀληθεστέραν ἐμφέρειαν ἔχουσαν. οἷον γὰρ ἄν125

126

τις εἰκάσαι πάντα τὸν ἐκτὸς οὐρανοῦ ἀέρα πεπυρακτῶσθαι, μᾶλλον δὲ πῦρ εἶναι, κόκκον δὲ σινάπεως ἢ κέγχρου ἐμβε‐ βλῆσθαι τῷ τοσούτῳ πυρί, ἀνάγκη κἀκεῖνον πρὸς τὸ ἐπι‐ κρατοῦν πεποιῶσθαι, ὡς μὴ δοκεῖν ἕτερον εἶναι διὰ τὸ πῦρ,
5εἰ καὶ τῆς οὐσίας ὁ λόγος ὑφέστηκεν, οὕτως ἡ ἀνθρωπεία φύσις ἑνωθεῖσα τῷ θεῷ λόγῳ κατεκρατήθη τοσοῦτον, ὡς μὴ δοκεῖν ἔτι φύσιν ἀνθρώπου εἶναι, ταύτῃ τε λέγειν τοὺς πατέρας τεθεῶσθαι μὴ ἀποκνῆσαι τὴν φύσιν. εἰ δὲ καὶ ἐπὶ τοσοῦτον ἀνεκράθη, τὴν οὐσιώδη γε σώζει διαφοράν. οὐ γὰρ κατὰ
10πρῶτον λόγον ἑαυτῆς ἐξέστη. καὶ γὰρ καὶ ἡ θεία φύσις μεμένηκεν ἀναλλοίωτος ἐν τῇ τοῦ φυράματος ἡμῶν προσλήψει, ὅπερ πᾶσα παρίστησιν ἡ θεόπνευστος γραφή. Τοῦ αὐτοῦ. Ἀλλ’ ἡ ἕνωσις μίαν ὑπέδειξεν ἡμῖν τὴν προσκύνησιν
15τοῦ τε θεοποιήσαντος καὶ τοῦ θεοποιηθέντος· μία γάρ ἐστιν ἀχώριστος ἡ ὑπόστασις, οὐ τῶν φύσεων ἀλλοιωθεισῶν οὐδὲ τῶν ἰδιοτήτων κατὰ πρῶτον λόγον ἀμειφθεισῶν, ἀλλὰ κατὰ τὸν τῆς ἀνακράσεως, ἵν’ οὕτως εἴπω, τρόπον, καθ’ ὃν ἂν εἴποι τις αὐτὸν θεὸν καὶ ἄνθρωπον καὶ ὅλον θεὸν καὶ
20ὅλον ἄνθρωπον. Θεοδότου Ἀγκύρας. [διαβέβληται]. Οἷον ὅταν σιδήρῳ τὸ πῦρ ἢ χαλκῷ ἢ ἀργύρῳ ἢ ξύλῳ βαρεῖ συναφθῇ, ἡνίκα καὶ ταῦτα εἰς τὴν πυρὸς ἰδέαν μεθί‐
σταται. ἐνταῦθα γὰρ τῆς ἑκατέρου ἰδέας εἰς τὸ ἕτερον με‐126

127

τάδοσις γίνεται, οὐδετέρου τῶν συνελθόντων ὑπομείναντος σύγχυσιν. καὶ γὰρ ὁ σίδηρος μένων σίδηρος καίει πῦρ γεγονώς, καὶ τὸ πῦρ μένον πῦρ βάρος ἔχει, σιδήρῳ ἤ τινι τοιούτῳ γενόμενον συμμιγές. καὶ ἔστι τὸ αὐτὸ σίδηρός τε
5καὶ πῦρ, ἑκατέρου τὴν ἐνέργειαν ἀσυγχύτως δεξάμενον. καὶ γὰρ καίει καὶ βαρεῖ τὸ αὐτὸ ὑποκείμενον, σιδήρου καὶ πυρὸς εἰς ταυτὸν συνημμένων. Δέδεικται διὰ πάντων, ὡς οὐ κατὰ μεταβολὴν φύσεως ἢ τροπὴν ἢ ἀλλοίωσιν ἢ σύγχυσιν ἡ τοῦ κυρίου σὰρξ
10τεθεῶσθαι λέγεται καὶ θεὸς ὀνομάζεται, ἀλλὰ κατὰ τὴν οἰκονομικὴν ἕνωσιν, καθ’ ἣν ἀδιασπάστως καὶ καθ’ ὑπό‐ στασιν τῷ θεῷ ἥνωται. λέγει μὲν γὰρ ὁ θεολόγος Γρη‐ γόριος οὕτως ἐν τῷ εἰς τὸ πάσχα λόγῳ· „τέλειον δὲ οὐ διὰ τὴν θεότητα μόνον, ἧς οὐδὲν τελειότερον, ἀλλὰ καὶ
15διὰ τὴν πρόσληψιν τὴν χρισθεῖσαν θεότητι καὶ γενομένην, ὅπερ τὸ χρίσαν, καὶ τολμῶ εἰπεῖν ὁμόθεον“. καὶ πάλιν ἐν τῷ Χριστὸς δὲ διὰ τὴν θεότητα· „χρίσις γὰρ αὕτη τῆς ἀνθρωπότητος οὐκ ἐνεργείᾳ κατὰ τοὺς ἄλλους χριστοὺς ἁγιάζουσα, παρουσίᾳ δὲ ὅλου τοῦ χρίοντος, καὶ ἔργον ποι‐
20ῆσαι θεὸν τὸ χριόμενον καὶ ἄνθρωπον ἀκοῦσαι τὸ χρίσαν“. ὥσπερ οὖν τὴν ἐνανθρώπησιν τοῦ λόγου χωρὶς μετα‐ βολῆς καὶ τροπῆς γενέσθαι ὁμολογοῦμεν, οὕτω καὶ τὴν θέωσιν γενέσθαι τῆς σαρκὸς δοξάζομεν. ὁ γὰρ αὐτὸς καὶ „ἀνθρωπισθέντα“ τὸν λόγον ἐδίδαξε καὶ Διονύσιος ὁ
25θεσπέσιος „ἀνδρωθέντα“ καὶ πάντες οἱ διδάσκαλοι „σαρκω‐127

128

θέντα“. καὶ ἑκάτερα εὐσεβῶς λαμβανόμενα τὴν ὑποστα‐ τικὴν ἡμῖν ταυτότητα ὑποφαίνουσιν, οὐ τῶν φύσεων τὴν εἰς ἄλληλα μεταβολήν, μὴ γένοιτο, καθὼς καὶ διὰ τῶν προκειμένων μαρτυριῶν ἀποδέδεικται. καὶ ἄνθρωπος γὰρ
5γεγενῆσθαι λέγεται ὁ θεὸς λόγος διὰ τὸ ἑνωθῆναι σαρκὶ καὶ θεὸς καὶ ὁμόθεος ἡ αὐτοῦ σὰρξ διὰ τὴν πρὸς αὐτὸν τὸν λόγον ὁμοίως ἀκραιφνεστάτην καὶ καθ’ ὑπόστασιν ἕνωσιν. καὶ δῆλον ὅτι θάτερον αὐτῶν, ὥσπερ ἂν ἐκλάβωμεν, οὕτως ἀνάγκη καὶ τὸ ἕτερον νοηθῆναι κατὰ τὴν ὀρθὴν
10τῶν πατέρων παράδοσιν. οὔτε οὖν διὰ τὸ σαρκωθῆναι ὁ λόγος τῶν ὅρων ἐξέστη τῆς οἰκείας θεότητος, οὔτε τῶν προσόντων αὐτῇ θεοπρεπῶν αὐχημάτων, οὔτε μὴν ἡ σὰρξ θεωθεῖσα τῶν ἑαυτῆς ἐστέρηται φυσικῶν ἰδιωμάτων. μεμενήκασι γὰρ καὶ μετὰ τὴν ἕνωσιν αἵ τε φύσεις ἀσύμ‐
15φυρτοι καὶ αἱ τούτων ἰδιότητες ἀλώβητοι. Ὅτι δὲ πάλιν τὰς θείας ἐνεργείας ἡ τοῦ κυρίου σὰρξ καὶ τὸ ἰσοδυναμεῖν τῷ λόγῳ καὶ τὰ λοιπὰ θεοπρεπῆ διὰ τὴν πρὸς τὸν λόγον ἐπλούτει ἕνωσιν, οὐδαμῶς τῶν κατὰ φύσιν ἰδίαν ἔκπτωσιν ὑποστᾶσα ἐνεργειῶν, καὶ αὐτὸς ὁ
20τῆς ἀληθείας ἐχθρὸς διέγνω Σευῆρος. Φησὶ γὰρ ἐν τῇ ἀπολογίᾳ τῇ ὑπὲρ τοῦ φιλαλήθους πρὸς τὸ ρμγʹ κεφάλαιον οὕτως· Πᾶν γάρ, ὅπερ ὑπάρξαι τῇ σαρκί φαμεν, εἴτε τὸ ἰᾶσθαι τοὺς ἐν ἀρρωστίαις, εἴτε τὸ ἰσοδυναμεῖν τῷ λόγῳ κατὰ τὴν
25ἐν πάσαις ταῖς θεοσημείαις ἐνέργειαν, εἴτε τὸ ὑπὲρ φύσιν ἀναστῆναι, διὰ τὴν πρὸς αὐτὸν τὸν λόγον ἕνωσιν αὐτῇ τοῦτο
ὑπάρξαι φαμέν.128

129

Ὁ μέντοι θειότατος Κύριλλος ἐν τῷ τετάρτῳ τῶν ἑαυτοῦ σχολίων οὕτως ἐδίδαξεν· Καταβῆναι δέ φαμεν ἐξ οὐρανοῦ τὸν υἱὸν τοῦ ἀνθρώπου καθ’ ἕνωσιν οἰκονομικήν, τοῦ λόγου προσνέμοντος τῇ ἰδίᾳ
5σαρκὶ τῆς ἑαυτοῦ θεοπρεποῦς δόξης τὰ αὐχήματα. Καὶ πάλιν ἐν τῷ ιαʹ σχολίῳ· Ὅτι δὲ ἀσύγχυτοι μεμενήκασιν αἱ φύσεις ἤγουν ὑπο‐ στάσεις, ἐντεῦθεν εἰσόμεθα. τὸ γάρ τοι χρυσίον ἐπαληλειμ‐ μένον τῷ ξύλῳ μεμένηκεν, ὅπερ ἦν, καὶ καταπλουτεῖ μὲν τὸ
10ξύλον τοῦ χρυσίου τὴν δόξαν, πλὴν οὐκ ἀπέστη τοῦ εἶναι ξύλον. Ἀκούεις ὅτι οὐκ ἀπέστη τοῦ εἶναι ξύλον τὸ ξύλον. πῶς οὖν δυνατὸν φρονεῖν περὶ αὐτοῦ, ὅτι τοῦ χρυσίου τοῦ ἐπ’ αὐτῷ οὐ διαφέρει; Καὶ αὖθις εἰς τὸ κατὰ Ματθαῖον ἐν τῷ βʹ βιβλίῳ
15 ὁ αὐτός· Ἅγιον μὲν γὰρ ὁμολογουμένως ἐστὶ τὸ σῶμα τοῦ Χριστοῦ καὶ πᾶσαν ἔχον κατὰ πάσης νόσου τὴν δύναμιν. ἀλλ’ ἦν τε καὶ ἔστιν ἅγιον, οὐκ ἐπείπερ ἁπλῶς νοεῖται σὰρξ ἐν μόνοις οὖσα τοῖς ἰδίοις λόγοις, ἀλλ’ ᾗ ἔστι ναὸς τοῦ κατοικοῦντος
20ἐν αὐτῇ θεοῦ λόγου ἁγιάζοντος τὴν ἰδίαν σάρκα διὰ τοῦ
ἰδίου πνεύματος.129

130

Διδασκαλίαι πατέρων, ἃς προβάλλονται οἱ ἀντιδιατιθέμενοι. Κυρίλλου ἐκ τῶν σχολίων περὶ τοῦ ἄνθρακος. Φαμὲν δὲ τὸν ἄνθρακα τύπον ἡμῖν καὶ εἰκόνα πληροῦν
5τοῦ ἐνανθρωπήσαντος λόγου, ὃς εἴπερ ἅψαιτο τῶν χειλέων ἡμῶν, τουτέστιν ὅταν τὴν εἰς αὐτὸν ὁμολογήσωμεν πίστιν, τότε καὶ ἁπάσης ἁμαρτίας ἀποφαίνει καθαροὺς καὶ τῶν ἀρχαίων αἰτιαμάτων ἐλευθεροῖ. πλὴν ἔστιν ἰδεῖν, ὡς ἐν εἰκόνι τῷ ἄνθρακι ἑνωθέντα μὲν ἀνθρωπότητι τὸν τοῦ θεοῦ
10λόγον, οὐ μὴν ἀποβεβληκότα τὸ εἶναι ὅ ἐστι, μεταστοιχειώ‐ σαντα δὲ μᾶλλον τὸ προσληφθέν, ἤγουν ἑνωθὲν εἰς τὴν ἑαυτοῦ δόξαν τε καὶ ἐνέργειαν. ὅνπερ γὰρ τρόπον τὸ πῦρ ὁμιλῆσαν ξύλῳ καὶ εἰσδεδυκὸς ἐν αὐτῷ καταδράττεται μὲν αὐτοῦ καὶ οὐκ ἐξίστησι τοῦ εἶναι ξύλον, μεθίστησι δὲ μᾶλλον
15αὐτὸ εἰς τὴν τοῦ πυρὸς ὄψιν τε καὶ δύναμιν καὶ ἅπαν αὐτῷ τὸ ἴδιον ἐνεργάζεται καὶ ὡς ἓν ἤδη λελόγισται μετ’ αὐτοῦ, οὕτω νοήσεις καὶ ἐπὶ Χριστοῦ. ἑνωθεὶς γὰρ ἀρρήτως ἀνθρωπότητι θεὸς τετήρηκε μὲν αὐτὴν τοῦθ’ ὅπερ εἶναί φαμεν, μεμένηκε δὲ καὶ αὐτός, ὅπερ ἦν. ἑνωθεὶς δὲ ἅπαξ
20ὡς εἷς λελόγισται μετ’ αὐτῆς οἰκειωσάμενος μὲν τὰ αὐτῆς, ἐμποιήσας δὲ καὶ αὐτὸς αὐτῇ τῆς ἰδίας φύσεως τὴν ἐνέργειαν. Σκοπητέον πρότερον εἰρηκότα τὸν διδάσκαλον „οἰ‐ κειωσάμενος τὰ αὐτῆσ“, εἶθ’ οὕτως ἐπαγαγόντα τὸ „ἐμ‐ ποιήσας δὲ καὶ αὐτὸς αὐτῇ τῆς ἰδίας φύσεως τὴν ἐνέρ‐
25γειαν“. εἰ οὖν τὸ δεύτερον κατὰ μεταβολὴν λαμβάνει καὶ
τῆς φυσικῆς λοιπὸν ἰδιότητος ἔκστασιν, ἀνάγκη καὶ τὸ130

131

πρῶτον οὕτως αὐτὸν ἐκδέξασθαι, ὅπερ ἄτοπον, μᾶλλον δὲ βλάσφημον. προείρηκε δὲ καί, ὅτι „οὐκ ἐξίστησι τοῦ εἶναι ξύλον“ τὸ ξύλον, „μεθίστησι δὲ αὐτὸ εἰς τὴν τοῦ πυρὸς ὄψιν τε καὶ δύναμιν“, καὶ πάλιν, ὅτι „τετήρηκεν αὐτὴν
5τοῦθ’ ὅπερ εἶναί φαμεν“. ἀλλὰ ταῦτα παρατρέχοντες γυμνὸν ἡμῖν παρατίθενται τὸ μεταστοιχειωθῆναι εἰς τὴν αὐτοῦ ἐνέργειαν καὶ τὸ ἐμποιηθῆναι αὐτῇ τῆς θείας φύσεως τὴν ἐνέργειαν. Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὸ κατὰ Ἰωάννην ὑπομνήματος.
10 Κἂν ἀσθενῇ τοιγαροῦν ἡ τῆς σαρκὸς φύσις, ὅσον ἧκεν εἰς ἑαυτήν, εἰς τὸ δύνασθαι ζωοποιεῖν, ἀλλ’ οὖν ἐνεργήσει τοῦτο τὸν ζωοποιὸν ἔχουσα λόγον καὶ ὅλην αὐτοῦ τὴν ἐνέρ‐ γειαν ὠδίνουσα· σῶμα γὰρ ἦν τῆς κατὰ φύσιν ζωῆς. Κἀνταῦθα τὸ ἀσθενεῖν, ὅσον ἧκεν εἰς ἰδίαν φύσιν,
15τὴν σάρκα πρὸς τὸ ζωοποιεῖν ὑποδραμόντες τὸ ὅλην ὠδίνειν αὐτὴν τοῦ λόγου τὴν ἐνέργειαν προβάλλονται, οὐ βουλό‐ μενοι τὸ ἑπόμενον νοεῖν· „σῶμα γὰρ ἦν“, φησί, „τῆς κατὰ φύσιν ζωῆσ“. Τοῦ αὐτοῦ ὁμοίως εἰς τὸ κατὰ Ἰωάννην.
20 Καὶ γοῦν ὅτε τὸ τοῦ ἀρχισυναγώγου κόριον διανίστη λέγων· „ἡ παῖς ἔγειρε“, ἐκράτησε τῆς χειρὸς αὐτῆς, καθὰ γέγραπται. ζωοποιῶν μὲν γὰρ ὡς θεὸς τῷ παντουργῷ προσ‐ τάγματι, ζωοποιῶν δ’ αὖ πάλιν καὶ διὰ τῆς ἁφῆς τῆς ἰδίας σαρκός, μίαν τε καὶ συγγενῆ δι’ ἀμφοῖν ἐπιδεικνύει
25τὴν ἐνέργειαν.131

132

Τὴν μίαν ἐνταῦθα ἐνέργειάν τινες εἰς τὸ ἀποτέλεσμα ἔλαβον, τουτέστι τῆς παιδὸς τὴν ζωοποίησιν, μίαν μὲν οὖσαν, συγγενῆ δὲ ταῖς φύσεσιν, ἐξ ὧν καὶ δι’ ὧν ἐγίνετο. „δι’ ἀμφοῖν“ γάρ, φησί, τουτέστι διὰ τῆς ἁφῆς καὶ τοῦ
5παντουργοῦ προστάγματος, ἤγουν διὰ τῶν ἑκατέρας φύσεως ἐνεργειῶν „τὴν μίαν ἐπεδείξατο ἐνέργειαν“, φημὶ δὴ τῆς παιδὸς τὴν ζωοποίησιν. ἄλλοι δὲ οὐχ οὕτως ἐξέδωκαν, ἀλλ’ ὅτι „μίαν“ μὲν ὡς διὰ τὴν καθ’ ὑπόστασιν ἕνωσιν, „συγγενῆ“ δὲ καὶ „δι’ ἀμφοῖν“ ὡς πρὸς τὰ μέρη. προτάξας
10γάρ, φησίν, ἀμφοτέρων τῶν φύσεων τὰς ἐνεργείας, τὸ παντουργὸν λέγω πρόσταγμα καὶ τῆς χειρὸς τὴν ἁφήν, ἐπήγαγε μίαν καὶ συγγενῆ, ἵν’ ὥσπερ τὸ διάφορον ἔδειξε τῶν φύσεων διὰ τῶν ἐνεργειῶν, οὕτω καὶ τὸ ἓν δηλώσῃ τῆς ὑποστάσεως.
15 Διονυσίου ἐκ τῆς πρὸς Γάϊον δʹ ἐπιστολῆς. Οὐ κατὰ θεὸν τὰ θεῖα δράσας, οὐ τὰ ἀνθρώπινα κατὰ ἄνθρωπον, ἀλλ’ ἀνδρωθέντος θεοῦ καινήν τινα τὴν θεανδρικὴν ἐνέργειαν ἡμῖν ἐμπεπολιτευμένος. Θεανδρικὴν εἰπὼν ἑκατέρας φύσεως τὴν ἐνέργειαν,
20τῆς θείας λέγω καὶ τῆς ἀνδρικῆς ἤγουν τῆς ἀνθρωπίνης, διὰ τῆς συνθέτου ταύτης παρεδήλωσε λέξεως. Ταύτης τῆς χρήσεως ἕτερον σχόλιον ἐν τῷ ιεʹ κεφα‐
λαίῳ εὑρίσκεις μετ’ αὐτῆς τῆς χρήσεως.132

133

Κεφάλαιον ΚΑʹ. Περὶ τοῦ τρόπου τῆς καθ’ ὑπόστασιν ἑνώσεως, πῶς οἱ πατέρες παρέδωκαν, καὶ ἔκδοσις ἀκριβὴς καὶ σαφὴς περὶ τοῦ ἐνυποστάτου. τὰ ὅμοια δὲ καὶ ἐν τῷ
5 ιζʹ κεφαλαίῳ εὑρήσεις. Κυρίλλου ἐκ τοῦ πρὸς τὰς Θεοδωρήτου μέμψεις· ἀπολογία τοῦ βʹ ἀναθεματισμοῦ. Ἰδοὺ δὴ πάλιν ὁ γεννάδας—θεὸς καὶ ἄνθρωπος. Ἀμβροσίου ἐκ τῆς πίστεως περὶ τῆς θείας ἐνανθρωπήσεως.
10 Ὁμολογοῦμεν τὸν κύριον—ἐξ αὐτῆς συλλήψεως. Γρηγορίου τοῦ θεολόγου πρὸς Κληδόνιον. Εἴ τις προδιαπεπλᾶσθαι τὸν ἄνθρωπον, εἶθ’ ὑποδεδυ‐ κέναι λέγει θεόν, κατάκριτος. Ἀθανασίου ἐκ τῆς πρὸς Ἰωβιανὸν ἐπιστολῆς.
15 Ἅμα γὰρ σάρξ, ἅμα θεοῦ λόγου σάρξ, ἅμα σὰρξ ἔμψυχος λογική, ἅμα θεοῦ λόγου σὰρξ ἔμψυχος λογική.
ἐν αὐτῷ γὰρ καὶ τὴν ὑπόστασιν ἔσχεν.133

134

Ἰουστίνου φιλοσόφου καὶ μάρτυρος ἐκ τοῦ περὶ τριάδος ιʹ λόγου κεφαλαίου ιʹ. Τότε δὲ τῶν οὐρανῶν—ναοῦ διάπλασιν οὐσιώσας. Ἐκ τοῦ ἰδίκτου Ἰουστινιανοῦ.
5 Εἴ τις οὐσιώδη ἤγουν φυσικὴν ἕνωσιν ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου λέγων οὐχ οὕτως τοῦτο νοεῖ, ὡς τῆς φρικτῆς οἰκονομίας τὰς δύο οὐσίας ἤτοι φύσεις εἰς μίαν ὑπόστασιν ἑνωσάσης, ἀλλ’ ἐκ τούτου μίαν φύσιν ἤγουν οὐσίαν τοῦ Χριστοῦ γεγενῆσθαι λέγει, ὁ τοιοῦτος ἀνάθεμα ἔστω.
10 Ἐκ τῶν Ἡρακλειανοῦ πρὸς Σωτήριχον. Οἶσθα δέ, ὁσιώτατε, ὅτι καὶ οἱ τῆς ἐν Χαλκηδόνι συνόδου εἰς μίαν ὑπόστασιν τὴν συνδρομὴν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητός φασι γεγονέναι, ὅπερ οὐδὲν ἕτερόν ἐστιν ἢ τὴν καθ’ ὑπόστασιν ἕνωσιν ἀναφανδὸν ὁμολογῆσαι.
15 Ἀναστασίου Ἀντιοχείας ἐκ τοῦ περὶ ἐνεργειῶν λόγου. Τῶν δύο φύσεων ἡ συνδρομὴ μίαν ὑπόστασιν ἀπετέλεσεν. ἦν μὲν γὰρ ἡ ἀνθρωπεία φύσις ἤτοι τὸ κοινὸν εἶδος, ἐξ οὗ τὸ ἡμέτερον προσελήφθη φύραμα, τὸ πρότερον οὐκ ὂν ἐν ἰδικῇ ὑποστάσει, προσληφθὲν δὲ τὴν αὐτὴν ὑπόστασιν ὑπο‐
20γράφεται τοῦ προσλαβόντος. ὥσπερ γὰρ τῷ πατρὶ φυσικῶς
ὁ λόγος ἥνωται, οὕτω καὶ ἡμῖν, καὶ ᾧ λόγῳ τοῦ πατρὸς134

135

διῄρηται, καθ’ ὑπόστασιν γάρ, τούτῳ καὶ ἡμῶν. οὐ γάρ ἐστιν ἡμῖν ὥσπερ ὁμοφυής, οὕτω καὶ ὁμοϋπόστατος, ὅτι μηδὲ τῷ ἰδίῳ πατρί· οὐ γὰρ ταυτὸν φύσις τε καὶ ὑπόστασις. ἑαυτῷ δὲ καθ’ ὑπόστασιν ἥνωται, ἐκεῖνο μείνας, ὅπερ πρὸ
5τῶν αἰώνων ὑπῆρχεν υἱός. ἣν δὲ πρὸς ἑαυτὸν ἔχει ἕνωσιν, οὔτε πρὸς τὸν πατέρα οὔτε πρὸς ἡμᾶς ἔχειν δύναται. καθ’ ὑπόστασιν γάρ ἐστιν ἡ τῶν φύσεων ἕνωσις καὶ ἡ αὐτὴ αὐτοῦ ἐστιν ὑπόστασις. υἱὸς γὰρ ὢν πάλιν υἱός ἐστι καὶ τὴν ἀνθρωπείαν ἑνώσας ἑαυτῷ φύσιν. οὐ γὰρ ὑπόστασιν ἑτέραν
10ἑαυτῷ λαβὼν ἥνωσεν, ἀλλὰ φύσιν ἥρμοσεν ἀφράστως τῇ ἑαυτοῦ ὑποστάσει. καὶ ἔστι κατὰ τοῦτο θεὸς καὶ ἄνθρωπος κατ’ οὐσίαν, ὁ αὐτὸς δὲ καθ’ ὑπόστασιν μόνος υἱὸς καὶ Χριστὸς καὶ κύριος. οὕτως οὐκ ἔστι χωρὶς ὑποστάσεως οὐσία, κἂν ὁ λόγος τῆς οὐσίας ἕτερός ἐστιν, ἄλλος δὲ τῆς
15ὑποστάσεως. κοινὴν γὰρ τὴν μίαν καὶ τὴν αὐτὴν ὑπόστασιν αἱ συναφθεῖσαι πρὸς τὴν ἄρρητον ἕνωσιν ἔχουσι δύο φύσεις. διὸ προσθήκη τῇ ἁγίᾳ τριάδι οὐκ ἐγένετο· προσθήκης γὰρ ἀνεπίδεκτός ἐστιν. ἄλλως τε δὲ καὶ ἡ τριὰς ὑποστάσεών ἐστιν· ἡ γὰρ οὐσία μοναδική ἐστι. τῆς οὖν ὑποστάσεως τῆς αὐτῆς
20μεινάσης τοῦ υἱοῦ, πῶς ἀμάσητα λαλοῦσί τινες, τερατευόμενοι τετράδα λέγειν ἀντὶ τριάδος τοὺς τὴν ἀλήθειαν ὁμολογοῦντας τῶν ἐν Χριστῷ φύσεων ἢ τῶν, ἐν αἷς ἐστιν ὁ Χριστός; εἰ μὲν ὑποστῆναι πώποτε καθ’ ἑαυτὴν τὴν ἔμψυχον τοῦ κυρίου σάρκα ἐλέγομεν, ἢ ἰδίᾳ καὶ ἀνὰ μέρος αὐτὴν ἐνεργεῖν
25διεβεβαιούμεθα, καλῶς ἡμᾶς τετράδα ἀντὶ τριάδος λέγειν135

136

ὑπελάμβανον. εἰ δὲ μετὰ τοῦ συντεθειμένου καὶ συνυφεστῶτος αὐτῇ λόγου ἐνεργεῖν αὐτὴν πάντοτε ὁμολογοῦμεν ἀχωρίστως καὶ οὔτε προϋφεστάναι λέγομεν τῆς πρὸς αὐτὸν ἑνώσεως, ἀλλ’ ἐν αὐτῷ τὸ εἶναι λαβοῦσαν αὐτὴν γινώσκομεν, κακῶς
5ἡμᾶς συκοφαντοῦσιν οἱ ἀβασανίστως ἅπερ βούλονται ἐρευ‐ γόμενοι. ἐξ ὑποδείγματος δὲ τὸ λεγόμενον σαφέστερον δείξομεν. ὑπόθου τρεῖς εἶναι στήλας χαλκᾶς, καὶ τὴν μίαν ἐκπυρω‐ θεῖσαν ἄκρως καὶ ῥάβδον ἐν τῇ χειρὶ αὐτῆς προστεθεῖσαν, εἶτα, ἐπειδὴ αἱ ἄλλαι δύο ἀβλαβεῖς τοῖς προσαπτομένοις εἰσίν,
10αὐτὴ δὲ ἀνέπαφος διὰ τὴν λαβρότητα τῆς ἐκπυρώσεως, παρὰ τοῦτο τέσσαρες στῆλαί εἰσι καὶ οὐ τρεῖς; ἢ τῆς ἰδίας ἐξέστη φύσεως ὁ χαλκὸς ἐκπυρωθείς, οὐχὶ δὲ μᾶλλον προσθήκην μὲν ἔλαβε τὴν τοῦ πυρός, οὗ καὶ τὴν ἐνέργειαν ἐπεκτήσατο τῆς οἰκείας οὐκ ἐκστὰς οὐσίας τε καὶ ἐνεργείας καὶ δυνάμεως;
15καὶ ἄλλως δὲ τὸ λεγόμενον διασαφήσωμεν. ἔστω εἶναι τρεῖς πάλιν ἀνδριάντας χαλκοῦς καὶ ἕνα χρισθῆναι κηρῷ ἤγουν ἀναμαχθῆναι ἢ τυχὸν χρυσῷ ἢ πηλῷ, ὥστε σκεπασθῆναι τὸν χαλκὸν καὶ ἀφανῆ γενέσθαι τῇ ὄψει. λέγεις αὐτὸν βλα‐ βῆναί τι εἰς ἰδίαν οὐσίαν διὰ τὴν τοῦ κηροῦ ἢ τῶν ἄλλων
20πρόσληψιν; οὐ λέγεις δὲ σώζεσθαι ἐν αὐτῷ τὰς δύο τοῦ τε χαλκοῦ καὶ τοῦ κηροῦ ἢ τοῦ χρυσοῦ φύσεις ἀλωβήτους; εἶτα μὴ δυνάμεθα λέγειν τέσσαρας γενέσθαι αὐτοὺς ἀνδριάντας διὰ τὴν γενομένην προσθήκην; οὐκοῦν τῷ αὐτῷ παραδείγ‐ ματι, ὡς ἐκ τῶν μικρῶν τὰ μεγάλα στοχάσασθαι καὶ ἀμυδραῖς
25τισιν εἰκόσι τὴν ἀλήθειαν ἐνοπτρίσασθαι, νοήσεις καὶ ἐπὶ Χριστοῦ δύο μὲν τὰς φύσεις, μίαν δὲ τὴν ὑπόστασιν, καὶ
προσθήκην τῇ τριάδι γεγενῆσθαι οὐδαμῶς ὑποπτεύσεις.136

137

Ἐκ τῶν τοῦ ἁγίου Μαξίμου. Φύσις μὲν ἀνυπόστατος οὐκ ἔστιν. οὐ μὴν τὸ ἐνυπό‐ στατον ὑπόστασις. ὑπόστασις γάρ ἐστι πᾶν τὸ καθ’ ἑαυτὸ ὑφεστὸς καὶ ἰδίαν ἔχον ὕπαρξιν. ἐνυπόστατον δέ ἐστι τὸ καθ’
5ἑαυτὸ μὲν ὅλως οὐχ ὑφιστάμενον, ἐν ἄλλῳ δὲ θεωρούμενον, ὡς εἶδος ἐν τοῖς ἀτόμοις ἢ τὸ σὺν ἄλλῳ διαφόρῳ κατὰ τὴν οὐσίαν εἰς ὅλου τινὸς γένεσιν συντιθέμενον. ὅταν γὰρ δια‐ φόρων οὐσιῶν σύνοδος γένηται πρὸς ἑνός τινος σύνθεσιν, ἑκατέρων τῶν φύσεων τῶν ἅμα πρὸς τὴν τοῦ ὅλου γένεσιν
10συνιόντων τὸ ἀφορίζον αὐτὸ ἐκ τῶν ὁμογενῶν ἰδίωμα, οὐκ ἰδίᾳ καὶ καθ’ ἑαυτὸ καὶ ἀνὰ μέρος, ἀλλ’ ἐν τῇ ἑνώσει καὶ συνυπάρξει προσλαβὸν δείκνυται ἐνυπόστατον, οὐ μὴν ὑπό‐ στασις, ἐπειδὴ μὴ καθ’ ἑαυτὸ ὑπέστη, εἶθ’ οὕτως ἡνώθη, μήτε ἰδίαν ἔσχε καὶ κεχωρισμένην ὕπαρξιν, ἀλλ’ ἅμα τῷ
15συγκειμένῳ καὶ συνυφεστῶτι τὸ εἶναι ἔσχεν. ὑπόστασις δὲ μία ἄμφω ἀπετελέσθησαν. ἑνωθέντα γὰρ πρὸς ἄλληλα τὰ συνδεδραμηκότα μίαν ἔσχον κοινὴν ὑπόστασιν, καὶ τὰ θατέρου τῶν μερῶν ἴδια τὰ ἐκ τῶν ὁμογενῶν αὐτὸ χωρίζοντα τοῦ ὅλου γέγονεν ἴδια. τὸ γὰρ καθ’ ἑαυτὸ καὶ διωρισμένως συνεστὸς
20τοῦτό ἐστιν ὑπόστασις, εἴπερ ὑπόστασιν καλοῦσιν οἱ τὰ τοι‐ αῦτα πεφυσιολογηκότες οὐσίαν μετὰ ἰδιωμάτων ἀριθμῷ τῶν ὁμογενῶν διαφέρουσαν. οὐκοῦν οὐχ ὑπόστασις ἡ τοῦ θεοῦ λόγου σὰρξ καθέστηκεν· οὐδέποτε γὰρ οὐδ’ ὅσον ἐπινοίας ψιλῆς πέφυκε τάχος χωρεῖν, καθ’ ἑαυτὴν τὸ παράπαν ὑπέ‐
25στη, τοῖς ἀφορίζουσιν αὐτὴν ἰδιώμασι διωρισμένη τῶν ὁμο‐137

138

γενῶν, ἢ πρὸς τὸν συγκείμενον καθ’ ὑπόστασιν λόγον τοῦ κοινοῦ τὸ ἴδιον ἔχουσα κεχωρισμένον, ἀλλ’ ἐνυπόστατος ὡς ἐν αὐτῷ καὶ δι’ αὐτὸν λαβοῦσα τοῦ εἶναι τὴν γένεσιν, καὶ αὐτοῦ γενομένη καθ’ ἕνωσιν σάρξ, καὶ πρὸς αὐτὸν καθ’
5ὑπόστασιν ἐνιζομένη τῷ λόγῳ τῆς τῶν λοιπῶν ἀνθρώπων ἀφοριζούσης αὐτὸν ἰδιότητος. κοινὴν γὰρ σαρκὸς καὶ θεό‐ τητος κατὰ τὴν ἄρρητον ἕνωσιν γεγενῆσθαί φαμεν τῇ ἐξ αὐτῶν συνόδῳ τὴν καθ’ ἕνωσιν φυσικὴν ἤγουν ἀληθῆ τε καὶ πραγματικὴν συμπληρωθεῖσαν τοῦ Χριστοῦ μίαν ὑπό‐
10στασιν, φημὶ δὲ κοινήν, ὡς μίαν καὶ τὴν αὐτὴν τῶν μερῶν ἰδικωτάτην ἐκ τῆς ἑνώσεως ἀποφανθεῖσαν ὑπόστασιν, μᾶλλον δὲ μίαν τοῦ λόγου καὶ τὴν αὐτὴν ὑπάρχουσαν νῦν τε καὶ πρότερον. ἀλλὰ πρότερον μὲν ἀναιτίως ἁπλῆν τε καὶ ἀσύν‐ θετον, ὕστερον δὲ προσλήψει σαρκὸς νοερῶς ἐψυχωμένης
15ἀτρέπτως γενομένην κατ’ ἀλήθειαν σύνθετον. Κεφάλαιον ΚΒʹ. Ὅτι οὐκ ἐν ῥήμασι καὶ ἤχοις οὐδὲ ἐν ὀνόμασιν, ἀλλ’ ἐν πράγμασιν ἡ εὐσέβεια, καὶ ὅτι οὐ δεῖ γυμναῖς ἐνορᾶν ταῖς λέξεσιν, ἀλλ’ ἐρευνᾶν τὸν νοῦν τῶν λεγο‐
20μένων, καὶ ὅτι κατεχρήσαντο πολλάκις οἱ πατέρες λέξεσί τισι καὶ ὀνόμασιν ἀδιαφόρως· ἐν ᾧ καὶ περὶ τοῦ ἐν ἁγίοις Κυρίλλου καταχρησαμένου τῇ φωνῇ τῆς φύσεως καὶ τῆς ὑποστάσεως ὁμωνύμως. Διονυσίου ἐκ τοῦ περὶ ἐρωτικῶν ὕμνων.
25Ἔστι μὲν γὰρ ἄλογον καὶ σκαιὸν—τὰς ἀκοὰς
αὐτῶν βομβουμέναις.138

139

Γρηγορίου Νύσσης. Διὰ τοῦτό φημι χρῆναι πρὸς τὸν νοῦν βλέπειν τῶν προ‐ βαλλομένων δῆθεν τὰ τῆς πίστεως ῥήματα καὶ μὴ πρὸς τὰς φωνὰς δελεάζεσθαι.
5 Γρηγορίου τοῦ θεολόγου ἐκ τοῦ συντακτηρίου λόγου. Τὰ δὲ τρία ταῖς ὑποστάσεσιν—εὐσεβείας, ἀλλ’ οὐκ ἐν πράγμασιν. Κυρίλλου ἐκ τοῦ θησαυροῦ εἰς τὸ „τί με λέγεις ἀγαθόν“. Οὐκοῦν ἑκατέρῳ καιρῷ—καθ’ ἑαυτὴν τῇ θεότητι.
10 Τοῦ αὐτοῦ ἐκ τοῦ θησαυροῦ βιβλίου βʹ κεφαλαίου κβʹ. Ἐν ταῖς τοῦ σωτῆρος φωναῖς—τῆς καθ’ ἡμᾶς οἰκονομίας. Γρηγορίου Νύσσης ἐκ τοῦ κατηχητικοῦ λόγου. Ἀλλὰ πρὸς ταῦτα πάλιν—ὑπολήψεσι τῇ πίστει
15συνιούσης;139

140

Τοῦ αὐτοῦ ἐκ τοῦ κατ’ Εὐνομίου λόγου δʹ τόμου δʹ. Πρὸς δὲ τοὺς τῷ πάθει—πρὸς ἁμαρτίας ἀκο‐ λουθίαν φέρει. Ἀθανασίου ἐκ τοῦ δʹ κατὰ Ἀρειανῶν λόγου.
5 Ἔθος δὲ τοῦτο τῇ γραφῇ ἀπεριέργως καὶ ἁπλῶς τὰς λέξεις ἐκφράζειν. Κυρίλλου ἐκ τοῦ ιεʹ κεφαλαίου τοῦ αʹ βιβλίου τοῦ θησαυροῦ. Τὴν θεόπνευστον γραφὴν ἀδιαφοροῦσαν περὶ τὰς λέξεις πολλάκις εὑρίσκομεν, οὐ μέντοι ἀγνοοῦσαν τὴν ἑκάστης δύ‐
10ναμιν, καταχρηστικῶς δὲ ἔσθ’ ὅτε δεχομένην αὐτάς. Τοῦ αὐτοῦ ἐκ τοῦ καʹ κεφαλαίου τοῦ βʹ βιβλίου τοῦ θησαυροῦ. Οὐδὲν αἱ λέξεις ἀδικοῦσιν, ὅταν ἑτέρως ἔχῃ τὰ πράγματα. Γρηγορίου Νύσσης ἐκ τοῦ ιϛʹ κεφαλαίου τῆς εἰς τὸν ἄνθρωπον κατασκευῆς.
15 Πᾶν τὸ ἐν τοῖς οὖσι νοούμενον, εἰ μὲν τελείως εἴη, ὅπερ ἐστί, κυρίως καὶ ὀνομάζεται, ὅπερ λέγεται. τὸ δὲ μὴ διὰ πάντων ὂν ἐκεῖνο, ὃ κατονομάζεται, ματαίαν καὶ τὴν
προσηγορίαν ἔχει.140

141

Καὶ μετ’ ὀλίγα· Καὶ πάντα δὲ κατὰ τὸν αὐτὸν λόγον, ἃ μὴ δι’ ὅλων ἐστίν, ἅπερ λέγεται, ἐκ καταχρήσεως ἔχει τὴν κλῆσιν. Πρὸς τοὺς λέγοντας, ὅτι ἀδιαφόρως ἐχρήσατο τοῖς δυσὶ τούτοις ὀνόμασι φύσεώς τε καὶ ὑποστάσεως ἐπὶ τῆς ἑνώσεως καὶ τῆς
5διαφορᾶς καὶ ἰδιότητος τῶν ἑνωθέντων Κύριλλος ὁ θεσπέσιος, ὅτι καθάπερ λέγει φύσεων ἕνωσιν καὶ διαφορὰν καὶ ἰδιότητα, οὕτω καὶ ὑποστάσεων, ὡς ταυτὸν σημαίνοντος, καθὰ διισχυρί‐ ζονται, τοῦ τῆς φύσεως καὶ τοῦ τῆς ὑποστάσεως ὀνόματος.
10Εὐβούλου ἐπισκόπου Λύστρων ἐκ τοῦ λόγου τοῦ πρὸς τὸν χάρτην τὸν ἐπιδοθέντα τῷ εὐσεβεστάτῳ βασιλεῖ Ἡρακλείῳ ὑπὸ Ἀθανασίου τοῦ τῶν Σευηριανῶν ψευδεπισκόπου πονηθέντος αὐτῷ. Οὐ ταυτὸν οἶδεν ὁ τῆς ἁγιωτάτης ἐκκλησίας νόμος τε
15καὶ ὅρος σημαίνειν τὸ τῆς φύσεως καὶ ὑποστάσεως ὄνομα. ἀλλ’ οὔτε δὲ οἱ ἁγιώτατοι πατέρες τοῦτο διδάσκουσιν· οὔτε γάρ ἐστιν ἡ φύσις ὑπόστασις, ἐπειδὴ ἡ μὲν φύσις κοινόν τε καὶ γενικὸν πρᾶγμα σημαίνει, ἡ δὲ ὑπόστασις τὸ ἰδικόν, τουτέστι τὸ καθ’ ἕνα. κεχρῆσθαι δὲ πολλάκις τὸν μα‐
20κάριον Κύριλλον καὶ ἑτέρους πατέρας ἀδιαφόρως τούτοις τοῖς δυσὶν ὀνόμασιν ἐπὶ ἑνὸς σημαινομένου, οὐκ ἀμφιβάλ‐ λομεν. κατεχρήσαντο γάρ, πῇ μὲν τὴν ὑπόστασιν ἀντὶ οὐσίας καὶ φύσεως, πῇ δὲ τὴν φύσιν ἀντὶ ὑποστάσεως ἐκφωνοῦντες ἐπὶ τῆς θείας ἐνανθρωπήσεως, οὐχ ὡς ταυτὸν γινώσκοντες
25εἶναι φύσιν τε καὶ ὑπόστασιν. εἴωθε γὰρ ἐξ ἀρχῆς οὐ μόνον ἡ θεία γραφή, ἀλλὰ καὶ οἱ ἁγιώτατοι τῆς ἐκκλησίας διδά‐ σκαλοι ἀδιαφορεῖν περὶ τὰς λέξεις καταχρηστικῶς ἔσθ’ ὅτε
παρ’ αὐτῶν ἐκφωνουμένας, ἐπειδὴ οὐδὲν ἀδικοῦσιν αἱ λέξεις,141

142

ὅταν ἄλλως ἔχῃ τὰ πράγματα. τὰ τοίνυν καταχρηστικῶς λε‐ γόμενα οὔκ εἰσι κυρίως, ἃ λέγονται, ἐπειδὴ ἐκ καταχρήσεως ἔχουσι τὴν κλῆσιν, οὔτε δὲ νοοῦνται, ὡς ὀνομάζονται. ἡνίκα τοιγαροῦν ὑποστάσεων ἕνωσιν λέγει ὁ ἐν ἁγίοις Κύριλλος καὶ
5διαφορὰν καὶ ἰδιότητα, ἀντὶ οὐσιῶν κέχρηται τῇ φωνῇ, τὸ ὑφεστὸς τῶν πραγμάτων τῶν κυρίως ἑνωθέντων διὰ τοῦ ὀνό‐ ματος τῆς ὑποστάσεως δεικνύς, σαφῶς διδάσκων, ὡς οὐχ ὁμοιοτήτων τινῶν ἢ μορφῶν ἀνυποστάτων γέγονεν ἕνωσις, ἀλλ’ αὐτῶν τῶν πραγμάτων. καὶ τῶν εἰρημένων μάρτυς
10ἀξιόπιστος αὐτὸς ὁ τῆς φωνῆς πατήρ. ταύτην γὰρ ἐξηγού‐ μενος ἐν τῇ ἀπολογίᾳ τοῦ πρώτου ἀναθεματισμοῦ πρὸς τὰς Θεοδωρήτου μέμψεις λέγει τάδε· „ἐπειδὴ δέ φησι παρὰ τῆς τοῦ θεοῦ μορφῆς ἀναληφθῆναι δούλου μορφήν, διδασκέτω παρελθών, εἰ δίχα τῶν ὑποστάσεων μόναι καθ’ ἑαυτὰς αἱ
15μορφαὶ συνῆλθον ἀλλήλαις. ἀλλ’ οἶμαι καταβάλλει καὶ αὐτὸς αὐτόθεν. οὔτε γὰρ ὁμοιότητες ἁπλῶς ἀνυπόστατοι καὶ μορφαὶ συνέβησαν ἀλλήλαις καθ’ ἕνωσιν οἰκονομικήν, ἀλλὰ πραγμάτων ἤγουν ὑποστάσεων γέγονε σύνοδος, ἵνα καὶ ὁ τῆς ἐνανθρωπήσεως λόγος ἀληθῶς γεγενῆσθαι πιστεύηται“.
20καὶ μετ’ ὀλίγα· „ἐπυθόμην δ’ ἂν ἡδέως αὐτοῦ, πότερον δὴ τὴν ἕνωσιν τοῦ λόγου πρὸς τὸ ἀνθρώπινον ἤγουν πρὸς τὸ ἅγιον σῶμα ψυχωθὲν νοερῶς πεπρᾶχθαί φησι κατ’ ἀλήθειαν ἢ τοῖς ἄλλοις ὁμοῦ καὶ αὐτὸς κατὰ συνάφειαν σχετικὴν δουλοπρεποῦς καὶ ἀνυποστάτου μορφῆς πρὸς ἐνυ‐
25πόστατον καὶ θείαν μορφὴν ἢ καὶ καθ’ ἕτερον τρόπον κατὰ142

143

μόνην τῆς υἱότητος τὴν ὁμωνυμίαν καὶ κατὰ μόνην τὴν ἰσότητα τῶν ἀξιωμάτων“. Ὅτι δὲ οὐ ταυτὸν εἶναι γινώσκει ὁ διδάσκαλος κατ’ ἐκείνους τὸ ἐκ τῶν δύο τούτων ὀνομάτων, φύσεώς φημι καὶ
5ὑποστάσεως, σημαινόμενον, ἀλλὰ διάφορα ἐπίσταται τὰ δι’ αὐτῶν δηλούμενα, κἂν εἰ καταχρηστικῶς πολλάκις ἐκφωνῇ τὰς λέξεις, δῆλον ἐξ ὧν ἐν ἑτέροις ἐδίδαξε, τοὺς μὲν διαιροῦν‐ τας ἐπὶ δύο φύσεων τὰς εὐαγγελικὰς καὶ ἀποστολικὰς φωνὰς τὰς περὶ τοῦ κυρίου εἰρημένας, πρὸς τοὺς ἀνατολικοὺς ἐπισκό‐
10πους γράφων, ἀσπαζόμενός τε καὶ ἀποδεχόμενος, τοὺς δὲ ὑποστάσεσι δυσὶ ταύτας διανέμοντας φανερῶς ἀποβαλλόμενός τε καὶ ἀναθεματίζων, καθάπερ ἔστιν εὑρεῖν καὶ ἐν τῷ τε‐ τάρτῳ κεφαλαίῳ τῶν ἀναθεματισμῶν τῶν πρὸς Νεστόριον τὸν δυσσεβέστατον. οὐκ ἂν δὲ τοῦτο ἔπραττεν ὁ μακάριος
15ἐκεῖνος, εἰ μὴ διάφορον ἠπίστατο τῶν δύο τούτων ὀνομάτων τὴν σημασίαν. ἐνταῦθα γὰρ διαρρήδην τῷ χαρακτηριστικῷ προσώπῳ συνέζευξε τὴν ὑπόστασιν, καθὰ ἀπαιτεῖ ὁ τῆς ἐκ‐ κλησίας ὅρος τε καὶ λόγος, καί φησιν· „εἴ τις προσώποις δυσὶν ἤγουν ὑποστάσεσι τάς τε ἐν τοῖς εὐαγγελικοῖς καὶ
20ἀποστολικοῖς συγγράμμασι διανέμει φωνὰσ“ καὶ τὰ ἑξῆς. ἐν δὲ τῇ πρὸς αὐτὸν Νεστόριον δευτέρᾳ ἐπιστολῇ οὕτω πάλιν ἔγραψε· „τὰς δέ γε ἐν τοῖς εὐαγγελίοις τοῦ κυρίου καὶ σω‐ τῆρος ἡμῶν φωνὰς οὔτε ὑποστάσεσι δυσὶν οὔτε μὴν προσώ‐ ποις καταμερίζομεν. οὐ γάρ ἐστι διπλοῦς ὁ εἷς καὶ μόνος
25Χριστός, κἂν ἐκ δύο νοῆται καὶ διαφόρων πραγμάτων εἰς ἑνότητα τὴν ἀληθινὴν καὶ ἀμέριστον συνενηνεγμένοσ“. ἐν
μέντοι τῇ πρὸς τοὺς ἀνατολικοὺς ἐπιστολῇ τὰς ἐκείνων ἀνα‐143

144

λαβὼν φωνὰς οὕτως ἔγραψε· „τὰς δὲ εὐαγγελικὰς καὶ ἀποστολικὰς περὶ τοῦ κυρίου φωνὰς ἴσμεν τοὺς θεολόγους ἄνδρας τὰς μὲν κοινοποιοῦντας ὡς ἐφ’ ἑνὸς προσώπου, τὰς δὲ διαιροῦντας ὡς ἐπὶ δύο φύσεων, καὶ τὰς μὲν θεοπρεπεῖς
5κατὰ τὴν θεότητα τοῦ Χριστοῦ, τὰς δὲ ταπεινὰς κατὰ τὴν ἀνθρωπότητα παραδιδόντασ“. καὶ ἐπάγει ὁ Κύριλλος· „ταύ‐ ταις ὑμῶν ἐντυχόντες ταῖς ἱεραῖς φωναῖς οὕτω τε καὶ ἑαυτοὺς φρονοῦντας εὑρίσκοντες (εἷς γὰρ κύριος, μία πίστις, ἓν βάπτισμα), ἐδοξάσαμεν τὸν τῶν ὅλων σωτῆρα θεὸν ἀλλήλοις
10συγχαίροντες, ὅτι ταῖς θεοπνεύστοις γραφαῖς καὶ τῇ παρα‐ δόσει τῶν ἁγίων ἡμῶν πατέρων συμβαίνουσαν ἔχουσι πίστιν αἵ τε παρ’ ἡμῖν καὶ αἱ παρ’ ὑμῖν ἐκκλησίαι“. Ἀποδέδεικται τοίνυν τοῖς εὐγνωμονεῖν βουλομένοις ἡ ἀλήθεια καὶ περὶ τῶν αὐτῶν φιλονεικεῖν μάταιον. ὅτι δὲ
15πολλάκις καταχρηστικῶς λέγονταί τινα ὀνόματα παρὰ τῆς θείας γραφῆς καὶ τῶν ἁγίων πατέρων, αὐτὸν τὸν μακάριον Κύριλλον παραγάγωμεν μάρτυρα καὶ Γρηγόριον τὸν ἁγιώ‐ τατον τῆς Νυσσαέων ἐπίσκοπον τῷ αὐτῷ προσμαρτυροῦντας, εἴπερ τούτοις πεισθήσονται. ἀρκοῦσι γὰρ καὶ οὗτοι μόνοι
20ἀντὶ πάντων τῶν ἁγίων πατέρων παραγόμενοι. Κεῖνται αἱ χρήσεις ἐν τῇ ἀρχῇ τοῦ παρόντος κεφαλαίου. Τοῦ αὐτοῦ μετ’ ὀλίγα. Ἐπειδὴ οὖν πολλάκις διϊσχυρίζονται οἱ τὸν προτεταγ‐ μένον χάρτην ἐπιδεδωκότες καὶ τὰ ἀπὸ καρδίας λαλοῦντες
25διαβεβαιούμενοι, ὡς ταυτὸν σημαίνει τὸ τῆς φύσεως καὶ τῆς
ὑποστάσεως ὄνομα, οὐκ ἄτοπον οὔτε λόγου ἐκτός, ἐν ἐρω‐144

145

τήσεως σχήματι πρὸς αὐτοὺς εἰπεῖν· λέγετε, ὦ οὗτοι, τί ἐστι τὸ ἐκ τῶν ὀνομάτων τούτων φύσεώς τε καὶ ὑποστάσεως ἐπὶ Χριστοῦ σημαινόμενον καθ’ ὑμᾶς ταυτόν; οὐσία ἡ τὸ κοινὸν ἢ γενικὸν σημαίνουσα καὶ κατὰ πολλῶν ὑποστάσεων ἤγουν
5ἀτόμων κατηγορουμένη, ἢ χαρακτηριστικὸν πρόσωπον; εἰ μὲν οὖν εἴπητε, ὅτι οὐσίαν οἶδε σημαίνειν τὸ τῆς φύσεως καὶ ὑποστάσεως ὄνομα, τί δήποτε μάτην ἀποστρέφεσθε σὺν τοῖς καθηγηταῖς ὑμῶν τὴν τῶν δύο κοινῶν οὐσιῶν ἐπὶ Χριστοῦ λέγειν ἕνωσιν, ταύτην ὁμολογοῦντες γεγενῆσθαι ἐκ δύο φύσεων
10ὡσαύτως καὶ δύο ὑποστάσεων; ἐλεγχθήσεσθε δὲ ῥᾳδίως ἐκ τούτου καὶ μίαν οὐσίαν τὴν τὸ κοινὸν σημαίνουσαν σύνθετον φρονοῦντες ἐπὶ Χριστοῦ, ὥσπερ καὶ μίαν φύσιν, ὡς ὑμεῖς φατε, σύνθετον καὶ ὑπόστασιν, ὅπερ ὁμολογεῖν προφανῶς σὺν Σευήρῳ παραιτεῖσθε τὴν ἰδίαν νόσον ἀποκρυπτόμενοι. εἰ δὲ
15τοῦτο ὡς εἰκὸς ἐκκλίνοντες ὡς βλάσφημον οὐκ οὐσίαν μᾶλ‐ λον, ἀλλὰ πρόσωπον ἐκ τῶν ὀνομάτων τούτων τὸ σημαι‐ νόμενον εἶναι δογματίζετε, φανήσεσθε καὶ ἄκοντες, ὥσπερ ἐκ δύο φύσεων καὶ δύο ὑποστάσεων ἕνωσιν λέγοντες, οὕτω καὶ ἐκ δύο προσώπων, ὅπερ ἐστὶ τοῦ πρώτου χεῖρον ἐν βλασφη‐
20μίᾳ· τῆς γὰρ Νεστορίου τοῦ δυσσεβοῦς κακουργίας τὸ ἀσέ‐ βημα, ὥσπερ καὶ τὸ πρῶτον τῆς Ἀπολιναρίου κακοδοξίας. Ἰστέον ὡς, ἡνίκα ἁπλῶς καὶ ἀδιαφόρως ὁ λόγος πρόεισι, τότε οὐ μόνον τοὺς πατέρας, ἀλλὰ καὶ αὐτὴν τὴν θείαν γραφὴν συγχρωμένην τοῖς ὀνόμασι κατ’ ἐξουσίαν
25ἁπλῶς εὑρίσκομεν. ὁ μὲν γὰρ θεῖος ἀπόστολος τὸ ἔσω τοῦ ἀνθρώπου καὶ τὸ ἔξω ἀνθρώπους ἐκάλεσεν, Ἡσαΐας δέ· „ὄψεται“, φησί, „πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ
ἡμῶν“, Ἰωὴλ δέ· „ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν145

146

σάρκα“, ὁ μὲν τῷ τοῦ ὅλου ὀνόματι τὰ μέρη καλέσας, οἱ δὲ τῷ τοῦ μέρους ὀνόματι τὸ ὅλον σημάναντες. καίτοι οὔτε σὰρξ καθ’ ἑαυτὴν ἄνθρωπός ἐστιν οὔτε ψυχὴ καθ’ ἑαυτὴν ἄνθρωπος ὀνομάζεται, εἴπερ τὸ κυρίως σημαινό‐
5μενον ἑκατέρου σκοπῶμεν ὀνόματος. γράφει γὰρ Μεθό‐ διος κατὰ Ὠριγένους οὕτως· „ἄνθρωπος δὲ ἀληθέστατα λέγεται κατὰ φύσιν οὔτε ψυχὴ χωρὶς σώματος οὔτ’ αὖ σῶμα χωρὶς ψυχῆς, ἀλλὰ τὸ ἐκ συστάσεως ψυχῆς καὶ σώματος εἰς μίαν τὴν τοῦ καλοῦ μορφὴν συντεθέν“. καὶ
10ὅμως οἱ μὲν προφῆται ἀντὶ τοῦ ἄνθρωπος τὴν σάρκα ἔλα‐ βον, ὁ δὲ ἀπόστολος τὰ μέρη καταχρηστικῶς τῇ τοῦ ὅλου, ὡς εἴρηται, προσηγόρευσε κλήσει, καὶ οὐδὲν ἡ τῶν ὀνο‐ μάτων ἀδιαφορία τὴν τῶν πραγμάτων παραβλάψαι δεδύ‐ νηται ἀκρίβειαν. ἡνίκα γὰρ καιρὸς καλέσοι ταῖς κυρίαις
15χρήσασθαι προσηγορίαις καὶ ὁριστικῶς τὸν περὶ τοῦ ζη‐ τουμένου ἀποδοῦναι λόγον, τότε τὰς ὁμωνυμίας κλέπτοντες ταῖς κυρίαις κεχρήμεθα σημασίαις, ἄνθρωπον ἀληθῶς ὁρι‐ ζόμενοι τὸ ἐκ ψυχῆς λογικῆς καὶ σώματος συντεθειμένον ζῷον. καὶ οὐ τὰ μέρη καλοῦμεν κυρίως ἄνθρωπον, ἀλλὰ
20τὸ συναμφότερον, ἐπεὶ καὶ ὁ θεῖος εὐαγγελιστὴς ταύτῃ χρησάμενος τῇ ἀδιαφορίᾳ τῶν ὀνομάτων σάρκα γεγονέναι τὸν λόγον ἐκήρυξεν ἀντὶ τοῦ εἰπεῖν· ὁ λόγος ἄνθρωπος ἐγένετο. ἀλλ’ οὐδὲν περὶ τούτων ζυγομαχοῦμεν· οὐ γὰρ ἐν ἤχοις καὶ φωναῖς καὶ ὀνόμασιν, ἀλλ’ ἐν πράγμασιν ἡ
25εὐσέβεια. διὸ καὶ ἄλογον ἡγούμεθα καὶ τῶν τὰ θεῖα
νοεῖν ἐθελόντων ἀλλότριον, ὡς τῶν ἱεροφάντων τις καλῶς146

147

εἴρηκε, τὸ μὴ τῇ δυνάμει τοῦ σκοποῦ προσέχειν, ἀλλὰ ταῖς λέξεσι. καὶ γὰρ καὶ ἡ κοινὴ συνήθεια παρὰ τὴν τοῦ πράγματος ἀκρίβειαν ταῖς ὁμωνυμίαις ἐν πολλοῖς καὶ ἄλλοις ἁπλῶς συγχρωμένη τὸ τοῦ ἀνθρώπου σῶμα μετὰ τὴν τῆς
5ψυχῆς διάζευξιν νεκρὸν ἄνθρωπον καλεῖν οἶδε· δέον εἰπεῖν ἀνθρώπου σῶμα νεκρὸν καὶ οὐχὶ ἄνθρωπον. ἀλλ’ οὐκ, ἐπείπερ δημώδης καὶ παλαιὰ ἡ τοιαύτη συνήθεια, ἄνθρωπον ἡμεῖς κυρίως καὶ ἀληθῶς τὸ σῶμα καθ’ ἑαυτὸ ὁρισόμεθα τῆς λογικῆς χηρεῦον ψυχῆς. τί οὖν ἄτοπον, εἰ Κύριλλος
10ὁ θαυμάσιος τὴν ἀληθῆ τῆς οἰκονομίας πιστώσασθαι βου‐ λόμενος καὶ δεῖξαι πραγμάτων ὑφεστώτων γενέσθαι ἕνω‐ σιν, οὐκ ἀξιωμάτων, ὑποστάσεις τὰ συνελθόντα ἐκάλεσεν; ἐπεὶ τοίνυν ἴδιον τῶν ὀνομάτων καθέστηκε τὸ ἐπί τινων μὲν κυρίως λέγεσθαι, ἐπί τινων δὲ καταχρηστικῶς, ὅταν
15τὰ ὀνόματα κυρίως λέγηται, αὐτοτελῆ συνεισάγει τῆς ἰδίας σημασίας τὴν διάνοιαν, ὅταν δὲ καταχρηστικῶς προφέρωνται, τέλειον τὸν ὅρον ἐπιδέχεσθαι οὐ δύνανται. διά τινα γὰρ ὁμοίωσιν, ἣν πρὸς τὸ κυρίως λεγόμενον ἔχει, τὴν καταχρηστικὴν ἐκείνην κέκτηται προσηγορίαν, οἷον
20ἔστιν ἰδεῖν ἐπὶ τοῦ ἀνθρώπου. αὐτό τε γὰρ τὸ ζῷον κυ‐ ρίως λέγεται ἄνθρωπος, καταχρηστικῶς δὲ καὶ ὁ γεγραμ‐ μένος ἄνθρωπος καλεῖται διὰ τὴν ὁμοιότητα, ἣν πρὸς τὸν κυρίως λεγόμενον ἄνθρωπον ἔχει. ὅτε μέντοι ὅρον τις ἀπαιτεῖται ἀνθρώπου, τὸν τοῦ ζῴου πάντως ἀποδώσει λό‐
25γον οὐδὲν παραβλαπτόμενον ἐκ τοῦ μὴ καὶ τὸν γεγραμ‐ μένον ἄνθρωπον τὸν αὐτὸν ἐπιδέχεσθαι ὅρον· ὁ μὲν γὰρ καταχρηστικῶς λέγεται ἄνθρωπος, ὁ δὲ κυρίως καὶ ἀληθῶς. ἀληθὲς οὖν ἐστι καὶ κύριον ὄνομα, ὅπερ ἂν κατὰ τὴν τοῦ ὀνόματος δύναμιν ὁλοτελῆ καὶ πληρεστάτην τὴν διάνοιαν
30συνεισάγῃ, μηδὲν ἐλλείπουσαν πρὸς τὴν ὑπὸ τοῦ ὀνόματος147

148

δηλουμένην σημασίαν. „αἱ γὰρ λέξεισ“, ὥς φησιν ὁ θεσπέσιος Κύριλλος ἐν τῷ δευτέρῳ τοῦ θησαυροῦ βιβλίῳ, „οὐδὲν ἀδικοῦσιν, ὅταν ἑτέρως ἔχῃ τὰ πράγματα“. καὶ Γρηγόριος δὲ ὁ τῆς Νυσσαέων ἐν τῷ ιϛʹ κεφαλαίῳ τῆς
5εἰς τὸν ἄνθρωπον κατασκευῆς „πάντα“, φησίν, „ἃ μὴ δι’ ὅλων ἐστίν, ἅπερ λέγεται, ἐκ καταχρήσεως ἔχει τὴν κλῆσιν“. πλὴν ὅτι καὶ αὐτὸς Κύριλλος, ὅτε τὸ ὄντως σημαινόμενον τῆς οὐσίας καὶ τῆς ὑποστάσεως δηλῶσαι ἠβουλήθη, διαρ‐ ρήδην τὸ πρὸς ἄλληλα διάφορον αὐτῶν ἐκήρυξεν. ἔχει
10γοῦν τὰ παρ’ αὐτοῦ ἐν τῷ περὶ τριάδος διαλόγῳ γεγραμ‐ μένα ἐπὶ λέξεως οὕτως· „Β. ἐν ἰδίᾳ φῂς οὖν εἶναι τὸν υἱὸν οὐσίᾳ παρὰ τὴν τοῦ πατρός; Α. οὐκ ἐν οὐσίᾳ μᾶλ‐ λον ἑτέρᾳ παρὰ τὴν ὡς θεοῦ, ἀλλ’ ἐν ὑποστάσει τῇ ὡς υἱῷ. Β. ἕτερον γάρ τί ἐστιν οὐσία καὶ ἕτερον ὑπόστασις;
15Α. ναί. πολὺ γὰρ τὸ διεῖργον, εἶπερ ἐστὶν οὐσία τῶν καθέκαστα περιεκτική“. ὅτι δὲ οὐ ταυτὸν φύσις καὶ ὑπό‐ στασις, ἐν ἰδιάζοντι τῷ ϛʹ κεφαλαίῳ τῆς παρούσης βίβλου πολλὰς εὑρήσεις μαρτυρίας. Κεφάλαιον ΚΓʹ.
20Ὅτι οὐκ ἐκώλυσε Κύριλλος τὸ δύο λέγειν φύσεις μετὰ τὴν ἕνωσιν, ἀλλὰ καὶ συνηγορεῖ τοῖς ἀνατολικοῖς τὰς δύο φύσεις ὀρθῶς πρεσβεύουσι, καὶ οὔτε Νεστόριον διὰ τὸ λέγειν δύο φύσεις καταμέμφεται, ἀλλὰ διὰ τὸ διαιρεῖν καὶ μὴ ὁμολογεῖν τὴν καθ’ ὑπόστασιν
25ἕνωσιν μηδὲ θεοτόκον τὴν παρθένον καλεῖν· ἐν οἷς148

149

καὶ Σευήρου χρήσεις μαρτυροῦντος, ὡς πολλοὶ τῶν πατέρων ἐχρήσαντο ἀδιαβλήτως τῇ φωνῇ τῶν δύο φύσεων. Κυρίλλου πρὸς Εὐλόγιον πρεσβύτερον.
5 Ἐπιλαμβάνονταί τινες—μίαν φύσιν τοῦ θεοῦ λό‐ γου σεσαρκωμένην. Καὶ μετὰ βραχέα· Οὐκοῦν οὐ τὸ εἰδέναι τῶν φύσεων τὴν διαφορὰν διατέμνειν ἐστὶν εἰς δύο τὸν ἕνα Χριστόν. Τοῦ αὐτοῦ ἐκ τοῦ βʹ τόμου κατὰ τῶν Νεστορίου δυσφημιῶν.
10 Παῦσαι διαιρῶν τὰς φύσεις μετὰ τὴν ἕνωσιν. Ἰδοὺ τὸ διαιρεῖν ἐκώλυσε μετὰ τὴν ἕνωσιν, οὐ μὴν τὴν τούτων ἀνεῖλεν ὁμολογίαν ὁ Κύριλλος. πάλιν δὲ ὁ αὐτὸς ἐν τῇ πρὸς Εὐλόγιον ἐπιστολῇ μετὰ τὸ καταγράψαι Νεστορίου καὶ δεῖξαι αὐτὸν μόνῃ συναφείᾳ τῇ κατὰ τὴν
15ἀξίαν καὶ ὁμοτιμίαν τὴν ἕνωσιν πρεσβεύοντα καὶ δύο υἱοὺς καὶ δύο Χριστοὺς κηρύττοντα ἐπάγει ἐπὶ λέξεως οὕτω ταῦτα· Οἱ δὲ ἐκ τῆς ἀνατολῆς—ὡς ἑτέρῳ καὶ ἑτέρῳ. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ἀκάκιον ἐπιστολῆς.
Οὐκοῦν Νεστόριος μὲν—ὁμοῦ τε καὶ ἐν ταυτῷ.149

150

Καὶ μεθ’ ἕτερα· Ὅτι γὰρ οὐ μερίζουσιν εἰς δύο— πλὴν τὰς πάσας ἑνί. Τοῦ αὐτοῦ πρὸς Οὐαλεριανὸν ἐπίσκοπον Ἰκονίου. Οἱ γάρ τοι κατὰ τὴν ἑῴαν—ἀναθεματίζουσι
5μεθ’ ἡμῶν.
Δείκνυται τοίνυν ἐκ τῶν τοσούτων καὶ τηλικούτων150

151

τοῦ ἁγίου Κυρίλλου συνηγοριῶν, ὅτι οὐχ, ὡς οἱ αἱρετικοί φασι, συγκαταβαίνων τοῖς ἀνατολικοῖς διὰ τὸ γενέσθαι ἕνωσιν ἐδέξατο αὐτοὺς λέγοντας δύο φύσεις, ἀλλ’ ὅλῃ ψυχῇ στέργων καὶ ἀποδεχόμενος τὰ ἐκείνων δόγματα. ἐδείξαμεν
5γὰρ αὐτὸν πρὸς δύο καὶ τρεῖς τῶν αὐτοῦ συνήθων γράψαντα καὶ τῇ ὀρθῇ τῶν ἀνατολικῶν πίστει θερμῶς συνηγορήσαντα. ἐπειδὴ δὲ ἐν τῇ δευτέρᾳ πρὸς Σούκενσον ἐπιστολῇ δια‐ βάλλει ὁ αὐτὸς θειότατος Κύριλλος τοὺς Νεστοριανοὺς λέ‐ γοντας „δύο φύσεις ὑφεστάναι μετὰ τὴν ἕνωσιν ἀδιαιρέ‐
10τωσ“ καὶ „μάχεσθαι τοῦτο τὸ πρόβλημα ἀποφαίνεται τοῖς μίαν εἶναι λέγουσι τὴν τοῦ υἱοῦ φύσιν σεσαρκωμένην“, χρὴ εἰδέναι, ὡς οὐκ, ἐπειδὴ δύο φύσεις λέγουσιν ἀδιαιρέ‐ τους, τούτους κακίζει, ἀλλ’ ὅτι κακούργως ταῦτά φασιν, ἀποδιιστάντες τὴν ἀνθρωπίνην φύσιν καὶ δύο νοοῦντες
15υἱούς. „τὸ γὰρ ἀδιαιρέτωσ“, ὥς φησι πρὸς τῷ τέλει τῆς ἐπιστολῆς ὁ Κύριλλος, „οὐκ ὀρθῶς προστιθέασιν, οὐδὲ ὡς ἡμεῖς αὐτὸ προφέρομεν, ἀλλὰ τῇ ἰσοτιμίᾳ καὶ ταυτο‐ βουλίᾳ καὶ αὐθεντίᾳ“. τούτους οὖν ἀποβάλλεται, τοὺς δὲ δύο λέγοντας φύσεις καὶ τὴν ἀληθῆ καὶ καθ’ ὑπόστασιν
20ὁμολογοῦντας ἀποδέχεται καὶ ἐπαινεῖ καὶ ὁμόφρονας ἑαυτοῦ ἀποφαίνεται, ὡς ἀποδέδεικται. Ὅτι οὐδὲ Ἀθανάσιος ὁ μέγας ἀναιρεῖ τὸ λέγειν δύο φύσεις τὸν ἕνα υἱόν, ἀλλὰ τὸ „μίαν προσκυνητὴν καὶ μίαν ἀπροσκύνητον“ δογματίζειν καὶ διαιρεῖν τὴν οἰκονομίαν.
25ἐπάγει γὰρ οὕτως· „ἀλλὰ μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην μετὰ τῆς σαρκὸς αὐτοῦ μιᾷ προσκυνήσει“. ὁ αὐτὸς γὰρ ἐν τῇ πρὸς Ἐπίκτητον ἐπιστολῇ φησιν οὕτως·
„ποῖος ᾅδης ἠρεύξατο ὁμοούσιον εἰπεῖν τὸ ἐκ Μαρίας151

152

σῶμα τῇ τοῦ λόγου θεότητι“. ὅπερ εἰπὼν δύο σαφῶς οὐσίας ἐσήμανε. λέγει δὲ καὶ ἐν τῷ περὶ πίστεως λόγῳ οὕτως· „αὐτὸν εἶπον θεόν, αὐτὸν ἄνθρωπον, αὐτὸν υἱὸν θεοῦ, αὐτὸν υἱὸν ἀνθρώπου, αὐτὸν ἐξ οὐρανοῦ, αὐτὸν
5ἀπὸ γῆς, αὐτὸν ἀπαθῆ, αὐτὸν παθητόν, οὐκ ἄλλον καὶ ἄλλον, οὐ πρόσωπα δύο, οὐχ ὑποστάσεις δύο, οὐ προσ‐ κυνήσεις δύο. τίς χρεία ζητεῖν καὶ λογομαχεῖν“; ὥστε εὔδηλον ὅτι τὸ λέγειν δύο ὑποστάσεις βδελύττεται καὶ δύο πρόσωπα καὶ δύο προσκυνήσεις, οὐ τὸ λέγειν δύο φύσεις.
10 Κεφάλαιον ΚΔʹ. Προβλήματά τινα πρὸς τοὺς μίαν λέγοντας φύσιν καὶ ἀπολογία πρός τινα τῶν παρ’ αὐτῶν προτεινομένων κεφαλαίων καὶ συνηγορία ὑπὲρ τῆς συνόδου, περὶ ὧν ταύτην οἱ ἐκ Σευήρου καταμέμφονται.
15 Ἐπαπορήσεις ὀρθοδόξου πρὸς τοὺς μίαν πρεσβεύοντας ἐπὶ Χριστοῦ φύσιν. αʹ Εἰ μιᾶς φύσεως μετὰ τὴν ἕνωσιν ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός ἐστιν, εἰπὲ ποίας, τῆς λαβούσης ἢ τῆς ληφθείσης; καὶ τί γέγονεν ἡ ἑτέρα; εἰ δὲ ὑπάρχουσιν ἀμφό‐
20τεραι, πῶς μία, εἰ μὴ ἐξ ἀμφοτέρων μία ἀπετελέσθη σύν‐ θετος; εἰ δὲ τοῦτο, πῶς οὐχ ἑτεροούσιος ὁ Χριστὸς τοῦ
πατρὸς ἀσυνθέτου ὑπάρχοντος;152

153

βʹ Εἰ οὐδέποτε δύο φύσεων ὁ Χριστὸς ὁμολογεῖται, πῶς δυνατὸν λέγειν μιᾶς μετὰ τὴν ἕνωσιν τὸν Χριστόν, ἢ καὶ ὅλως λέγειν ἕνωσιν; εἰ δὲ ὁμολογεῖται ὁ Χριστὸς δύο φύσεων γεγονέναι, εἰπὲ πότε ἦν δύο φύσεων ὁ Χριστός, καὶ
5ἐκ πότε γέγονε μιᾶς; γʹ Ὁμοούσιος ὁ θεὸς λόγος τῇ προσληφθείσῃ σαρκί, ἢ ἑτεροούσιος; ἀλλ’ εἰ μὲν ὁμοούσιος, πῶς οὐ γέγονε τετρὰς ἡ τριάς, ἑτέρου παρεισκριθέντος προσώπου; τὸ γὰρ ὁμοφυὲς καὶ ὁμοούσιον ἐπὶ τῶν πρὸς μίαν οὐσίαν ἀναγομένων ἀτό‐
10μων λέγεσθαι πέφυκε καὶ ταῖς ὑποστάσεσι ταῖς ὑπὸ τὸ ἓν καὶ τὸ αὐτὸ εἶδος ἀναφερομέναις τὸ ὁμοούσιον ἐπιλέγεται, ἀλλὰ τῶν ὑποστάσεων τὸ ὁμοούσιον κατηγορεῖται. εἰ οὖν ὁμοούσιος ὁ θεὸς λόγος τῇ σαρκί, δύο ἔσται ὑποστάσεων· εἰ δὲ καὶ ἑτεροούσιος ἡ σὰρξ τοῦ θεοῦ λόγου, πῶς οὐ δύο
15φύσεις ὁ Χριστός; δʹ Μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην ὁμολο‐ γεῖν ἴσως δοκεῖτε. ἀλλ’ εἰ μὲν μίαν οὐσίαν τοῦ θεοῦ λόγου καὶ τῆς σαρκὸς ἐντεῦθεν νοεῖν ἡμᾶς βούλεσθε, πῶς οἷόν τε τὸ κτιστὸν τῷ ἀκτίστῳ καὶ τὸ ἀΐδιον τῷ ὑπὸ χρόνον εἶναι
20κατ’ οὐσίαν ταυτόν; εἰ δὲ ὡς μιᾶς φύσεως ἐχούσης ἑτέραν ἢ ἐχομένης ὑφ’ ἑτέρας τοῦτο νοητέον, τίς ὑποίσει μίαν καὶ μίαν οὐ δύο, ἀλλὰ μίαν εἰπεῖν; εʹ Εἰ μία φύσις τοῦ θεοῦ λόγου καὶ τῆς σαρκός, μία δὲ φύσις τοῦ θεοῦ λόγου καὶ τοῦ πατρός, πῶς οὐ μία φύσις
25τοῦ πατρὸς καὶ τοῦ λόγου καὶ τῆς σαρκός; ϛʹ Εἰ κατ’ οὐδὲν δύο ὁ θεὸς λόγος καὶ ἡ σὰρξ καὶ εἰ κατὰ πάντα ἓν ὁ θεὸς λόγος καὶ ἡ σάρξ, πῶς οὐκ ἔσται
ὁ λόγος σὰρξ καὶ ἡ σὰρξ λόγος καὶ ἀΐδιος λοιπὸν καὶ τῷ153

154

πατρὶ ὁμοούσιος ὡς λόγος; εἰ δὲ οὐ κατὰ πάντα ἓν ὁ θεὸς λόγος καὶ ἡ σάρξ, πῶς οὐκέτι δύο ὁ θεὸς λόγος καὶ ἡ σάρξ; ζʹ Εἰ ἀδύνατον πλέον ἡνῶσθαι τὸν λόγον καὶ τὴν σάρκα, οὗ ἥνωται ὁ θεὸς λόγος καὶ ὁ πατήρ, κατά τί εἰσι δύο.
5ἡνωμένος δὲ ὁ θεὸς λόγος καὶ ἡ σὰρξ κατ’ οὐδέν εἰσι δύο; ηʹ Εἰ ἐκ δύο φύσεων μία φύσις γέγονεν ὁ Χριστός, ὥς φατε, εἴπατε, τί τὰ ἐξ ὧν ὁ Χριστός; καὶ εἰ οὐκ ἔστι ταῦτα ὁ Χριστός, ἀλλ’ εἰ μὲν φύσις γέγονεν ἑτέρα παρὰ τὰ ἐξ ὧν ἐστιν ὁ Χριστός, εἴπατε, ὁποία αὕτη καὶ τίνι ἡ τοιαύτη
10φύσις ἔσται ὁμοούσιος; ἀνάγκη γὰρ τὴν μίαν φύσιν μιᾷ τινι καὶ τῇ αὐτῇ εἶναι ὁμοούσιον. θʹ Εἰ μία φύσις σύνθετος ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν, οὐ μιᾶς δὲ συνθέτου φύσεως ὁ πατήρ, πῶς ἔσται ὁμοούσιος τῷ πατρὶ μετὰ τὴν ἕνωσιν ὁ Χριστός; εἰ δὲ μὴ κατὰ τὴν
15μίαν σύνθετον ἑαυτοῦ φύσιν τὸν Χριστὸν λέγετε ὁμοούσιον τῷ πατρί, καὶ εἰ κατ’ ἐκείνην ἐστὶ καὶ ἡμῖν ὁμοούσιος, ἢ κατ’ ἄλλην; ιʹ Εἰ θεὸς καὶ ἄνθρωπος καὶ καθ’ ὑμᾶς ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν ὁμολογεῖται, οὐ τῇ αὐτῇ δὲ φύσει, ᾗ ἐστι
20θεός, ταύτῃ ἐστὶ καὶ ἄνθρωπος, πῶς οὐ δύο φύσεις, εἰ θεὸς καὶ ἄνθρωπος ὁ Χριστός; ιαʹ Εἰ ἀσύγχυτοι κατὰ τοὺς ἱεροὺς ἡμῶν διδασκάλους μεμενήκασιν αἱ φύσεις, θεωρεῖται δὲ καὶ ἡ τούτων διαφορὰ μετὰ τὴν ἕνωσιν καὶ οὐκ ἀνῄρηται, πάντως τῶν σωζομένων
25ἐν Χριστῷ δύο φύσεων μετὰ τὴν ἕνωσίν ἐστιν ἡ διαφορά. εἰ γὰρ αἱ φύσεις οὐ σώζονται, κατὰ τίνος ἡ διαφορὰ κατη‐ γορηθήσεται οὐκ ἔχουσα ποσὸν ὑποκείμενον; διαφορὰν γὰρ γνωσθῆναι χωρὶς ποσοῦ ἀμήχανον. πῶς γὰρ τὸ ἓν καὶ τὸ
αὐτὸ διαφέρειν ἑαυτοῦ λέγοιτο; ἀνάγκη οὖν πρὸς δήλωσιν154

155

τῆς διαφορᾶς τὸ ποσὸν ἐξειπεῖν τῶν διαφερόντων, ἵνα μὴ ψιλὴν καὶ ἐπίπλαστον ὀφθῶμεν λέγοντες τὴν διαφοράν. ιβʹ Εἰ ἐκ θεότητος καὶ ἀνθρωπότητος λέγετε τὸν Χριστὸν συντεθεῖσθαι καὶ ἀδιάφορον ὑμῖν ἐστι τὸ ἐκ θεότη‐
5τος καὶ ἀνθρωπότητος λέγειν καὶ ἐκ δύο φύσεων τὸν Χρι‐ στόν, τί τὸ κωλύον ὑμᾶς ἐν θεότητι καὶ ἀνθρωπότητι τὸν Χριστὸν ὁμολογοῦντας ἐν δύο φύσεσιν αὐτὸν ἀκολούθως ὁμολογεῖν, εἰ μὴ πεπλασμένως καὶ μεθ’ ὑποκρίσεως τὸ ἐν θεότητι τέλειον καὶ ἐν ἀνθρωπότητι τέλειον ὁμολογεῖν
10προσποιεῖσθε; Τὰ τριάκοντα κεφάλαια τοῦ μακαρίου Λεοντίου κατὰ Σευήρου. αʹ Εἰ τὰ πάντῃ ταυτὰ μιᾶς ἐστι φύσεως, αὐτὰ δὲ ταῦτα καὶ μία φύσις λέγεται, πῶς τὰ μὴ πάντῃ ταυτὰ κατὰ φύσιν μιᾶς ἂν εἴη
15φύσεως ἢ μία φύσις λεχθήσεται; ἀλλὰ μὴν οὐδέποτε πάντῃ ταυτὸν καὶ κατ’ αὐτοὺς ἡ τοῦ Χριστοῦ θεότης τῇ κατ’ αὐτὸν ἀνθρωπότητι. οὐκ ἄρα μιᾶς ταῦτα ἂν εἴη φύσεως ἢ μία φύσις λεχθήσεται ταῦτα μετὰ τὴν ἕνωσιν. βʹ Ὧν μία ἡ φύσις, κοινὸς ὁ λόγος, ὧν δὲ κοινὸς ὁ λόγος,
20καὶ ἡ ὕπαρξις ὁμοούσιος. οὐδέποτε δέ ἐστι καὶ κατ’ αὐτοὺς ὁμοούσιος ἡ θεότης τοῦ Χριστοῦ τῇ ἀνθρωπότητι. οὐκ ἄρα εἷς ποτε τούτων ὁ λόγος. ὧν δὲ μηδέποτε εἷς ὁ λόγος, τούτων ἀεὶ αἱ φύσεις δηλον‐ ότι διάφοροι. γʹ Εἰ ἐκ θεότητος καὶ ἀνθρωπότητος λέγοντες 〈τὸν Χριστὸν〉
25καὶ ἐκ δύο φύσεων λέγουσι καὶ ταυτὸν αὐτοῖς σημαίνειν ἄμφω δοκεῖ, πῶς ἐν θεότητι καὶ ἀνθρωπότητι λέγοντες μετὰ τὴν ἕνωσιν οὐκ ἐν δύο φύσεσι λέγειν ἐκ τῶν παρ’ αὐτῶν δοθέντων ἀναγκασθήσονται; ταυτὸν γὰρ καὶ ἐνταῦθα τὸ ἐξ ἀμφοῖν δηλούμενον. δʹ Εἰ ἐκ δύο φύσεων τὸν Χριστὸν λέγοντες ἐκ θεότητος καὶ
30ἀνθρωπότητος λέγουσι, καὶ ἐκ θεότητος καὶ ἀνθρωπότητος λέγοντες155

156

ἐκ δύο φύσεων αὐτὸν λέγουσι, θεότητα δὲ καὶ ἀνθρωπότητα καὶ μετὰ τὴν ἕνωσιν λέγουσι, δύο ἄρα φύσεις καὶ αὐτοὶ τοῦ Χριστοῦ καὶ μετὰ τὴν ἕνωσιν λέγουσιν. εἰ δὲ τὸ λέγειν δύο φύσεις ἐν τῷ Χριστῷ μετὰ τὴν ἕνωσιν ἀρνοῦνται, τὸ ἄρα λέγειν θεότητα Χριστοῦ
5καὶ ἀνθρωπότητα μετὰ τὴν ἕνωσιν ἀρνοῦνται. εʹ Εἰ ἀσύγχυτα ἐν τῇ ἑνώσει τὰ συνελθόντα γινώσκουσι, δύο δὲ τὰ συνελθόντα καὶ κατ’ αὐτούς εἰσι, πῶς τὰ ἐν τῇ ἑνώσει μὴ συγχυθέντα δύο καὶ μετὰ τὴν ἕνωσιν οὐ δύο γνωρίζουσιν; εἰ δὲ δύο γνωρίζουσι, πῶς οὐχ ὁμολογοῦσιν; εἰ δὲ ὁμολογοῦσι, πῶς ἀριθμεῖν ταῦτα παραι‐
10τοῦνται, ὧν τὴν τῆς φύσεως ἰδιότητα ἀσύγχυτον καὶ μετὰ τὴν ἕνωσιν ἐπίστανται; „ὃ γὰρ ὁμολογοῦσι“, φησὶν ὁ θεῖος Βασίλειος, „καὶ ἀριθ‐ μείτωσαν“. ϛʹ Εἰ ἐκ δύο μὲν φύσεων λέγουσι τὸν Χριστόν, δύο δὲ φύσεις αὐτὸν οὐ λέγουσιν, ἐκ τούτων μέν, οὐχὶ δὲ καὶ ταῦτα λέγουσι τὸν
15Χριστόν. εἰ δὲ μή, ἐξ ᾧν συνιστῶσι τὸν Χριστόν, καὶ ἐν τούτοις γνωρίζειν αὐτὸν ἀξιοῦσιν. εἰ γὰρ μὴ ἐν αὐτῷ τὰ ἐξ ὧν αὐτός, ἢ οὐδαμοῦ ἢ ἐν ἑτέρῳ δηλονότι καὶ ἔν τινι παρ’ αὐτόν. καὶ τίς οὗτος, σαφῶς διδασκέτωσαν. ζʹ Εἰ ἐπὶ τῶν ὁμοουσίων ἡ μία φύσις λεγομένη ταυτότητα τῶν
20ὑποκειμένων δηλοῖ προηγουμένως, πῶς ἐπὶ τῶν ἑτεροουσίων αἱ δύο φύσεις οὐ τὸ διάφορον, ἀλλὰ τὸ κεχωρισμένον ἀναγκαίως σημαίνουσιν; ηʹ Εἰ πάντῃ τε καὶ πάντως ὁ ἀριθμὸς τὴν διαίρεσιν συνεισφέρει, ὁ ἀριθμὸς ἄρα ἔσται τῆς διαιρέσεως αἴτιος, οὐχ ἡ διαίρεσις τοῦ ἀριθ‐ μοῦ, καὶ δυοῖν ἀνάγκη θάτερον, ἢ μηδὲν ἀριθμεῖσθαι τῶν ἡνωμένων ἢ
25μηδὲν ἡνῶσθαι τῶν ἀριθμουμένων. καὶ πῶς οὐ καταγέλαστον τοιαύτην ἐξουσίαν τῷ ἀριθμῷ διδόναι, παντὸς ἀριθμοῦ τὸ ποσὸν τῶν πραγ‐ μάτων, οὐ τὴν φύσιν ἢ τὴν ποιὰν τούτων σχέσιν παριστᾶν πεφυκότος; θʹ Εἰ ὁ ἀριθμὸς πάντως χωρίζει τὰ ἀριθμούμενα, οὐχ ὁ τῶν φύσεων μόνος ἀριθμὸς χωρίσει τὰς φύσεις, ἀλλὰ καὶ ὁ τῶν ἰδιοτήτων
30χωρίσει πάντως ἀριθμός. πῶς τοίνυν 〈δύο〉 ἰδιότητας λέγοντες οὐχὶ καὶ αὐτοὶ τῇ αἰτίᾳ τῆς διαιρέσεως ὑποκείσονται; ιʹ Εἰ τῶν πρός τι ἡ ἕνωσίς τε καὶ τὰ ἑνωθέντα, ἅμα δὲ τὰ πρός τι καὶ ἀεί, ἅμα ἄρα καὶ ἀεὶ 〈ἡ〉 ἕνωσις καὶ τὰ ἑνωθέντα. εἰ
δὲ τὰ ἑνωθέντα πέπαυται, συμπέπαυται τούτοις καὶ ἡ ἕνωσις δηλονότι.156

157

ιαʹ Εἰ ἔμπαλιν κατὰ τὸν θεῖον Γρηγόριον τῆς τριάδος ἔχει ἡ κατὰ τὸν σωτῆρα οἰκονομία, τρεῖς δὲ ἀεὶ τὰς ὑποστάσεις, μίαν δὲ φύσιν ἐπὶ τῆς θεολογίας ὁμολογοῦμεν, πῶς οὐ δύο μὲν φύσεις, μίαν δὲ ὑπόστασιν ἐπὶ τῆς κατὰ τὸν σωτῆρα οἰκονομίας δώσομεν, εἴπερ τὸ
5ἔμπαλιν τοῦ παντός ἐστι κατὰ τὸ ὅλον ἀντιστροφή; ιβʹ Εἰ τὸ ἄλλος καὶ ἄλλος ἀντωνυμίαι ὑποστάσεων κατὰ τὸν αὐτὸν θεολόγον, τὸ δὲ ἄλλο καὶ ἄλλο ἀντωνυμίαι φύσεων, ἀεὶ δὲ τὸ πρό‐ τερον ἐπὶ τῆς θεολογίας, ἀεὶ ἄρα τὸ δεύτερον ἐπὶ τῆς οἰκονομίας. εἰ δὲ ἀεὶ τὸ δεύτερον ἐπὶ τῆς οἰκονομίας, ἀεὶ ἄρα αἱ φύσεις, ἐπεὶ ἀεὶ καὶ
10αἱ κατ’ αὐτῶν ἀντωνυμίαι. ιγʹ Εἰ ταυτὸν τὸ ἄλλο 〈τῇ φύσει εἰπεῖν〉 καὶ τὸ φύσιν ἄλλην εἰπεῖν, ἀεὶ δὲ τὸ πρότερον ἀληθεύει ἐπὶ τῆς θεότητος τοῦ σωτῆρος καὶ τῆς ἀνθρωπότητος, ἀεὶ ἄρα τὸ δεύτερον ἐπὶ τῶν αὐτῶν συν‐ αληθεύειν ἀνάγκη.
15 ιδʹ Εἰ οὐ ταυτὸν ἡ ἁπλῆ φύσις τῇ συνθέτῳ φύσει, ἡ δὲ ἁπλῆ τοῦ λόγου φύσις μίαν μόνην φύσιν δηλοῖ, ἡ σύνθετος κατ’ αὐτοὺς φύσις τοῦ Χριστοῦ οὐ μίαν φύσιν δηλοῖ. εἰ δὲ ἡ ἁπλῆ καὶ ἡ σύνθετος μίαν κατ’ αὐτοὺς φύσιν δηλοῖ, λεγέτωσαν τὴν διαφορὰν τῆς συνθέτου κατ’ αὐτοὺς Χριστοῦ φύσεως καὶ τῆς ἁπλῆς τοῦ λόγου φύσεως.
20 ιεʹ Τῶν ὀνομάτων καὶ τῶν ῥημάτων τὰ μὲν ἔχει τὴν προφο‐ ρὰν πληθυντικήν, ἑνικὴν δὲ τὴν σημασίαν, ὡς Θῆβαι καὶ Ἀθῆναι καὶ παρεμβολαί, τὰ δὲ ἔμπαλιν ἑνικὴν μὲν τὴν προφορὰν, πληθυν‐ τικὴν δὲ τὴν σημασίαν, ὡς τὸ χορός, δῆμος, στρατός, πόλις. λεγέ‐ τωσαν τοίνυν, πῶς ἡ μία σύνθετος αὐτοῖς φύσις λέγεται; εἰ μὲν ὡς
25παρὰ τοῖς πατράσιν ἡ διττὴ λεγομένη καὶ διπλῆ φύσις, χώραν οὐκ ἔχει τὸ προσκεῖσθαι τῇ συνθέτῳ φύσει τὸ μίαν αὐτὴν ὀνομάζειν, εἴπερ μηδὲ τῇ διττῇ. πρὸς δὲ καὶ μάταιος αὐτοῖς ὁ πρὸς τὰς δύο φύσεις πόλεμος· ἑνικῇ γὰρ σημασίᾳ καὶ αὐτοὶ πληθυντικὴν ἀποδεδώ‐ κασιν ἔννοιαν. εἰ δέ, ὥσπερ ἔχει τὴν κλῆσιν ἑνικήν, οὕτως ἀξιοῦσι
30καὶ τὴν σημασίαν εἶναι ἑνικήν, ταυτὸν αὐτοῖς σημαίνεται ἐκ τῆς ἁπλῆς καὶ συνθέτου φύσεως, καὶ περιττὴ αὐτοῖς ἡ τοῦ συνθέτου φωνή. τὸ γὰρ αὐτὸ ἐκ τῆς ἁπλῆς τε καὶ συνθέτου ἀποδέδοται νόημα. εἰ δὲ μηδ’ ὁπότερον τῶν εἰρημένων νοηθείη, ἄρα καὶ συγκεχυμένην μίαν φύσιν ἐκ δύο φύσεων μυθοπλαστοῦσιν, ὁποία καὶ ἡ τῶν ἡμιόνων
35ἐπινενόηται, καὶ παρὰ τοῖς Ἕλλησι δὲ ἡ τῶν πολυμόρφων ζῴων ἐπι‐
νενόηται τερατεία.157

158

ιϛʹ Εἰ τὸ λέγειν μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην ἐναντίον ἐστὶ τῷ λέγειν δύο ἡνωμένας, δυοῖν ἀνάγκη θάτερον, ἢ τὴν σάρκα ταύτην μὴ εἶναι φύσει μηδὲ σαρκὸς ἔχειν φύσιν ἢ οὖσαν μὴ λέγεσθαι, ὅπερ ἐστίν. ὁποτέραν τοίνυν βούλονται τῶν ἀσεβειῶν, αἱ‐
5ρείσθωσαν, ἢ τὴν φύσιν ταύτην σάρκα μὴ εἶναι ἢ τὴν σάρκα φύσιν μὴ λέγεσθαι. ιζʹ Ἡ μία φύσις τοῦ θεοῦ λόγου σεσαρκωμένη τριπλῆν ἔχει τὴν ἔννοιαν. ἢ γὰρ κατὰ ἀντιστροφὴν λέγοιτο, οἷον ὅτι καὶ σεσαρκω‐ μένη μία πάλιν ἐστὶ γυμνὴ σώματος, ὥσπερ καὶ τοῦ χαλκοῦ ἀνδριάν‐
10τος μία φύσις χαλκοῦ ἐσχηματισμένη, ἢ κατὰ τροπὴν οὐσίας, οἱονεὶ μία φύσις τοῦ λόγου ἀποσαρκωθεῖσα, ὥσπερ ἂν εἴ τις καὶ τοῦ ὕδατος λέγοι μίαν φύσιν ἀπολιθωθεῖσαν, ἢ ὅτι μία οὖσα ἡ τοῦ λόγου φύσις οὐ μόνη καθ’ ἑαυτήν, ἀλλὰ μετὰ σαρκὸς οὖσα θεωρεῖται. εἰ μὲν οὖν κατὰ τὰς πρώτας ἐννοίας τοῦτο λέγουσιν, αὐτόθεν αὐτοῖς τῆς
15ἀσεβείας ὁ ἔλεγχος· μετὰ γὰρ Ἀπολιναρίου καὶ Εὐτυχοῦς ἀποσκευά‐ ζονται τὴν οἰκονομίαν. εἰ δὲ κατὰ τὸ τελευταῖον σημαινόμενον, πῶς ἡ μετὰ σαρκὸς τοῦ λόγου φύσις τῇ φύσει τῆς σαρκὸς τῇ μετὰ τοῦ λόγου οὔσῃ μία τῇ φύσει ἐστίν; ἢ πῶς μὴ οὖσα μία τῇ φύσει μία φύσις λεχθήσεται;
20 ιηʹ Τὰ κυρίως ἀλλήλοις ἀντικείμενα ὅλην τὴν ἀπόφασιν καθ’ ὅλης τῆς καταφάσεως ἀντιστρέφουσιν, οἷον τῇ λεγούσῃ καταφάσει ‚Παῦλος ἀπόστολός ἐστιν‛ ἡ λέγουσα ἀπόφασις ‚Παῦλος ἀπόστολος οὐκ ἔστιν‛. οὕτως δὲ καὶ ταῖς δύο φύσεσιν ἡ μία φύσις ἀντίκειται. εἰ γὰρ μία φύσις ἐστὶν ὁ Χριστός, οὐ δύο, καὶ εἰ δύο, οὐ μία. εἰ
25δὲ μίαν λέγοντες ἄλλο τι προστιθέασιν, οὐκέτι αὐτοῖς ἀντιφατικῶς λέγεται, ἀλλ’ ἑτεροίως καὶ κατὰ περίφρασιν. καὶ συνέστηκεν αὐτοῖς ἐξ ὀνόματος καὶ ὅρου ἡ τῶν δύο φύσεων ὁμολογία, ἐκ μὲν ὀνόματος τῆς φύσεως τοῦ λόγου, ἐκ δὲ ὅρου τῆς ἐψυχωμένης σαρκὸς ψυχῇ λογικῇ καὶ νοερᾷ· ὅρος γὰρ ἀνθρωπίνης φύσεως οὗτος. πῶς τοίνυν
30τὸν ὅρον τῆς φύσεως λέγοντες τὴν κλῆσιν αὐτῆς παραιτοῦνται, 〈ἢ πῶς τὴν κλῆσιν ἑκατέρας φύσεως παρέχοντες τὸν ἀριθμὸν παραι‐ τοῦνται;〉 λεγέτωσαν οἱ μηδὲ τὰ συμφέροντα ἑαυτοῖς καὶ τὰ μαχό‐ μενα συνορᾶν δυνάμενοι. ιθʹ Ἡ ἁπλῆ φύσις τῇ συνθέτῳ φύσει οὐχ ὁμοούσιος. εἰ δὲ
35ἁπλῆ μὲν ἡ τοῦ πατρὸς φύσις, σύνθετος δὲ ἡ τοῦ Χριστοῦ, οὐκ ἄρα158

159

ὁμοούσιος ἡ τοῦ Χριστοῦ φύσις τῇ φύσει τοῦ πατρός. ἀλλὰ μὴν ὁμοούσιον τῷ πατρὶ τὸν Χριστὸν καὶ ἡμῖν ὁμοούσιον τὸν αὐτὸν λέ‐ γειν προσποιοῦνται. λεγέτωσαν τοίνυν, εἰ ἐνδέχεται τὴν μίαν, ὡς αὐτοί φασιν, σύνθετον τοῦ Χριστοῦ φύσιν ἐξ ὅλου εἶναι τῷ πατρὶ
5ὁμοούσιον καὶ ὅλην πάλιν ἡμῖν ὁμοούσιον, καὶ εἰ μὴ εἰς τὴν τοῦ πα‐ τρὸς ὁμοουσιότητα τοῦτο καὶ ἡμᾶς ἀναφέρει; εἰ δὲ λέγοιεν μὴ κατὰ τὸ ὅλον τὴν μίαν τοῦ Χριστοῦ φύσιν τῷ τε πατρὶ καὶ ἡμῖν ὁμοούσιον, λείπεται τῆς μιᾶς φύσεως τὸ μὲν ἥμισυ εἶναι τῷ πατρί, τὸ δὲ ἥμισυ ἡμῖν ὁμοούσιον. καὶ τοῦτο τί ἕτερόν ἐστιν ἢ μερίζειν ἣν αὐτοὶ λέ‐
10γουσι μίαν Χριστοῦ φύσιν εἴς τε ὁμοουσιότητα καὶ εἰς ἑτεροουσιότητα καὶ εἰς ποστημόρια τῶν συμπληρούντων αὐτοῖς τὴν μίαν τοῦ Χριστοῦ φύσιν τὴν σύνθετον; τῆς δὲ Ἀπολιναρίου ἐστὶ δυσσεβείας καὶ τῆς Ἀρείου 〈μανίασ〉 ἀρνεῖσθαι τὸ τέλειον τῆς θεότητος τοῦ Χριστοῦ καὶ τῆς κατ’ αὐτὸν ἀνθρωπότητος.
15 κʹ Εἰ θεὸς καὶ ἄνθρωπος καὶ κατ’ αὐτοὺς ὁ Χριστὸς καὶ μετὰ τὴν ἕνωσιν λέγεται, φύσει δὲ ἀμφότερα, πῶς οὐ δύο φύσεις ὁ Χριστὸς καὶ μετὰ τὴν ἕνωσιν, εἴπερ μηδὲ ταυτὸν τῇ φύσει θεὸς καὶ ἄνθρωπος, μηδὲ τῇ αὐτῇ φύσει, ᾗπέρ ἐστι θεός, ταύτῃ ἐστὶ καὶ ἄνθρωπος;
20 καʹ Εἰ ὁμοούσιον καὶ ὁμοούσιον τὸν Χριστὸν καὶ μετὰ τὴν ἕνωσιν λέγουσι, πρὸς ἄλλο καὶ ἄλλο λέγοντες, τουτέστι πρὸς τὸν πα‐ τέρα καὶ πρὸς ἡμᾶς, οὐδέποτε δὲ ὁ πατὴρ καὶ ἡμεῖς ὁμοούσιοι, οὐδὲ τὸ ἡμῖν ἄρα ὁμοούσιον ὁμοούσιον ἔσται τῷ τοῦ πατρὸς ὁμοουσίῳ. εἰ δὲ τὰ ὁμοούσια μιᾶς ἐστι καὶ λέγεται φύσεως, οὐχ ὁμοούσιος δὲ
25καὶ κατ’ αὐτοὺς ἡ τοῦ Χριστοῦ θεότης τῇ κατ’ αὐτὸν ἀνθρωπότητι, τὰ δὲ ἑτεροούσια ἑτέρας καὶ διαφόρου εἰσὶ φύσεως, καὶ τὰ τῇ φύσει ἕτερα καὶ φύσεις ἕτεραι δηλονότι. κβʹ Αἱ ἰδιότητες οὐχ ἑαυτῶν, ἀλλὰ τινῶν εἰσιν ἰδιότητες. εἰ δὲ δύο καὶ κατ’ αὐτοὺς μετὰ τὴν ἕνωσιν αἱ ἰδιότητες, τινῶν δύο
30πάντως εἰσὶν ἰδιότητες. ἀλλὰ μὴν δύο ἰδιότητας λέγοντες φυσικὰς ταύτας λέγουσι. λεγέτωσαν τοίνυν, εἰ μὴ αἱ δύο φυσικαὶ ἰδιότητες δύο φύσεών εἰσιν ἰδιότητες. εἰ δὲ τὰς δύο φυσικὰς ἰδιότητας καὶ μετὰ τὴν ἕνωσιν λέγουσιν, ἀεὶ ἄρα αἱ δύο φύσεις, ἐπεὶ καὶ 〈ἀεὶ〉 δύο 〈αἱ〉 τούτων φυσικαὶ ἰδιότητες.
35κγʹ Ἡ διαφορὰ διαφερόντων ἐστὶ διαφορά, αἱ δὲ συστατικαὶ
διαφοραὶ τὰ οὐσιωδῶς διαφέροντα διακρίνουσι. λεγέτωσαν τοίνυν,159

160

εἰ μὴ διαφορὰν θεότητος καὶ ἀνθρωπότητος λέγοντες φυσικὴν τούτων διαφορὰν καὶ μετὰ τὴν ἕνωσιν λέγουσιν. εἰ δὲ φυσικὴν λέγουσι δια‐ φοράν, φύσεων πάντως λέγουσι διαφοράν. εἰ δὲ τοῦτο, φύσεων ἄρα διαφορὰν καὶ μετὰ τὴν ἕνωσιν λέγουσιν, εἴπερ αἱ δύο φύσεις φυσικῇ
5διαφορᾷ πάντως δύο φύσεις εἰσίν. κδʹ Εἰ κατὰ τὸν ἀληθῆ λόγον καὶ τοὺς ἁγίους πατέρας ταύτην ἔχει τὴν διαφορὰν ἡ οὐσία πρὸς τὴν ὑπόστασιν, ἣν ἔχει τὸ κοινὸν πρὸς τὸ ἴδιον, ἡ μία φύσις τοῦ λόγου οὐ πρὸς τὴν σάρκα μία φύσις λέγεται, ἀλλὰ πρὸς τὸν πατέρα· πρὸς αὐτὸν γὰρ ἔχει τὴν τῆς φύσεως
10ἑνότητα καὶ ταυτότητα. εἰ δὲ πρὸς τὸν πατέρα μία φύσις ἐστί τε καὶ λέγεται, εὔδηλον ὡς οὐ μία φύσις ποτὲ πρὸς τὴν σάρκα λεχθή‐ σεται. εἰ δὲ ὁ λόγος οὐ μία φύσις πρὸς τὴν σάρκα λέγεται, εὔδηλον ὡς οὐδὲ ἡ σὰρξ πρὸς αὐτόν ποτε μία φύσις λεχθήσεται. εἰ δὲ μηδὲ ἡ σὰρξ πρὸς τὸν λόγον, μηδὲ ὁ λόγος πρὸς τὴν σάρκα μία φύσις
15λέγεται, μεταξὺ δὲ μιᾶς καὶ δύο οὐδὲν τὸ μέσον, σαφὲς ὅτι ἡ ἀναί‐ ρεσις τῆς μιᾶς φύσεως τὴν τῶν δύο φύσεων συνεισάγει ὁμολογίαν. κεʹ Εἰ τὴν ἀπὸ τοῦ πατρὸς ἰδιότητα ἡ ὑπόστασις τοῦ λόγου ἀφορίζει, ταύτῃ δὲ τῇ ἀφοριστικῇ ἰδιότητι τῇ ἀπὸ τοῦ πατρός, ἥτις ἐστὶν ὑπόστασις, ἄλλος ἐστὶ πρὸς τὸν πατέρα, οὐ ταύτῃ δὲ τῇ ἀφ‐
20οριστικῇ ἰδιότητι καὶ ἀπὸ τῆς σαρκὸς διακρίνεται, πῶς ἢ γὰρ ἄλλος ἔσται ὁ λόγος ἀπὸ τῆς σαρκὸς ἢ ὡς ὑπόστασις ἀπ’ αὐτῆς ἀφορισθή‐ σεται; εἰ δὲ οὐ ταύτῃ τῇ ἰδιότητι διαστέλλεται ἀπὸ τῆς σαρκός, ἑτέρᾳ δηλονότι τῇ τῆς φύσεως ἰδιότητι, ἥτις τῷ πατρὶ συνάπτουσα τῆς σαρ‐ κὸς ἀποδιαστέλλει αὐτόν. ἐκ τούτων τοίνυν δῆλον, πῶς δύο μὲν
25φύσεις λέγομεν ἐπὶ Χριστοῦ, μίαν δὲ ὑπόστασιν, ὅτι τῇ ἀφοριστικῇ ἰδιότητι τῇ ἀπὸ τοῦ πατρὸς συνάπτεται πρὸς τὴν σάρκα. ὥσπερ ἀμέλει τῇ συναπτούσῃ αὐτὸν φυσικῇ ἰδιότητι τῷ πατρί, τὸ διάφορον ἔχει πρὸς τὴν σάρκα, καὶ ὥσπερ πρὸς τὸν πατέρα μία φύσις ἐστὶ διὰ τὴν τῆς φύσεως ταυτότητα, οὕτως οὐ μία φύσις πρὸς τὴν σάρκα
30διὰ τὴν ταύτης καὶ ἐν τῇ πρὸς τὸν λόγον ἑνώσει φυσικὴν ἄτρεπτον ἰδιότητα. κϛʹ Εἰ πάντα τὰ ὁμοούσια τῷ τῆς φύσεως λόγῳ συνάπτεται, καὶ διὰ τοῦτο λέγονται μία φύσις, τὰ δὲ ἑτεροούσια ἑνώσει καὶ οὐ φύσει συνάπτεσθαι πέφυκεν, οὐ ταυτὸν δὲ ἕνωσις καὶ φύσις, οὐ ταυ‐
35τὸν ἄρα τὸ ἐξ ἀμφοῖν ἀποτέλεσμα. εἰ δὲ ἃ ἡ φύσις συνάπτει, μία160

161

φύσις λέγεται, τὰ τῇ ἑνώσει συναπτόμενα ὑποστάσει μέν. οὐ μὴν φύσει καὶ οὐσίᾳ, ἓν εἶναι λεχθήσεται. κζʹ Κοινῶς παρὰ πάντων ὡμολόγηται τὸ ἄνθρωπος ὄνομα τὴν φύσιν δηλοῦν, τὸ δὲ Παῦλος ἢ Πέτρος τὴν ὑπόστασιν. κατὰ δὲ τὸν
5μακάριον Κύριλλον τὸ Χριστὸς ὄνομα οὔτε δύναμιν ὅρου ἔχει οὔτε τήν τινος οὐσίαν δηλοῖ, ὡς ἀνθρώπου καὶ ἵππου καὶ βοὸς καὶ ἑκά‐ στου τῶν ὑπὸ τὸ αὐτὸ εἶδος. οὐκοῦν οὐ ταυτὸν ἄνθρωπόν τε ἁπλῶς εἰπεῖν καὶ Χριστόν. πῶς τοίνυν τὸ τοῦ ἀνθρώπου παράδειγμα τῆς φύσεως ὂν δηλωτικὸν μετάγετε ἐπὶ τὸ τοῦ Χριστοῦ πρόσωπον, τοῦ
10ὀνόματος τοῦ Χριστοῦ κατὰ τὸν διδάσκαλον οὐ φύσιν δηλοῦντος, ἀλλ’ ὑπόστασιν; εἰ δὲ λέγοιτε αὐτόν τε καὶ τοὺς ἄλλους πατέρας χρήσασθαι τῷ τοῦ ἀνθρώπου παραδείγματι εἰς τὸν τῆς ἑνώσεως λόγον, οὐ τὸν ἁπλῶς ἄνθρωπον, ἀλλὰ τόν τινα παραλαμβάνουσιν, ὑπόστασις δὲ οὗτος. ἐπιστήσατε δέ, ὅτι καὶ ἐν δυσὶν αὐτὸν τοῖς χιμάροις διαγράφει τῷ λόγῳ.
15ὥσπερ οὖν ἐνταῦθα οὐ πρὸς τὰς ὑποστάσεις τῶν χιμάρων φέρει τὸ παράδειγμα, ἀλλὰ πρὸς τὸ διάφορον τοῦ τε ζῶντος καὶ τοῦ τεθυμένου τὴν ἀναφορὰν ἔχει, οὕτως καὶ ἐνταῦθα οὐ πρὸς τὴν ἀναίρεσιν τῶν φύσεων, ἀλλὰ πρὸς τὴν ἑνότητα τοῦ προσώπου ἡ τοῦ τινος ἀνθρώπου εἰκὼν παραλαμβάνεται. ὅτι δὲ καὶ ὅ τις ἄνθρωπος παρὰ τοῖς αὐτοῖς
20πατράσιν ἐκ δύο τε καὶ δύο φύσεις ἐστί, καθὸ ψυχὴ καὶ σῶμα, ἐκ τῶν συγγεγραμμένων αὐτοῖς πολλαχόθεν ἔστι πιστώσασθαι. κηʹ Τὸ λέγειν ἐκ δύο φύσεων τὸν Χριστὸν ἢ ὡς ἀπὸ τῶν ἀρχῶν ἢ ὡς ἀπ’ αὐτῶν τῶν ἑνωθέντων μερῶν νοεῖν ὑποβάλλει. ἀλλ’ εἰ μὲν ὡς ἀπὸ τῶν ἀρχῶν, ἐξ ὑποστάσεων μᾶλλον καὶ οὐκ ἐκ
25φύσεων ἔσται, εἴπερ ἀρχαὶ αὐτοῦ κατὰ μὲν τὴν θεότητα ὁ πατήρ, κατὰ δὲ τὴν ἀνθρωπότητα ἡ μήτηρ. ἐκ τούτων δὲ ὢν ὡς ἀπ’ αἰ‐ τιῶν, σαφὲς ὅτι οὐ ταυτὰ ἔσται, κἂν ὅπερ ταῦτα· οὐδὲ γὰρ πατὴρ οὐδὲ μήτηρ. εἰ δὲ ὡς ἀπὸ μερῶν, πῶς οὐκ ἐν τῷ ὅλῳ τὰ μέρη; ἢ πῶς τὸ ὅλον οὐκ ἐν τοῖς μέρεσιν; εἰ γὰρ μήτε τὸ ὅλον ἐν τοῖς
30μέρεσι μηδὲ τὰ μέρη ἐν τῷ ὅλῳ, λείπεται, ὡς προείρηται, ἢ μηδα‐ μοῦ μηδ’ ὅλως εἶναι ταῦτα ἢ ἐν ἑτέρῳ παρὰ τὸν Χριστὸν θεωρεῖσθαι τὴν θεότητα τοῦ Χριστοῦ καὶ τὴν ἀνθρωπότητα, καὶ ἐν ἑτέροις τὸν
Χριστὸν καὶ οὐκ ἐν τῇ κατ’ αὐτὸν θεότητι καὶ ἀνθρωπότητι θεωρεῖσθαι.161

162

τοῦτο δὲ οὐ τῆς κατ’ αὐτὸν ἀνθρωπότητος μόνον, ἀλλὰ καὶ αὐτῆς τῆς τοῦ λόγου θεότητος τὴν ὕπαρξιν ἀναιρεῖ. κθʹ Τὸ ποσὸν τῶν πραγμάτων παρίσταται οὐ μόνον ἐξ ὡρισμένου 〈ἀριθμοῦ, οἷον〉 τοῦ δύο ἢ τρία ἢ τέσσαρα, ἀλλὰ καὶ ἐξ
5ἀορίστου, οἷον τοῦ πολλὰ καὶ ὀλίγα καὶ πλείονα καὶ ἐλάττονα καὶ εἴ τι ὅμοιον· καὶ ἐξ ἀναλογίας, οἷον μεῖζον, ἧττον, ἴσον, πρός τι· καὶ ἀπὸ τῆς δεκτικῆς φωνῆς, οἷον τῆς τοῦτο κἀκεῖνο καὶ ταῦτα καὶ ἄλλα καὶ ἕτερα· καὶ ἀπὸ τῆς τάξεως, οἷον πρὸ τοῦδε καὶ μετ’ ἐκεῖνο καὶ ἀπ’ ἀρχῆς καὶ ὕστερον· εἰκὸς δὲ καὶ καθ’ ἑτέρους τρόπους. εἰ μὲν οὖν
10ἅπαντας τοὺς δηλωτικοὺς τρόπους τῶν πραγμάτων διαιρετικοὺς ἴσασι τῶν δηλουμένων, αὐτόθεν αὐτοῖς τῆς ἀτοπίας ὁ ἔλεγχος. καὶ γὰρ καὶ αὐτοὶ μίαν καὶ μίαν λέγουσι καὶ φύσεις ἀορίστους καὶ ἰδιότητας τοῦτό τε κἀκεῖνο καὶ ἄλλο καὶ ἄλλο καὶ ἕτερον καὶ ἕτερον καὶ μεῖζον καὶ ἧττον καὶ ἴσον καὶ πρός τι καὶ πρὸ τοῦδε καὶ μετ’ ἐκεῖνο καὶ ἀπ’ ἀρχῆς
15καὶ ὕστερον. εἰ δὲ μὴ πάντας τοὺς τρόπους, τὸν δὲ ὡρισμένον μό‐ νον ἀριθμὸν καὶ μάλιστα τῆς δυάδος διαιρεῖν ὑποτίθενται, ἀποκλη‐ ρωτικὸς ἔσται ὁ λόγος. ἐπεὶ λεγέτωσαν αὐτοί, τί δήποτε κατὰ πολ‐ λοὺς τοὺς τρόπους τῆς ποσότητος τῶν ὑποκειμένων δηλουμένης μόνη ἡ δυὰς τὴν φοβερὰν αὐτοῖς τῆς διαιρέσεως ἔννοιαν ἐπεισάγει τῆς
20ἑτέρας ἑτέρως ἐχούσης; ἡ γὰρ δυὰς τὰ δύο ὁμοῦ ἀριθμούμενα, ἀλλ’ οὐ κεχωρισμένα κατὰ τὴν συλληπτικὴν τοῦ ἀριθμοῦ τούτου δύναμιν παρίστησι μᾶλλον ἢ τῆς μιᾶς καὶ μιᾶς αὐτῶν ὁ διαλελυμένος καὶ καθ’ ἑαυτὸν θεωρούμενος. λʹ Εἰ πᾶσα σύνθεσις μοναδικῶς ἐξαγγέλλεται καὶ τὸν ἀριθμὸν
25ἐκβάλλει τῶν συντεθειμένων, δυοῖν ἀνάγκη θάτερον, ἢ ἀσύνθετον εἶναι τὸ ἡμέτερον σῶμα καὶ τὸν ὅλον ἄνθρωπον, ἢ μὴ κατηγορεῖσθαι κατὰ τοῦ σώματος ἢ τοῦ ὅλου ἀνθρώπου κατ’ αὐτοὺς τὸν ἀριθμόν. λεγέτωσαν τοίνυν, εἰ μὴ ἀριθμὸν τῶν συνθέτων ὑποβάλλει τὰ οὕτως ἔχοντα γραφικά, τὸ „ἔθετο τὰ μέλη ἓν ἕκαστον ἐν τῷ σώματι“, καὶ
30„πολλὰ μὲν μέλη, ἓν δὲ σῶμα“, καὶ „ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου“, καὶ „ὤρυξαν χεῖράς μου καὶ πόδασ“, καὶ „ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ“. ἀλλὰ καὶ ἐπὶ συναμφοτέρου τρία ἀριθμεῖ ὁ ἀπό‐
στολος, ψυχὴν καὶ σῶμα καὶ πνεῦμα, καὶ „ἐζυμώθη“ κατὰ τὴν162

163

παραβολὴν τοῦ σωτῆρος „εἰς ἀλεύρου σάτα τρία“, καὶ „δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι, ἅτινά ἐστι τοῦ θεοῦ“, καὶ πάλιν περὶ τῶν αὐτῶν· „ταῦτα δὲ ἀντίκεινται ἀλλήλοισ“. λεγέτωσαν τοίνυν, εἰ μὴ τὸ „ἅτινα“ καὶ „ταῦτα καὶ ἀντίκεινται ἀλλή‐
5λοισ“ ἀριθμοῦ εἰσιν εἴδη. λεγέτωσαν δὲ καί, τίνες οἱ ἐπὶ τῆς κλίνης καὶ τοῦ μύλωνος δύο, ὧν ἡ μία παραλαμβάνεται καὶ ἡ μία ἀφίεται. ἔτι δὲ καί, εἰ μὴ τῷ σωτῆρι δύο νοεῖται ὁ ἄνθρωπος, τὸ σῶμα καὶ ἡ ψυχή, ὧν τὸ μὲν δύνανται ἀποκτεῖναι οἱ ἐπιβουλεύοντες, τὸ δὲ ἀνώτερον τῆς ἐπιβουλῆς τυγχάνει, ἀμφότερα δὲ ἐν γεέννῃ ἀπολλύμενα,
10εἰ τούτου κριθεῖεν ἄξια. ἐὰν γὰρ εἴπωμεν τὴν συνεχῆ τοῦ χρόνου φύσιν πλέον ἡνῶσθαι, ἢ τὰ κατὰ σύνθεσιν εἰς δώδεκα ὥρας ὑπὸ τοῦ κυρίου διαιρεῖσθαι, ἢ πάλιν κατὰ τὸ ὑπ’ αὐτοῦ εἰρημένον ὅλον τὸν νόμον ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς κρεμᾶσθαι, τῇ εἰς τὸν θεὸν καὶ τῇ εἰς τὸν πλησίον ἀγάπῃ, τάχα καὶ αὐτὸς ὁ κύριος μεθ’ ἡμῶν
15τῆς διαιρέσεως τὸ ἔγκλημα οὐκ ἐκφεύξεται, τὴν ἡμέραν εἰς δώδεκα τεμὼν ὥρας καὶ τὸν νόμον εἰς δύο γενικὰς ἐντολάς. καὶ ὅλως τῷ γε φιλοπόνως ἐντυγχάνοντι τῇ τε γραφῇ καὶ τοῖς πατράσι ποικίλην καὶ πολυειδῆ τοῦ ἀριθμοῦ τὴν χρῆσιν εὑρεῖν ἔξεστι κατά τε ἁπλῶν καὶ συνθέτων καὶ ἡνωμένων καὶ διῃρημένων καὶ ὑφεστώτων καὶ
20ἐπινοίᾳ θεωρητῶν καὶ μέχρι τῶν πάντῃ ἀνυποστάτων χωροῦσαν. καὶ τοῦτο δὲ μὴ ἀγνοῶμεν, ὡς λανθάνειν προσποιοῦνται τοὺς ἁπλου‐ στέρους, ὥς τινος οὔσης διαφορᾶς μεταξὺ τοῦ δύο εἰπεῖν καὶ ἄμφω καὶ ἑκατέρας καὶ ἐν ἀμφοῖν καὶ δι’ ἀμφοῖν. ταῦτα δὲ πάντα καὶ τὰ τοιαῦτα ταυτὸν ἀλλήλοις ἐστὶν ἤπερ τι ἕτερον, κἂν τὰ μὲν αὐτῶν
25ἐν τῇ κοινῇ χρήσει, τὰ δὲ παρὰ τοῖς ἐλλογιμωτέροις εὑρίσκηται, ὡς καὶ πολλὰ ἕτερα ταυτὰ ὄντα πολλοῖς δηλοῦται τοῖς τοῦ λόγου μέρεσιν. ὁ γοῦν θεσπέσιος Παῦλος τὴν διάφορον τούτων χρῆσιν καὶ ποικίλλει φάσκων· „ὁ ποιήσας τὰ ἀμφότερα ἕν“, καὶ πάλιν· „ἵνα κτίσῃ τοὺς δύο ἐν αὐτῷ“, καὶ πάλιν· „καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρουσ“,
30ὥστε παντὸς ἀληθέστερον μήτε ἐν τῇ θείᾳ γραφῇ μήτε μὴν ἐν τοῖς πατράσι ταῦτα διάφορον νοῦν ἐμποιεῖν ἐν τῇ διαφόρῳ αὐτῶν σημασίᾳ, ἀλλ’ ἐν ᾧ ἂν ἓν τούτων εὑρίσκηται, ταυτὸν δηλοῦσθαι τῇ ἐκ πάντων
τούτων διαφόρῳ σημασίᾳ. ἡμεῖς δὲ ἐπὶ τοῖς εἰρημένοις τῷ θεῷ163

164

εὐχαριστήσαντες αὐτοῦ που τὸν ἀριθμὸν τῶν ἐπαπορήσεων στήσωμεν. οὐ λογογραφεῖν, ἀφορμὴν δὲ καὶ σπέρμα τοῖς φιλοπονωτέροις καὶ τελειοτέρας ἐπεξεργασίας καταλιπεῖν πάσῃ δυνάμει προεθυμήθημεν. Χρήσεις ἀντιθετικαὶ πρὸς τοὺς λέγοντας κατὰ τῆς ἁγίας δʹ
5συνόδου, ὡς τέταρτον πρόσωπον ἐπεισάγει διὰ τοῦ λέγειν· „περί τε γὰρ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύ‐ ματος ἐκδιδάσκει τὸ τέλειον καὶ τοῦ κυρίου τὴν ἐπανθρώπησιν τοῖς πιστῶς δεχομένοις παρίστησιν“. Ἐκ τοῦ κατὰ Ματθαῖον εὐαγγελίου.
10 Φησὶν ὁ κύριος τοῖς μαθηταῖς· „πορευθέντες μαθητεύ‐ σατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν, καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνοσ“.
15 Καὶ πάλιν· „Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα“, „καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι“. Ἆρα ὡς ἕτερος περὶ ἑτέρου ἔλεγεν ὁ κύριος „καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται“, ἅπαξ εἰπὼν „ἰδοὺ ἀναβαίνομεν;“ ἢ μετὰ τὸ εἰπεῖν „εἰς τὸ ὄνομα τοῦ πατρὸς
20καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματοσ“ τὸ „ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι“ λέγων τέταρτον εἰσάγει πρόσωπον; ἀλλ’ οὐκ ἔστιν εἰπεῖν τοῦτο. Κυρίλλου ἐκ τοῦ βʹ βιβλίου περὶ τῆς ἐν πνεύματι λατρείας.
Λάκκον ἔοικεν ὀνομάζειν—ζωοποιὸν ἔχει τὴν δύναμιν.164

165

Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς Ζαχαρίαν τὸν προφήτην. Δεῖ δὴ οὖν ἄρα τῶν τοιούτων ἀποφοιτᾶν—πνευ‐ ματικῶς εἰς ὁμοψυχίαν. Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὸν Ἡσαΐαν ὑπομνήματος.
5 „Λάβε σεαυτῷ τόμον καινοῦ μεγάλου καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου“. διὰ ποίαν αἰτίαν; —ἀνθρω‐ πίνης καὶ καθ’ ἡμᾶς. Ἐκ τῆς συνοδικῆς ἐπιστολῆς, ἧς ἔγραψαν οἱ ἐν Κωνσταντινου‐ πόλει ρνʹ Δαμάσῳ τῷ Ῥώμης καὶ τῇ κατ’ αὐτὸν συνόδῳ.
10 Μήτε μὴν τὴν Εὐνομιανῶν—λόγον ἀδιάστροφον σώζομεν. Καὶ Τιμόθεος δὲ ὁ Αἴλουρος ὁ τῆς ἀληθείας ἐχθρὸς οὕτως ἐν τῇ γραφείσῃ παρ’ αὐτοῦ ἐπιστολῇ πρὸς Λέοντα τὸν βασιλέα διὰ τοῦ σελεντιαρίου Διομήδους ἔφη·
15 Τριάδα γὰρ οἶδα τελείαν ὁμοούσιον τῇ δόξῃ καὶ τῇ ἀϊδιότητι οὐδὲν ἑαυτῆς πλέον ἢ ἔλαττον ἔχουσαν. τοῦτο γὰρ καὶ ἐπὶ τῆς Νικαέων οἱ μακάριοι πατέρες ἡμῶν τιηʹ ἐδίδαξαν, ὥσπερ ἀμέλει καὶ περὶ τῆς σαρκώσεως αὐτοῦ τοῦ κυρίου
ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ.165

166

Ὅρος τῆς ἐν Χαλκηδόνι ἁγίας συνόδου καὶ ἀπολογία περὶ ὧν τινες τῶν αἱρετικῶν διαβάλλουσι τὸν τοιοῦτον ὅρον. Ἡ ἁγία καὶ μεγάλη καὶ οἰκουμενικὴ σύνοδος— εἰ δὲ μονάζοντες εἶεν ἢ λαϊκοί, ἀναθεματίζεσθαι αὐτούς.
5Ἀπολογία πρὸς τοὺς συκοφαντοῦντας τὴν ἁγίαν σύνοδον. Ἐπειδή τινες ἀποστατοῦσι τῆς ἁγίας καθολικῆς καὶ
ἀποστολικῆς ἐκκλησίας δι’ αἰτίαν, ἥτις αὐτοὺς καὶ πλέον166

167

συνάπτειν ὤφειλεν, οὐ φέροντες ὥσπερ τινὸς ἀναγκαίου μέλους ἐξ ἡμῶν παρασπωμένου, ἡγησάμεθα δεῖν τὰς ἀπὸ τῆς ἁγίας συνόδου τῆς ἐν Χαλκηδόνι τικτομένας αὐτοῖς ὑποψίας ὥσπερ τινὰς ἀτμοὺς τοῦ διαβόλου διαλῦσαι, ἵνα μὴ ταῖς κατὰ τῶν
5ἁγίων πατέρων τῶν ἐν αὐτῇ συνεληλυθότων ψευδολογίαις κατεχόμενοι τῆς πνευματικῆς αὐτῶν μητρὸς ἀποστερηθῶσι, φαμὲν δὴ τῆς κοινῆς ἐκκλησίας. πειρῶνται γὰρ διαβάλλειν τὴν κατὰ θεοῦ γνώμην ἐν Χαλκηδόνι σύνοδον συναθροι‐ σθεῖσαν, οἷα δὴ οὐκ ὀρθῶς ἔχουσαν, ἀλλὰ νεωτέρων δογμάτων
10καινοτομίαν εἰσφέρουσαν, καὶ προφάσει χρώμενοι τοιᾷδε τῆς ἐκκλησίας ἑαυτοὺς ἀφιστῶσιν. οὓς δὴ πειρασόμεθα διδάσκειν, εἴπερ βούλοιντο δέχεσθαι, ὡς οὐκ ἀληθῶς τὰ τοιαῦτα φρο‐ νοῦσιν οὔτε δίκαια ποιοῦντες πρὸς τοιαύτην συκοφαντίαν ἐγείρονται. πᾶσαν τοίνυν συνηγορίαν ἀφέντες ἐκεῖνο μόνον
15καὶ πρῶτόν φαμεν, ὡς ἡ ἁγία σύνοδος ἐκείνη διὰ πάντων συμβαίνουσα δείκνυται τῇ τε ἐν Νικαίᾳ ἁγίᾳ συνόδῳ καὶ τῇ ἐν Κωνσταντινουπόλει ρνʹ ἁγίων πατέρων, ἐν οἷς περὶ τῆς τῶν δογμάτων ἀκριβείας ἠγωνίσαντο καὶ νικῶντες τὸν στέ‐ φανον ἀνεδήσαντο, μετὰ τῆς διανοίας καὶ τῶν ῥημάτων αὐτῶν
20ὡς εἰπεῖν τὴν τάξιν φυλάττουσα. καὶ τούτοις ἀκολουθεῖ καθάπερ νόμοις τισὶν ἀρραγέσι καὶ ἁλίσκεσθαι μὴ δυναμένοις, πόρρω φεύγουσα τὴν Εὐτυχέως μανίαν καὶ τὸ βλάσφημον Νεστορίου στόμα μακρὰν ἑαυτῆς ἀπωθουμένη καὶ κατηγο‐ ροῦσα τῆς τούτου θρασύτητος, ὥσπερ οἱ σοφοὶ ἐκεῖνοι καὶ
25τῆς πίστεως συνήγοροι. ὅτι δὲ οὕτως ἔχει, καὶ τοῦτον οἱ πατέρες ἐκεῖνοι μετὰ τῆς ἀληθείας προείλαντο τὸν ἀγῶνα κοινὸν χαριζόμενοι κέρδος, ἐξ αὐτῆς τῆς ὑποθέσεως ἔξεστι μαθεῖν καὶ σαφῆ τὴν μαρτυρίαν λαμβάνειν. πάντα γὰρ τὰ αὐτῶν συναγαγόντες καὶ παράλληλα θέντες ἐκείνοις προτε‐
30θείκαμεν τοῖς βουλομένοις ὀρθῶς ἐξετάζειν καὶ τὴν ἀλήθειαν167

168

διαγινώσκειν. τοῖς λεγομένοις τοίνυν προσέχοντες ῥᾳδίαν λήψεσθε τὴν ἀπόδειξιν, ὡς οὐδὲ κατὰ μικρὸν ἐκβέβηκε τῆς ὀρθῆς τῶν ἁγίων πατέρων δόξης ἡ ἐν Χαλκηδόνι γενομένη ἁγία σύνοδος.
5Ἔκθεσις περὶ πίστεως τῆς ἁγίας συνόδου τῆς ἐν Χαλκηδόνι συναθροισθείσης τῶν χλʹ ἁγίων πατέρων. Ἑπόμενοι τοίνυν τοῖς ἁγίοις πατράσιν ἕνα καὶ τὸν αὐτὸν ὁμολογεῖν υἱὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν συμφώνως ἅπαντες ἐκδιδάσκομεν.
10 Κυρίλλου ἐκ τῆς πρὸς Σούκενσον ἐπιστολῆς. Ἐδιδάχθημεν παρά τε τῆς θείας γραφῆς καὶ παρὰ τῶν ἁγίων πατέρων ἕνα υἱὸν καὶ Χριστὸν ὁμολογεῖν. Τῆς συνόδου. Τέλειον τὸν αὐτὸν ἐν θεότητι καὶ τέλειον τὸν αὐτὸν ἐν
15ἀνθρωπότητι. Κυρίλλου ἐκ τῆς πρὸς Ἰωάννην ἐπιστολῆς. Τέλειος ἐν θεότητι καὶ τέλειος ὁ αὐτὸς ἐν ἀνθρωπότητι. Κυρίλλου· Ἐδιδάχθημεν—ὁμολογεῖν. Ἡμεῖς γὰρ ἑνώσαντες ταῦτα ἕνα υἱὸν τὸν αὐτόν, ἕνα κύριον
20ὁμολογοῦμεν.
Τέλειος ὁ αὐτὸς ἐν θεότητι καὶ τέλειος ἐν ἀνθρωπότητι.168

169

Τῆς συνόδου. Θεὸν ἀληθῶς καὶ ἄνθρωπον ἀληθῶς τὸν αὐτὸν ἐκ ψυχῆς λογικῆς καὶ σώματος, ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, κατὰ
5πάντα ὅμοιον ἡμῖν χωρὶς ἁμαρτίας, πρὸ αἰώνων μὲν ἐκ τοῦ πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ’ ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς παρθένου καὶ θεοτόκου κατὰ τὴν ἀνθρωπότητα. Κυρίλλου ἐκ τῆς πρὸς Ἰωάννην ἐπιστολῆς.
10 Θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον ἐκ ψυχῆς λογικῆς καὶ σώματος, πρὸ αἰώνων μὲν ἐκ τοῦ πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ’ ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς παρ‐ θένου κατὰ τὴν ἀνθρωπότητα, ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν
15θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα. Τῆς συνόδου. Ἕνα καὶ τὸν αὐτὸν Χριστὸν υἱὸν κύριον μονογενῆ ἐν δύο φύσεσιν ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως, ἀχωρίστως γνωρίζομεν.
20 Κυρίλλου ἐκ τῆς πρὸς Σούκενσον αʹ ἐπιστολῆς. Ἐννοοῦντες τοίνυν, ὡς ἔφην, τὸν τῆς ἐνανθρωπήσεως τρόπον ὁρῶμεν, ὅτι δύο φύσεις συνῆλθον ἀλλήλαις καθ’ Προδιαμαρτύρασθαι δὲ κἀκεῖνο οἶμαι· ὥσπερ γάρ ἐστιν ἐν θεότητι τέλειος ὁ ἐκ θεοῦ πατρὸς λόγος, οὕτω καὶ ἐν ἀνθρωπότητι
25τέλειος κατά γε τὸν τῆς ἀνθρωπότητος λόγον, οὐκ ἄψυχον σῶμα λαβών, ἐψυχωμένον δὲ μᾶλλον ψυχῇ λογικῇ. Καὶ μετ’ ὀλίγα· Θεὸν τέλειον—ἀνθρωπότητα.
Ἐννοοῦντες—οἰκονομικῶς.169

170

ἕνωσιν ἀδιάσπαστον ἀσυγχύτως, ἀτρέπτως. ἡ γὰρ σὰρξ σάρξ ἐστι καὶ οὐ θεότης, εἰ καὶ γέγονε θεοῦ σάρξ. ὁμοίως καὶ ὁ λόγος θεός ἐστι καὶ οὐ σάρξ, εἰ καὶ ἰδίαν ἐποιήσατο τὴν σάρκα οἰκονομικῶς.
5 Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Δύο τὰς φύσεις εἶναί φαμεν, ἕνα δὲ Χριστὸν υἱὸν κύριον τὸν τοῦ λόγου ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον. Τοῦ αὐτοῦ ἐκ τοῦ προσφωνητικοῦ πρὸς Ἀλεξανδρέας περὶ πίστεως λόγου.
10 Ἐγὼ τὸ συγκεκραμένον—ἀσυγχύτως τὰς φύσεις. Τῆς συνόδου. Οὐδαμοῦ τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν Καὶ μετ’ ὀλίγα· Δύο—σεσαρκωμένον.
15 Οὔτε δὲ τὴν σάρκα φαμὲν εἰς θεότητος τραπῆναι φύσιν, οὔτε μὴν εἰς σαρκὸς τὸν ἀπόρρητον τοῦ θεοῦ λόγον παρενεχθῆναι φύσιν· ἄτρεπτος γάρ ἐστι καὶ ἀναλλοίωτος, ὁ αὐτὸς ἀεὶ μένων κατὰ τὰς γραφάς. Οὕτω καὶ ἐπὶ Νεστορίου, κἂν λέγῃ δύο φύσεις τὴν διαφορὰν
20σημαίνων τῆς σαρκὸς καὶ τῆς θεότητος, ἀλλ’ οὐ τὴν ἕνωσιν ὁμολογεῖ μεθ’ ἡμῶν· ἡμεῖς γὰρ ἑνώσαντες ταύτας ἕνα Χριστόν, ἕνα υἱόν, ἕνα κύριον ὁμολογοῦμεν.
Ἐγὼ τὸ συγκεκραμένον—φύσεις.170

171

Κυρίλλου ἐκ τῆς πρὸς Νεστόριον ἐπιστολῆς. Οὐχ ὡς τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν. Τῆς συνόδου.
5 Σωζομένης δὲ μᾶλλον τῆς ἰδιότητος ἑκατέρας φύσεως. Κυρίλλου ἐκ τῆς πρὸς Σούκενσον βʹ ἐπιστολῆς. Εἰ γὰρ καὶ εἷς λέγοιτο παρ’ ἡμῶν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ σεσαρκωμένος καὶ ἐνανθρωπήσας, οὐ πέφυρται διὰ τοῦτο κατὰ τὸ ἐκείνοις δοκοῦν, οὔτε μὴν εἰς τὴν σαρκὸς
10φύσιν μεταπεφοίτηκεν ἡ τοῦ λόγου, ἀλλ’ οὔτε ἡ τῆς σαρκὸς εἰς τὴν αὐτοῦ, ἀλλ’ ἐν ἰδιότητι τῇ κατὰ φύσιν ἑκατέρου μένοντός τε ὁμοῦ καὶ νοουμένου κατά γε τὸν ἀρτίως ἡμῖν ἀποδοθέντα λόγον ἡ ἀπόρρητος καὶ ἄφραστος ἕνωσις μίαν ἡμῖν ἔδειξεν υἱοῦ φύσιν, πλὴν καὶ σεσαρκωμένην.
15 Τῆς συνόδου. Καὶ εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν συντρεχούσης. Κυρίλλου ἐκ τῆς πρὸς Ἰωάννην ἐπιστολῆς. Καὶ ὡς ἐν ἑνὶ προσώπῳ νοούμενος· εἷς γὰρ κύριος Ἰησοῦς Χριστός, κἂν ἡ τῶν φύσεων μὴ ἠγνόηται διαφορά.
20Οὐχ ὡς—ἕνωσιν. Εἰ γὰρ—σεσαρκωμένην.
Καὶ ὡς—διαφορά.171

172

Τῆς συνόδου. Οὐκ εἰς δύο πρόσωπα μεριζόμενον ἢ διαιρούμενον, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν υἱὸν μονογενῆ θεὸν λόγον κύριον Ἰησοῦν Χριστόν.
5 Κυρίλλου ἐκ τῆς πρὸς Σούκενσον ἐπιστολῆς. Καὶ οὐκ εἰς δύο μερισθήσεται διὰ τοῦτο πρόσωπα καὶ υἱούς, ἀλλὰ μεμένηκεν εἷς καὶ ὁ αὐτὸς κύριος Ἰησοῦς Χριστός. Τῆς συνόδου. Καθάπερ ἄνωθεν οἱ προφῆται περὶ αὐτοῦ καὶ αὐτὸς
10ἡμᾶς Ἰησοῦς Χριστὸς ἐξεπαίδευσε καὶ τὸ τῶν πατέρων ἡμῖν παραδέδωκε σύμβολον. Κυρίλλου ἐκ τῆς πρὸς Νεστόριον ἐπιστολῆς. Οὕτως εὑρήσομεν τοὺς ἁγίους πεφρονηκότας πατέρας. Τῆς συνόδου.
15 Τούτων τοίνυν μετὰ πάσης πανταχόθεν ἀκριβείας τε καὶ ἐμμελείας παρ’ ἡμῶν διατυπωθέντων ὥρισεν ἡ ἁγία σύνοδος ἑτέραν πίστιν μηδενὶ ἐξεῖναι προφέρειν ἢ συγγράφειν ἢ συν‐ τιθέναι ἢ φρονεῖν ἢ διδάσκειν ἑτέρως· τοὺς δὲ τολμῶντας συντιθέναι πίστιν ἑτέραν ἤγουν προκομίζειν ἢ διδάσκειν ἢ
20παραδιδόναι ἕτερον σύμβολον τοῖς θέλουσιν ἐπιστρέφειν εἰς ἐπίγνωσιν ἀληθείας ἐξ ἑλληνισμοῦ ἢ ἰουδαϊσμοῦ ἤγουν ἐξ Καὶ οὐκ—Χριστός.
Οὕτως—πατέρας.172

173

αἱρέσεως οἱασδηποτοῦν, τούτους, εἰ μὲν εἶεν ἐπίσκοποι ἢ κληρικοί, ἀλλοτρίους εἶναι τοὺς ἐπισκόπους τῆς ἐπισκοπῆς καὶ τοὺς κληρικοὺς τοῦ κλήρου, εἰ δὲ μονάζοντες ἢ λαϊκοὶ εἶεν, ἀναθεματίζεσθαι αὐτούς.
5 Κυρίλλου ἐν τῇ συνόδῳ. Τούτων τοίνυν ἀναγνωσθέντων ὥρισεν ἡ ἁγία σύνοδος ἑτέραν πίστιν μηδενὶ ἐξεῖναι προφέρειν ἤγουν συγγράφειν ἢ συντιθέναι παρὰ τὴν ὁρισθεῖσαν παρὰ τῶν ἁγίων πατέρων τῶν ἐν τῇ Νικαέων συναχθέντων σὺν ἁγίῳ πνεύματι· τοὺς
10δὲ τολμῶντας ἢ συντιθέναι πίστιν ἑτέραν ἤγουν προκομίζειν ἢ προφέρειν τοῖς θέλουσιν ἐπιστρέφειν εἰς ἐπίγνωσιν ἀληθείας ἢ ἐξ ἑλληνισμοῦ ἢ ἰουδαϊσμοῦ ἤγουν ἐξ αἱρέσεως οἱασδήποτε, τούτους, εἰ μὲν εἶεν ἐπίσκοποι ἢ κληρικοί, ἀλλοτρίους εἶναι τοὺς μὲν ἐπισκόπους τῆς ἐπισκοπῆς καὶ τοὺς κληρικοὺς τοῦ
15κλήρου, εἰ δὲ λαϊκοί, ἀναθεματίζεσθαι αὐτούς. Τούτων τοίνυν οὕτως ἐχόντων καὶ τῶν πραγμάτων οὐχὶ μόνον φωνὴν ἀφιέντων καὶ βοώντων τὸν ἔλεγχον, τίς ἔτι φιλονεικῶν εἰκότα ἂν πράττοι, καὶ διαβάλλων, ἃ διαβολῆς εἰσιν ἰσχυρότερα, καὶ σύνοδον αἰτιώμενος τοῖς μὲν οὐδὲν
20φέρουσιν ὑγιὲς μαχομένην, Νεστορίῳ φαμὲν καὶ Ἀπολιναρίῳ καὶ τοῖς τὰ ἐκείνων φρονοῦσί τε καὶ ἀγαπῶσι, τοῖς δὲ ἀληθέσι καὶ ὀρθοδόξοις φίλην καὶ σύμμαχον Κυρίλλῳ καὶ τοῖς ὁμοίοις αὐτῷ διδασκάλοις, καὶ οὐδαμοῦ τοὺς θείους ὅρους ἐκβαίνουσαν Τούτων τοίνυν ἀναγνωσθέντων—αὐτούς.
25Τῆς συνόδου· Ἑπόμενοι—αὐτούς.173

174

οὐδέ τι νεώτερον ἢ ἴδιον τίκτουσαν, ἀλλὰ τῶν παλαιῶν ἐχο‐ μένην ὥσπερ θεμελίου τινὸς ἀκινήτου. καὶ συντόμως εἰπεῖν τὰ ἐν Χαλκηδόνι πραχθέντα τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν ἁγίοις πατράσι πᾶσαν ἐπιδείκνυται συμφωνίαν· ἐκείνων μὲν
5νομοθετούντων, τῶν δὲ ἐν Χαλκηδόνι τὰ τούτων ἐξηγουμένων καὶ πρὸς ἑρμηνείαν ἀγόντων καὶ κηρυττόντων μίαν εἰδέναι πίστιν καὶ σύμβολον ἓν καὶ μόνον, ὅπερ ἐκεῖνοι παρέδωκαν, καὶ προλάμπειν μὲν ὁρισάντων τῆς ὀρθῆς καὶ ἀμωμήτου πίστεως τὴν ἐκτεθεῖσαν παρὰ τῶν ἁγίων καὶ μακαρίων πα‐
10τέρων τῶν ἐν Νικαίᾳ, καὶ ταύτην μένειν ἀπαρεγχείρητον προσταξάντων, καὶ τούτῳ τῷ παρ’ αὐτῶν ἐκτεθέντι συμβόλῳ παρακελευσαμένων τοὺς ἐκ πλάνης ἢ δόξης ἑτέρας ἐπιστρέ‐ φοντας καὶ σωτηρίας τυχεῖν βουλομένους ὁπλίζεσθαί τε καὶ παιδεύεσθαι. οὐκοῦν κατάδηλον ἐντεῦθεν, ὡς ὁ τῇ συνόδῳ
15ταύτῃ μαχόμενος πρὸς τὴν ἐν Νικαίᾳ τὸν πόλεμον ἔχει. δείκνυται δὲ καὶ τῷ ἁγίῳ Κυρίλλῳ ἀντιτασσόμενος. τοῖς γὰρ ἐκείνου σεμνύνονται λόγοις, ὡς πρόκειται, καὶ διὰ πάντων σύμφωνοι τῇ τε πίστει καὶ τοῖς ῥήμασιν ἐκείνου φαίνονται. Ἐπειδὴ τοίνυν διὰ πάντων ἀπεδείξαμεν τὴν ἐν Χαλκη‐
20δόνι σύνοδον τοῖς τῶν ἁγίων πατέρων δόγμασι συμβαίνουσαν καὶ μηδὲν ἀλλότριον τούτων ἔχουσαν, καταμάθωμεν καὶ ὅσαις καὶ οἵαις αἱρέσεσιν ἀντιμάχεται καὶ ὅσον ἀγῶνα τίθεται τὰ ἀσεβῆ καταλῦσαι δόγματα. σκοπήσωμεν δὲ οὕτως. Τῆς ἁγίας συνόδου.
25 Ἕνα καὶ τὸν αὐτὸν ὁμολογεῖν υἱὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν συμφώνως ἅπαντες ἐκδιδάσκομεν. —Ἐν
τούτοις τὸν Σαμοσατέα Παῦλον καὶ Νεστόριον τοὺς ἀνθρω‐174

175

πολάτρας ἐπιστομίζει τοὺς εἰς υἱῶν δυάδα τολμῶντας αὐτὸν διαιρεῖν καὶ ἄλλον μὲν λέγοντας φύσει τὸν λόγον, ἄλλον δὲ πάλιν υἱὸν χάριτι τὸν Χριστὸν Ἰησοῦν ἑνώσει καὶ συναφείᾳ τῇ πρὸς τὸν κατὰ φύσιν υἱὸν τὴν υἱότητα κεκτημένον, καὶ
5οὐχ ὁμολογοῦντας ἕνα καὶ τὸν αὐτὸν υἱόν, ἄσαρκον μὲν πρὸ τῆς καταβάσεως καὶ ἐνανθρωπήσεως, σεσαρκωμένον δὲ τὸν αὐτὸν μετὰ τὴν δι’ ἡμᾶς κατάβασίν τε καὶ ἐνανθρώπησιν. Τῆς συνόδου. Τέλειον τὸν αὐτὸν ἐν θεότητι καὶ τέλειον τὸν αὐτὸν ἐν
10ἀνθρωπότητι. —„Τέλειον ἐν θεότητι“ εἰποῦσα τὴν Ἀρειανῶν ἀπωθεῖται βλασφημίαν. οὗτοι γὰρ θεὸν μὲν εἶναι λέγουσι τὸν Χριστόν, ἀτελῆ δὲ καὶ ἐλάττονα τοῦ πατρὸς θεὸν αὐτὸν δογματίζουσιν. ἐν δὲ τῷ εἰπεῖν „καὶ τέλειον τὸν αὐτὸν ἐν ἀνθρωπότητι“ οὐ μόνον τὴν Ἀρειανῶν, ἀλλὰ καὶ τὴν Ἀπολι‐
15ναριανῶν διελέγχει ἄνοιαν. ὁ μὲν γὰρ Ἄρειος ἄψυχον παν‐ τελῶς σάρκα ἀνειληφέναι τὸν λόγον ληρῳδεῖ, ὁ δὲ Ἀπολινάριος ἔμψυχον μέν, ἄνουν δέ, ὡς ἀμφοτέρους ἀτελῆ τὴν ἀνθρω‐ πότητα τοῦ κυρίου ἀμαθῶς δογματίζειν. Τῆς συνόδου.
20 Θεὸν ἀληθῶς καὶ ἄνθρωπον ἀληθῶς τὸν αὐτόν. — Ταῦτα διὰ Μάνεντα, ὃς θεὸν μὲν ψιλὸν αὐτὸν ὁμολογεῖ καὶ οὐκ ἄνθρωπον, καὶ διὰ Παῦλον τὸν Σαμοσατέα καὶ Ἀρτεμᾶν, οἵτινες ἀρνοῦνται αὐτοῦ τὴν θεότητα, ψιλὸν ἄνθρωπον αὐτὸν ὁμολογοῦντες.
25Τῆς συνόδου. Ἐκ ψυχῆς λογικῆς καὶ σώματος. —Ἐνταῦθα πάλιν
Ἀπολιναρίῳ πολεμεῖ τῷ λέγοντι μὴ ἐσχηκέναι νοερὰν ψυχὴν175

176

τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἀλλὰ ζωτικὴν μόνον, καὶ διὰ Μάνεντα καὶ Οὐαλεντῖνον τοὺς ἀρνουμένους αὐτοῦ τὴν σάρκωσιν. Τῆς συνόδου.
5 Ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα. —Δι’ Εὐνόμιον καὶ Ἄρειον τοὺς τὸν μονογενῆ λόγον τοῦ πατρὸς κτίσμα καὶ δοῦλον ἀσεβῶς καταγγέλλοντας. Τῆς συνόδου. Ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα. —
10Διὰ Μαρκίωνα καὶ Μάνεντα καὶ Οὐαλεντῖνον καὶ Εὐτυχῆ τοὺς δοκήσει καὶ φαντασίᾳ ψιλῇ λέγοντας αὐτὸν ἄνθρωπον ὀφθῆναι, οὐ μὴν ἀληθείᾳ καὶ κατὰ φύσιν ἀνθρωπίνην ὁμο‐ λογοῦντας ἄνθρωπον αὐτὸν γεγονέναι. Τῆς συνόδου.
15 Πρὸ αἰώνων μὲν ἐκ τοῦ πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα. Διὰ Σίμωνα καὶ Εὐνόμιον καὶ Ἄρειον τοὺς ἀρνουμένους αὐτοῦ τὴν ἐκ πατρὸς πρὸ αἰώνων γέννησιν. Τῆς συνόδου. Ἐπ’ ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι’ ἡμᾶς καὶ
20διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς παρθένου καὶ θεοτόκου κατὰ τὴν ἀνθρωπότητα. —Διὰ Φωτεινὸν καὶ Θεόδωρον καὶ Διόδωρον καὶ Νεστόριον τοὺς λέγοντας αὐτὸν ἄνθρωπον ἐξ ἀρετῆς κατὰ προκοπὴν θεοποιηθέντα, καὶ οὐχὶ θεὸν ἐκ θεοῦ ὄντα καὶ διὰ φιλανθρωπίαν ἀτρέπτως ἄν‐
25θρωπον γεγενημένον.176

177

Τῆς συνόδου. Ἐν δύο φύσεσιν ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως, ἀχω‐ ρίστως γνωριζόμενον, οὐδαμοῦ τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν, σωζομένης δὲ μᾶλλον τῆς ἰδιό‐
5τητος ἑκατέρας φύσεως καὶ εἰς ἓν πρόσωπον καὶ μίαν ὑπό‐ στασιν συντρεχούσης. —Δι’ Ἀστέριον καὶ Ἀπολινάριον καὶ Εὐτυχῆ, οἳ τὰς διαφόρους φύσεις, τοῦ λόγου λέγω καὶ τῆς σαρκὸς αὐτοῦ, μίαν φύσιν ἀποτετελεκέναι φασίν, ἐκστάσας δηλονότι τῆς ἑαυτῶν ἰδιότητος, ὡς κατὰ τὸν ἐκείνων λόγον
10μηκέτι δύνασθαι σώζεσθαι τοῦ Χριστοῦ μήτε τὸ παθητὸν διὰ τὸ ἀπαθὲς αὐτοῦ τῆς θεότητος μήτε τὸ ἀπαθὲς διὰ τὸ παθητὸν αὐτοῦ πάλιν τῆς ἀνθρωπότητος. Ἰστέον ὡς οἱ ἐν Χαλκηδόνι πανταχοῦ τῆς Νεστορίου αἱρέσεως τὴν ἔννοιαν φεύγοντες πρὸ τοῦ „ἐν δύο φύσεσιν“
15εἰπεῖν, ὥσπερ ἀσφαλιζόμενοι τῶν συκοφαντησόντων τὴν δια‐ στροφήν, „ἕνα καὶ τὸν αὐτὸν“ ἔφασαν Χριστὸν υἱὸν μονο‐ γενῆ, καὶ τηνικαῦτα ἐπήγαγον τὸ „ἐν δύο φύσεσιν ἀσυγ‐ χύτως καὶ ἀτρέπτως καὶ μὴν καὶ ἀδιαιρέτως γνωριζόμενον“. Καὶ ἄλλα δέ τινα κατὰ τῆς ἁγίας συνόδου οἱ λεγόμενοι
20ἀκέφαλοι προβάλλονται, καὶ δεῖ καὶ τούτων μνημονεῦσαι. Ἐκ τῶν Λεοντίου σχολίων. Λέγουσιν, ὅτι οὐ δεῖ δέξασθαι τὴν ἐν Χαλκηδόνι σύνοδον, διότι οἱ ἐν αὐτῇ συναχθέντες παλίμβουλοι ἦσαν καὶ ἀλλόκοτοι. οἱ αὐτοὶ γὰρ καὶ ἐν Βυζαντίῳ τὸν Εὐτυχῆ καθεῖλον καὶ ἐν
25Ἐφέσῳ τοῦτον ἐδέξαντο μετὰ Διοσκόρου ἀποβαλλόμενοι Φλα‐
βιανόν, καὶ πάλιν οἱ αὐτοὶ ἐν Χαλκηδόνι Φλαβιανὸν μὲν177

178

ἐδέξαντο, τὸν δὲ Διόσκορον ἀπεβάλοντο. πρὸς τοῦτο λέγομεν, ὅτι οὐ δεῖ λογίζεσθαι τὰ ἀνθρώπινα. πολλοὶ γὰρ πολλάκις τοῦτο φαίνονται πεπονθότες, ἴσως καὶ τῶν δοκούντων. πλὴν εἰ καὶ πέντε ἢ πλείους ἢ καὶ τριάκοντα ἀπὸ τῶν χλʹ ἐφάνησαν
5παλίμβουλοι, ὥς φατε, οὐ διὰ τοῦτο χρὴ ἑξακοσίων ἀνδρῶν σύνοδον ἀποβάλλεσθαι, ὅπου γε οἱ αὐτοὶ καὶ ἐν Ἐφέσῳ συνήδρευσαν μετὰ Διοσκόρου, καὶ οὐ διὰ τούτους ἀποβάλλεσθε τὴν τοιαύτην σύνοδον. Πάλιν λέγουσιν, ὅτι εἰ κατὰ τὴν φωνὴν Ἀνατολίου τοῦ
10Κωνσταντινουπόλεως οὐ διὰ πίστιν καθῃρέθη Διόσκορος, τί μὴ δέχεσθε αὐτόν; καὶ λέγομεν, ὅτι ἐπ’ ἀληθείας οὐ διὰ πίστιν καθῃρέθη. διὰ τοῦτο γὰρ οὐ συνῆλθεν ἐν τῇ συνόδῳ, ἵνα μὴ ζητηθῇ τὰ κατ’ αὐτόν· εἰ δὲ ἀνῆλθε καὶ ζήτησις γέγονε, καὶ ὡς αἱρετικὸς καθῃρεῖτο· καὶ γὰρ ἦν. ἐπειδὴ
15δὲ κληθεὶς ἐκ τρίτου οὐ παρεγένετο καὶ ταύτην ἐποιήσαντο αἰτίαν τῆς καθαιρέσεως αὐτοῦ, τούτου ἕνεκα εἶπεν ὁ Ἀνα‐ τόλιος, ὅτι οὐ διὰ πίστιν καθῃρέθη. Πάλιν λέγουσιν, ὅτι αἱρετικοὺς ἐδέξατο ἡ αὐτὴ σύνοδος καὶ οὐ δεῖ δέξασθαι αὐτήν· φασὶ δὲ περὶ Θεοδωρήτου καὶ
20Ἴβα. καὶ λέγομεν, ὅτι οὐ πρότερον ἐδέξατο αὐτούς, ἕως ἀνεθεμάτισαν Νεστόριον. Ἀλλὰ πάλιν ἀποροῦσιν, ὅτι διὰ τί μὴ ἀπῄτησαν Θεοδώ‐ ρητον ἀναθεματίσαι τὰ ἰδικὰ συγγράμματα τὰ κατὰ Κυρίλλου; καὶ λέγομεν πρὸς τοῦτο, ὅτι οὐκ ἔδει αὐτοὺς τῇ συνόδῳ
25τοῦτο ἐγκαλέσαι, ἀλλὰ τῷ ἁγίῳ Κυρίλλῳ. κοινωνίαν γὰρ ποιήσας πρὸς τοὺς ἀνατολικοὺς καὶ πρὸς αὐτὸν Θεοδώρητον οὐκ ἀπῄτησεν αὐτὸν ἀναθεματίσαι τὰ οἰκεῖα συντάγματα.
ὃ οὖν οὐκ ἐποίησεν ὁ ἅγιος Κύριλλος, ἡ σύνοδος μὴ ποιήσασα178

179

ἐγκαλεῖσθαι οὐκ ὤφειλε. καίτοι ὃ οὐκ ἐποίησεν ἐκεῖνος, ἐποίησεν αὕτη ἀπαιτήσασα αὐτὸν ἀναθεματίσαι Νεστόριον. εἰ δὲ καὶ θῶμεν, ὅτι αἱρετικοὶ ἦσαν, οὐδὲ οὕτως ἡ σύνοδος διὰ τούτους ἀπόβλητος. ἰδοὺ γὰρ καὶ ἡ ἐν Νικαίᾳ ἐδέξατο
5ἑπτὰ αἱρετικοὺς καὶ πρὸ τούτου Ἀρειανοὺς καὶ μετὰ ταῦτα ἐπιμείναντας τῇ αἱρέσει, καὶ οὐ διὰ τοῦτο λέγεται ἡ σύνοδος τῶν τιαʹ, ἀλλὰ τῶν τιηʹ. ὅπου γε καὶ Ἰουβενάλιος ὁ Ἱερο‐ σολύμων καὶ ἄλλοι ἱκανοὶ ἐπίσκοποι εἰς τὴν ἐν Ἐφέσῳ σύνοδον εὑρεθέντες μετὰ Διοσκόρου εὑρέθησαν ἐν Χαλκηδόνι,
10καὶ οὐ διὰ τοῦτο ἀποβάλλονται ἐκεῖνοι τὴν σύνοδον ἐκείνην, ἀλλὰ καὶ ἀσπάζονται.
12tΚεφάλαιον ΚΕʹ.
12Κατὰ Ὠριγένους προΰπαρξιν δογματίσαντος καὶ ἀπο‐ κατάστασιν, καὶ ἀσώματον μὲν πρὸ τῆς παραβάσεως τὸν ἄνθρωπον διδάξαντος εἶναι, μετὰ δὲ τὴν ἔκπτωσιν
15λέγοντος αὐτῷ γενέσθαι τοὺς δερματίνους χιτῶνας, τὴν σάρκα ταύτην νοεῖσθαι τούτους διαβεβαιουμένου, καὶ λέγοντος οἷόν τινα δεσμὸν καὶ φυλακὴν καὶ τάφον τὸ σῶμα εἶναι τῇ ψυχῇ καὶ μηδὲ ἀνίστασθαι τοῦτο ὁμολογοῦντος, ἀλλὰ καὶ πρόσκαιρον εἶναι τὴν
20 κόλασιν διισχυριζομένου. Τοῦ ἁγίου Μεθοδίου ἐπισκόπου καὶ μάρτυρος ἐκ τῶν παρὰ Ἐπιφανίου τοῦ τρισμάκαρος ἐν τῷ βʹ βιβλίῳ τῶν παναρίων κατὰ Ὠριγένους γραφέντων.
Ἄτοπον δὲ κακεῖνο—διὰ τοῦτο οὐκ ἀναστήσεται.179

180

Καὶ μετ’ ὀλίγα· Προηπόρηται δὲ ἤδη—χιτῶνας μετὰ τὸ ἐκπεσεῖν. Θεοφίλου Ἀλεξανδρείας ἐκ τῆς ιϛʹ ἑορταστικῆς, ἧς ἡ ἀρχή· Χριστὸν Ἰησοῦν τὸν κύριον τῆς δόξης πάλιν
5 εὐλογήσωμεν. Οἰχέσθωσαν τοίνυν οἱ παράφρονες, μᾶλλον δὲ „καταβή‐ τωσαν εἰς ᾅδου ζῶντεσ“, ὡς ἡ ψαλμῳδία φησί, καὶ τὸν προστάτην ἑαυτῶν τῆς ἀσεβείας ἐκεῖσε κατιόντα θεώμενοι ἀναβοάτωσαν· „καὶ σὺ ἑάλως, ὥσπερ καὶ ἡμεῖς, ἐν ἡμῖν δὲ
10κατελογίσθης, κατέβη εἰς ᾅδου ἡ δόξα σου“, καὶ τὰ ἑξῆς. οὗτος γὰρ ποιμὴν δυσγενῶν μαθητῶν γενόμενος Χριστὸν μὲν ἀτιμάζειν ἁπανταχοῦ πεφρόντικε, πολὺ δὲ τιμῆσαι τὸν διάβολον τετόλμηκε, τοῦτον μὲν φάμενος πάσης ἁμαρτίας ἐλευθερούμενον ἐπὶ τὴν ἀρχαίαν ἀναδραμεῖσθαι τιμήν,
15Χριστοῦ δὲ παύσεσθαι τὴν βασιλείαν καὶ τοῦτον ὑπὸ θεοῦ διαβόλῳ συμβασιλευθήσεσθαί ποτε ἀποφηνάμενος τὸν Ἰησοῦν. ἐπὶ τούτῳ πλέον ἢ τοῖς Ἰουδαίοις ὁ προφήτης εἴποι· „ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει
κύριος, ὅτι δύο καὶ πονηρὰ πεποίηκεν“ Ὠριγένης, Χριστὸν180

181

μὲν τὴν οἰκείαν ποτὲ βασιλείαν ἀπολέσειν ἰσχυριζόμενος, διάβολον δὲ ἐλευθερούμενον ἐπὶ τὴν ἀρχαίαν ἀναβήσεσθαι τιμὴν ψευσάμενος. τοῦτον γὰρ ἑαυτῷ τὸν βαθὺν τῆς ἀσεβείας λάκκον ὀρύξας οὐ δυνάμενον ὕδωρ συνέχειν, ἰσότιμον τῷ
5υἱῷ κατὰ τοῦτο τὸν διάβολον πεποίηκεν ἀλλάξας τὴν δόξαν τοῦ μονογενοῦς καὶ τοῦτον ἅμα διαβόλῳ συμβασιλευθησό‐ μενόν ποτε παρὰ θεοῦ φρονήσας. ἀλλ’ οὐχ ἕξει τέλος ἡ Χριστοῦ βασιλεία, καθάπερ αὐτὸς μαρτυρῶν τοῖς μαθηταῖς ἔλεγεν· „ὑμεῖς οἱ διαμεμενηκότες μετ’ ἐμοῦ ἐν τοῖς πειρασμοῖς
10μου, κἀγὼ διατίθεμαι ὑμῖν διαθήκην αἰώνιον, ἵνα ἐσθίητε καὶ πίνητε διαπαντὸς ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου“. πῶς γὰρ τὸ „διαπαντὸσ“ χώραν ἕξει, εἰ μὴ διαπαντὸς ἡ βασιλεία τούτου διαμένει, οὐδεπώποτε ἐπὶ τὸ μὴ βασι‐ λεύειν ἰοῦσα;
15 Καὶ μεθ’ ἕτερα· Παῦλος μὲν οὖν διαρρήδην βοᾷ· „παρ‐ έδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάσ“. καὶ γραφὰς ὀνομάζει, τῇ τούτων μαρτυρίᾳ καὶ τὴν ἀμφιβολίαν λύων καὶ τὸ βέβαιον τοῦ δόγματος εἰσηγούμενος. Ὠριγένης
20δὲ ἀμαρτύρῳ λόγῳ βιάζεται τὴν ἀλήθειαν, ἀφωτίστῳ λύχνῳ θηρᾶν αὐτὴν λογιζόμενος, καὶ φιλοδαίμων μᾶλλον ἢ φιλό‐ χριστος τυγχάνων συχναῖς συκοφαντίαις ἀναίδην νεανιεύεται, ἀνασταυρῶν ἑαυτῷ τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζων, οὐ δεδιώς, οἷον ἄτοπον καὶ φρικῶδες ἀσεβείας βάθος ἀκο‐
25λουθεῖ τῷ τοιούτῳ λόγῳ. ὥρα γὰρ αὐτὸν λέγειν, ὅτι καὶ
δαίμοσιν ὁ σωτὴρ ὑπὲρ αὐτῶν σταυρούμενος λέξει· „λάβετε,181

182

φάγετε, τοῦτό μού ἐστι τὸ σῶμα“, καὶ „λάβετε, πίετε, τοῦτό ἐστι τὸ αἷμά μου“. εἰ γὰρ καὶ ὑπὲρ δαιμόνων σταυροῦται, καθάπερ ὁ καινολόγος νενόμικε, τίς ἡ ἀποκλήρωσις, μόνους ἀνθρώπους μετέχειν τοῦ σώματος αὐτοῦ καὶ τοῦ αἵματος
5καὶ μὴ καὶ δαίμονας, εἴ γε κατὰ τὸν ἀπαίδευτον ἐκεῖνον καὶ ὑπὲρ τούτων σταυροῦται; ἀλλ’ οὐ δαίμονες ἀκούσονται· „λάβετε, φάγετε“, καὶ „λάβετε, πίετε“, οὐδ’ αὐτὸς ὁ σωτὴρ τὸ οἰκεῖον καταλύσει πρόσταγμα τοῖς μαθηταῖς εἰρηκώς· „μὴ δῶτε τὸ ἅγιον τοῖς κυσί, μηδὲ βάλητε τοὺς μαργαρίτας
10ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς τοῖς ποσὶν αὐτῶν καὶ στραφέντες ῥήξωσιν ὑμᾶσ“. ὥσπερ καὶ ὁ ἀπόστολος γράφει· „οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι· οὐ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης κυρίου μετέχειν
15καὶ τραπέζης δαιμονίων“, οὕτως ἀδύνατον δαίμονας ποτήριον κυρίου πίνειν ἢ τραπέζης κυρίου μετέχειν. Καὶ μετ’ ὀλίγα· Ἀλλὰ κἂν Ὠριγένης μὴ βούληται, Χριστὸς ὁ κύριος ἡμῶν καὶ τὸν θάνατον καὶ τὸν ἔχοντα τὸ κράτος τούτου κατήργησε διάβολον, ἀθάνατον ἡμῖν τὸ
20κατ’ αὐτοῦ φυλάττων ἐν οὐρανοῖς τρόπαιον, οὐκ εἰς τὸ μὴ ὂν φέρων τὰ σώματα, ἀλλὰ τὸν θάνατον καὶ τὴν φθορὰν εἰς τὸ μὴ ὂν μετὰ τὴν τῶν σωμάτων ἀνάστασιν ἀναλύειν παρασκευάζων. ὅθεν καὶ δικαίως πανηγυρίζομεν θανάτου καὶ φθορᾶς λυτρούμενοι.
25 Καὶ μεθ’ ἕτερα· Οὐδὲ τῆς μακαρίας Ἄννης τὴν αἴτησιν κακίζομεν σπέρμα λαβεῖν ἱκετευούσης ἀνδρός. οὐ γὰρ παι‐
δοποιΐας ἐρῶσα ψυχὴν ἐν οὐρανῷ διαιτωμένην προσαμαρτεῖν182

183

ηὔχετο, ἵνα τῆς οἰκείας ἐπιθυμίας πληρουμένην ἴδῃ τὴν δύναμιν. οὐδὲ Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ ἐπευχόμενος καὶ λέγων· „κύριος ὁ θεὸς ὑμῶν ἐπλήθυνεν ὑμᾶς, καὶ ἰδού ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει· κύριος
5ὁ θεὸς τῶν πατέρων ὑμῶν προσθείη ὑμῖν, ὥς ἐστε χιλιο‐ πλασίως, καὶ εὐλογήσαι ὑμᾶς, καθότι ἐλάλησε“, τοσαύτας ψυχὰς ἁμαρτάνειν ἠβούλετο, ἵνα χιλιοπλάσιοι γένωνται. Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ τοῦ εἰς τὸ κατὰ Ἰωάννην ὑπο‐ μνήματος εἰς τὸ „ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε,
10ἵνα μὴ χεῖρόν τί σοι γένηται“. „Ἴδε ὑγιὴς γέγονασ“—φύσει τῶν πεπλημμελημένων. Τοῦ αὐτοῦ ἐκ τοῦ ὑπομνήματος τῆς βʹ πρὸς Κορινθίους ἐπιστολῆς ὁμιλίας ιʹ. Οὐκ ἔστι καθάπερ ἐνταῦθα—τὰ διὰ τοῦ σώματος,
15πρὸς ἃ ἔπραξε. Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ παρθενείας καὶ μετανοίας λόγου. Μὴ τοίνυν ἀπατήσωμεν ἑαυτούς. δεδόσθω γάρ, ὅτι ὅλην τὴν ζωὴν ἡμῶν ἡδυπαθείαις προσαναλίσκομεν, τί πρὸς τοὺς ἀτελευτήτους ἐκείνους αἰῶνας; ἐνταῦθα καὶ τὰ ἀγαθὰ
20καὶ τὰ κακὰ τέλος ἔχει, ἐκεῖ δὲ ἀτελεύτητοι αἱ κολάσεις.183

184

ἐνταῦθα, ἐὰν καῇ τὸ σῶμα, ἐξέρχεται ἡ ψυχή, ἐκεῖ δὲ ἀφθάρ‐ του ἐγειρομένου τοῦ σώματος ἀεὶ ἡ ψυχὴ καὶ διαπαντὸς καίεται σὺν αὐτῷ καὶ οὐ τελευτᾷ. ἐγείρονται γὰρ καὶ οἱ ἁμαρτωλοὶ ἄφθαρτοι, οὐχ ἵνα τιμηθῶσιν, ἀλλ’ ἵνα ἀθάνατα
5βασανισθῶσιν. Τοῦ αὐτοῦ εἰς τὸ ῥητὸν τοῦ εὐαγγελίου τὸ „ὅτε παρεγένετο ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην“, περὶ τῶν ἐνταῦθα κολαζομένων καὶ μὴ κολαζομένων. Οὔτε πάντας ἐνταῦθα ἀπαιτεῖ—κριτήριον φοβερόν.
10Τοῦ αὐτοῦ εἰς τὸ „ὁ λόγος σὰρξ ἐγένετο“. Ὦ μακάριοι καὶ τρισμακάριοι—αἰῶνας τῶν αἰώνων, ἀμήν. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τὸν σταυρὸν καὶ εἰς τὸν λῃστήν.
Ὥσπερ ἀστραπῆς γενομένης οὐ—„εἰς ὃν ἐξεκέντησαν“.184

185

Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Θεόδωρον ἐπιστολῆς περὶ κρίσεως. Πόρνος, μοιχός, μαλακός—τῆς μετανοίας δυνάμει. Καὶ μετ’ ὀλίγα· Οὐκ ἔνι ἐκεῖ νὺξ οὐδὲ συνδρομῇ κηρύττεται
5νεφελῶν—οἱ καταξιωθέντες εἴσονται μόνοι. Καὶ μετ’ ὀλίγα· Ταῦτα ἐννόει δι’ ὅλου καὶ τὸν ποταμὸν τοῦ πυρός· „ποταμὸσ“ γὰρ „πυρὸς εἷλκε πρὸ προσώπου αὐτοῦ“. οὐκ ἔστιν ἐκείνῳ παραδοθέντας τῷ πυρὶ προσδοκῆσαι κολάσεως τέλος. ἀλλ’ αἱ μὲν ἄτοποι τοῦ βίου ἡδοναὶ τῶν σκιῶν καὶ ὀνειράτων δια‐
10φέρουσιν οὐδέν· πρινὴ γὰρ τελευθῆναι τὰ τῆς ἁμαρτίας σβέννυται τὰ τῆς ἡδονῆς, αἱ δὲ ὑπὲρ τούτων κολάσεις πέρας οὐκ ἔχουσιν. Καὶ μεθ’ ἕτερα· Ἐπιστρέψωμεν οὖν, ὦ φίλη κεφαλή— „μεταξὺ ἡμῶν καὶ ὑμῶν“. Καὶ μετ’ ὀλίγα· Ποῦ νῦν ἀπέπτη ἐκεῖνα ἅπαντα—καθ‐
15εστηκώς· τί τῶν ὀνειράτων ἄμεινον τὰ ἐνταῦθα διάκειται;185

186

Καὶ μετ’ ὀλίγα· Πλὴν εἰ βούλει—τῶν μελλόντων κατάστασιν. Καὶ μετ’ ὀλίγα· Εἰ γὰρ μὴ ποταμὸς εἵλκετο—ἐπὶ τὸ πῦρ ... Ἀμφιλοχίου Ἰκονίου ἐκ τοῦ εἰς τὸ „οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν.“
5 Εἰ γὰρ ἐν τῷ αἰῶνι τούτῳ ἁμαρτήσας ἅπαξ ἢ δεύτερον ἐπὶ ὀκτὼ καὶ τριάκοντα ἔτη παραδέδοτο τῇ νόσῳ, τίς ἀμφι‐ βάλλει, ὅτι ἀθάνατα κολάζονται οἱ ὁλόκληρον αὐτῶν τὸν βίον ἐν ταῖς ἡδοναῖς ἀναλώσαντες; Κυρίλλου Ἀλεξανδρείας ἐκ τοῦ ὑπομνήματος τοῦ εἰς τὸν
10 εʹ ψαλμόν. Καὶ γὰρ ἀμελούμενα μείζονα γίνεται τῶν ἁμαρτημάτων τὰ τραύματα, καὶ οὐ μέχρι τραυμάτων ἵσταται τὰ τῆς νόσου
καὶ τῆς ἀρρωστίας, ἀλλὰ καὶ θάνατον τίκτει τὸν ἀθάνατον.186

187

Ἐπιμαρτυρείτω δὲ τούτοις καὶ τοὺς τῶν ἱερῶν διδα‐ σκάλων βεβαιούτω λόγους αὐτὸς ὁ κύριος ἡμῶν καὶ θεὸς διά τε τοῦ προφήτου Δανιὴλ διά τε τῶν εὐαγγελικῶν φωνῶν, αἰώνιον εἶναι ὥσπερ τῶν δικαίων τὴν τρυφὴν καὶ
5τὴν τῶν ἀγαθῶν ἀπόλαυσιν, οὕτω καὶ τῶν ἁμαρτωλῶν τὴν κόλασιν ἐκδιδάσκων καὶ τῶν πρόσκαιρον ταύτην λεγόντων ἀποφράττων τὰ χείλη. Φησὶ γοῦν διὰ μὲν τοῦ προφήτου Δανιὴλ οὕτως· „Καὶ πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἐξεγερ‐
10θήσονται, οὗτοι εἰς ζωὴν αἰώνιον καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον“. Διὰ δὲ τῶν ἁγίων εὐαγγελίων οὕτως· „Ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἄγγελοι μετ’ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου
15δόξης αὐτοῦ καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφορίσει αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· δεῦτε οἱ εὐλογημένοι
20τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βα‐ σιλείαν ἀπὸ καταβολῆς κόσμου. ἐπείνασα γάρ, καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα, καὶ ἐποτίσατέ με“, καὶ τὰ ἑξῆς. „τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηρα‐ μένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ
25καὶ τοῖς ἀγγέλοις αὐτοῦ“.187

188

Καὶ μετὰ βραχέα· „Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον“. Ἡσαΐου προφήτου. „Καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων
5τῶν παραβεβηκότων ἐν ἐμοί· ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί“. Τοῦ ἁγίου Βασιλείου ἐκ τῶν ἀσκητικῶν, κεφάλαιον σμαʹ. Ἐρώτησις· Εἰ ὁ μὲν δαρήσεται πολλάς—διαφορᾷ
10τῆς κολάσεως γίνεται. Κεφάλαιον Κϛʹ. Ὅτι ἐπὶ πάντων τῶν γενητῶν τὸ ἓν λόγῳ μόνον ἐστὶ θεωρητὸν καὶ οὐδὲ ὑφίστανται τὰ κοινὰ καὶ καθόλου λεγόμενα, μόνῃ δὲ τῇ θείᾳ καὶ ὑπερανεχούσῃ οὐσίᾳ
15πεφύλακται κυρίως τὸ ἓν πράγματι καὶ ἀληθεί. Ἰστέον ὅτι ἐφ’ ἡμῶν μὲν καὶ ἐπὶ πάντων τῶν ὑπὸ
γένεσιν ὄντων ἡ κοινότης λόγῳ καὶ ἐπινοίᾳ θεωρεῖται, τὸ188

189

δὲ διῃρημένον πράγματι· ἐπὶ δὲ τῆς θεότητος τὸ ἀνάπαλιν. ἐκεῖ μὲν οὖν πράγματι τὸ ἓν εὑρίσκεται διά τε τὸ συναΐδιον καὶ τὸ ταυτὸν 〈τῆς οὐσίας καὶ〉 τῆς ἐνεργείας καὶ τοῦ θελήματος καὶ τῆς ἀγαθότητος, ἐπινοίᾳ δὲ τὸ διῃρημένον·
5ἐν μόναις γὰρ ταῖς ἰδιότησι τῆς τε πατρότητος καὶ υἱότητος καὶ τῆς ἐκπορεύσεως θεωρεῖται καὶ κατὰ τὸ αἴτιον καὶ τὸ αἰτιατὸν καὶ τὸ τὸν μὲν εἶναι ἀγέννητον, τὸν δὲ γεν‐ νητόν, τὸν δὲ ἐκπορευτόν, ἐν τούτοις καὶ μόνοις ἡ διαφορά. οὔτε γὰρ τοπικὴν διάστασιν ὥσπερ ἐφ’ ἡμῶν δυνάμεθα
10ἐπὶ τῆς θεότητος κατηγορεῖν τῆς ἀπεριγράπτου, οὔτε θελή‐ ματος διαφορὰν ἢ δυνάμεως ἢ γνώμης, ἅπερ τὴν πραγμα‐ τικὴν ἐν ἡμῖν γεννῶσι πρὸς ἀλλήλους διαίρεσιν. καλῶς οὖν τῷ θεολόγῳ εἴρηται Γρηγορίῳ, ὅτιπερ„ οὐ φθάνω τὸ ἓν νοῆσαι καὶ τοῖς τρισὶ περιλάμπομαι, οὐ φθάνω τὰ
15τρία διελεῖν καὶ εἰς τὸ ἓν ἀναφέρομαι· ὅταν ἕν τι τῶν τριῶν φαντασθῶ, τοῦτο νομίζω τὸ πᾶν“. καὶ ἄλλως δὲ τοῦτο σκοπητέον ἐπὶ τῆς ἁγίας τριάδος· τρεῖς μὲν τὰς ὑποστάσεις γινώσκομεν, μίαν δὲ τὴν οὐσίαν καὶ τὴν θεό‐ τητα. ἀλλ’ οὐκ ἐπινοίᾳ τὸ ἓν τῆς θεότητος καὶ τῆς οὐσίας
20θεωροῦμεν, ὥσπερ ἀμέλει ἐφ’ ἡμῶν τὸ ἓν τῆς οὐσίας καὶ τῆς ἀνθρωπότητος ἤγουν τὴν κοινότητα γινώσκομεν, ἀλλ’ ἐπὶ τῆς θεότητος πράγματι καὶ ἀληθείᾳ ὑπάρχειν τὸ ἓν ἐπιστάμεθα, διότι οὐκ ἦν ποτε, ὅτε οὐκ ἦν ἐν ταῖς παρ’ ἡμῶν πιστευομέναις τρισὶν ὑποστάσεσιν ἡ μία θεότης, οὔτε
25αὔξησιν ἢ μείωσιν πώποτε ἐδέξατο ἢ δέξεται. ἐφ’ ἡμῶν189

190

δὲ τοὐναντίον ἅπαν. ἦν γάρ ποτε, ὅτε οὐκ ἦν ἐν Πέτρῳ τυχὸν καὶ Παύλῳ καὶ Ἰωάννῃ ἡ κοινὴ φύσις, ἀλλ’ ἐν ἑτέρῳ ἢ ἑτέροις, καὶ ἔσται πάλιν ἐν ἄλλοις, καὶ ἦν ποτε, ὅτε ἐν οὐδενὶ ἦν. πῶς γοῦν οὐκ ἐπινοίᾳ μόνῃ θεωρηθή‐
5σεται ἡ κτιστὴ καὶ γενητὴ φύσις, ἡ καθόλου φημὶ καὶ κοινὴ ἐκ μὴ ὄντων τε γενομένη καὶ ἐξ ἑτέρου εἰς ἕτερον μεταβαίνουσα; ὧν οὐδὲν ἐπὶ τῆς ἀληθοῦς καὶ ἀγενήτου καὶ ἀκτίστου καὶ ἀναλλοιώτου ἔστιν ἐννοῆσαι θεότητος. καλῶς οὖν εἴρηται, ὅτι ὅπερ ἐφ’ ἡμῶν τῇ ἐπινοίᾳ θεωρεῖται,
10τὸ ἓν λέγω καὶ ἡ κοινότης, ἐκεῖ κυρίως καὶ πράγματι καὶ ἀληθείᾳ γνωρίζεται, καὶ πάλιν ὃ ἐφ’ ἡμῶν πράγματι θεωρεῖται, τουτέστιν ὁ μερισμὸς καὶ ἡ διαίρεσις, ἐκεῖ ἐπινοίᾳ εὑρίσκεται μόνῃ, καθὼς ἀνωτέρω προλέλεκται. Μαρτυρίαι περὶ τούτου.
15Βασιλείου ἐκ τῶν πρὸς Ἀμφιλόχιον κατὰ τῶν λεγόντων μὴ συναριθμεῖσθαι πατρὶ καὶ υἱῷ τὸ ἅγιον πνεῦμα, ἀλλ’ ὑπαριθμεῖσθαι. Ἆρα τοῦτο νοοῦσι τὴν ὑπαρίθμησιν—εἰς τὰ ὑπο‐ κείμενα διαιρεῖσθαι.
20 Ἰστέον ὅτι οὕτως δοξάζουσιν οἱ τὰς μερικὰς λέγοντες οὐσίας. Τοῦ αὐτοῦ πρὸς Γρηγόριον τὸν ἀδελφὸν περὶ οὐσίας καὶ ὑποστάσεως.
Ὁ γὰρ ἄνθρωπον εἰπὼν—πρᾶγμα μὴ σημανθῆναι.190

191

Γρηγορίου τοῦ θεολόγου ἐκ τοῦ εἰς τὸ πνεῦμα τὸ ἅγιον λόγου. Ὅταν μὲν οὖν πρὸς τὴν θεότητα ἀποβλέψωμεν— πρὸς τὸ ἄκρον καλὸν ἐγγύτητι. Καὶ μετὰ βραχέα, δι’ ὧν τὴν αἰσχρότητα τῶν παρ’ Ἕλλησι
5θεῶν στηλιτεύει καὶ τὴν πρὸς ἀλλήλους ἐναντιότητα, φησὶν οὕτως· Τὸ δὲ ἡμέτερον οὐ τοιοῦτον—ἡμεῖς κατειλήφαμεν. Ἀναστασίου Ἀντιοχείας ἐκ τοῦ κατὰ τοῦ διαιτητοῦ. Εἰ γάρ τι σῶμα μὴ ἐννοῆσαι δυνατὸν ἄνευ τοῦ καὶ τόπον αὐτῷ συνεπινοῆσαι κατάλληλον καὶ τὰ ἄλλα, ὧν ἐκτὸς
10οὐχ ὑφέστηκε (καίτοι γε οὐκ ἐν αὐτῷ ἔχει τῷ τόπῳ τὴν οὐσιώδη σύστασιν τὸ σῶμα), πῶς οὐκ ἀδυνατώτερον πολλῷ, τῶν ἀτόμων χωρὶς φύσιν τινὰ ὡς εἶδος ἐπινοῆσαι καθ’ ἑαυτὴν ἀνύπαρκτον καὶ ἀνεπινόητον. Κεφάλαιον ΚΖʹ.
15Τί τὸ ἐνυπόστατον καὶ τὸ ἀνυπόστατον καὶ τί ὑπό‐ στασις, καὶ ὅτι διττὸν ἕκαστον τούτων, καὶ πῶς δεῖ ἀπαντᾶν τοῖς ἐρωτῶσιν, εἰ ἔστι φύσις ἀνυπόστατος καὶ εἰ ἔστι φύσις ἀπρόσωπος. τὰ ὅμοια ἐν τῷ καʹ κεφαλαίῳ εὑρήσεις.
20Ἐκ τῶν σχολίων Λεοντίου. Ἰστέον ὅτι τὸ ἐνυπόστατον διττόν ἐστι. σημαίνει γὰρ
τὸ ἁπλῶς ὄν, καθ’ ὃ σημαινόμενον οὐ μόνον τὴν οὐσίαν,191

192

ἣν αὐθύπαρκτόν τε καὶ αὐθυπόστατον οἱ περὶ ταῦτα δεινοὶ ὑπογράφουσιν, ἐνυπόστατον καλοῦμεν δι’ αὐτὸ τοῦτο τὸ εἶναι ἁπλῶς καὶ ὑφεστάναι, ἀλλὰ καὶ τὰ συμβεβηκότα ἐνυπόστατα λέγομεν, κἂν ἐν ἑτέρῳ ἔχωσι τὸ εἶναι, τουτέστιν ἐν τῇ οὐσίᾳ,
5καί εἰσιν κυριώτερον εἰπεῖν ἑτεροϋπόστατα. σημαίνει δὲ πάλιν καὶ τὸ καθ’ ἑαυτὸ ὄν, τουτέστιν ἰδιοσυστάτως, καθ’ ὃ σημαι‐ νόμενον καὶ τὰ ἄτομα ἐνυπόστατα λέγονται, τουτέστιν ὁ Πέτρος ἢ ὁ Ἰωάννης, ἅπερ κυρίως οὐκ ἐνυπόστατα, ἀλλ’ ὑποστάσεις μᾶλλόν εἰσί τε καὶ γνωρίζονται.
10 Ἀλλὰ καὶ τὸ ἀνυπόστατον διττῶς εὑρίσκομεν λεγόμενον. λέγεται γὰρ ἀνυπόστατον καὶ τὸ μηδαμῇ μηδαμῶς ὄν, ὡς τραγέλαφος καὶ ἱπποκένταυρος. λέγεται πάλιν ἀνυπόστατον οὐ τὸ μηδαμῇ μηδαμῶς ὄν, ἀλλὰ τὸ ἐν ἑτέρῳ ἔχον τὴν ὑπόστασιν, ὥσπερ εἰσὶ τὰ συμβεβηκότα. διότι εἰ καὶ ὑφεστή‐
15κασιν ἐν ταῖς οὐσίαις, ἀλλ’ ἐπειδὴ καθ’ ἑαυτὰ μὴ ὑφεστάναι λέγεται, καὶ κατὰ τοῦτο τὸ σημαινόμενον ἀνυπόστατα. Τὸν ὅμοιον δὲ τρόπον καὶ ἡ ὑπόστασις κατὰ δύο σημαι‐ νομένων φέρεται. σημαίνει γὰρ καὶ τὸ ἁπλῶς ἐν ὑπάρξει ὄν, ὅτε μάλιστα τῶν χαρακτηριστικῶν ἰδιωμάτων ἐστέρηται.
20σημαίνει καὶ τὸ πρόσωπον τὸ καθ’ ἑαυτὸ ὑφεστός. ὅθεν ὁ ἅγιος Κύριλλος ποτὲ μὲν ἐπὶ τοῦ ἁπλῶς ὄντος τῷ ὀνόματι τῆς ὑποστάσεως χρησάμενός φησιν, ὅτι δὴ „ἀσύγχυτοι μεμενή‐ κασιν αἱ ὑποστάσεισ“, περὶ τῶν οὐσιῶν λέγων, καὶ πάλιν, ὅτι „πραγμάτων αὐτῶν ἤγουν ὑποστάσεων γέγονε σύνοδοσ“,
25καὶ „εἴ τις ἐπὶ τοῦ ἑνὸς Χριστοῦ διαιρεῖ τὰς ὑποστάσεισ“,
καὶ ἕτερα τοιαῦτα περὶ τῶν οὐσιῶν λέγων. ἀλλὰ καὶ ὁ192

193

ἅγιος Ἀθανάσιος ἐν τῇ πρὸς τοὺς Ἄφρους ἐπιστολῇ φησιν· „ἡ δὲ ὑπόστασις οὐσία ἐστι καὶ οὐδὲν ἄλλο σημαινόμενον ἔχει ἢ αὐτὸ τὸ ὄν“. ποτὲ δὲ πάλιν ὁ αὐτὸς Κύριλλος ἐπὶ τοῦ καθ’ ἑαυτὸ ἰδιοσυστάτως ὑφεστῶτος προσώπου τὴν
5ὑπόστασιν λαμβάνων ἔφασκεν· „εἴ τις προσώποις δυσὶν ἤγουν ὑποστάσεσι τὰς ἐν εὐαγγελίοις ἀπονέμει φωνάς, ἀνάθεμα ἔστω“. Δεῖ οὖν ἡμᾶς γινώσκοντας, ὡς τῶν ὁμωνύμων τυγχάνει τό τε ἐνυπόστατον καὶ τὸ ἀνυπόστατον καὶ μὴν καὶ ἡ ὑπό‐
10στασις καὶ διάφορα ἔχουσι τὰ σημαινόμενα, πρότερον ἐν ταῖς περὶ τούτων διαλέξεσιν ἐπερωτᾶν, περὶ ποίου σημαινομένου ὁ λόγος ἐστὶ τῷ συζητοῦντι, καὶ οὕτως τὰς ἀπολογίας ποιεῖσθαι. Κυρίλλου ἐκ τῶν πρὸς Ἑρμείαν. Τὸ γάρ τοι μὴ ὑφεστὸς ἐν ἴσῳ τῷ μηδενί, μᾶλλον δὲ
15παντελῶς οὐδέν. Ἐκ τῶν συνηγοριῶν Εὐλογίου Ἀλεξανδρείας. Ἤκουσά τινος αὐτῶν γενναίως οἰομένου διαλέγεσθαι, ὅτι οὐκ ἔστι φύσις ἀπρόσωπος, ἀλλὰ παρέπεται τῇ φύσει καὶ πρόσωπον. εἰ οὖν δύο φύσεις, πάντως καὶ δύο πρόσωπα.
20πῶς οὐκ ἄν τις τοὺς τὰ τοιαῦτα προβαλλομένους ἐλεήσειεν, οἳ σαφῶς οὕτω προσπταίουσι καὶ Νεστορίῳ προσποιούμενοι πολεμεῖν τοῖς αὐτοῦ προβλήμασι κέχρηνται καὶ τὴν ἐκείνου
νόσον τό γε ἐπ’ αὐτοῖς ἀσφαλίζονται· εἰ γὰρ οὐκ ἔστι φύσις193

194

ἀπρόσωπος, ἀλλὰ παρέπεται τῇ φύσει καὶ πρόσωπον, φασὶ δὲ ἐκ δύο φύσεων τὴν ἀπόρρητον ἕνωσιν ἐν Χριστῷ γεγο‐ νέναι, ἄρα ἐκ δύο προσώπων κατ’ αὐτοὺς ὁ Ἐμμανουήλ, καὶ ἀνέῳκται λοιπὸν τοῖς βλασφημοῦσι παρρησία δύο πρόσωπα
5λέγειν ἐν Χριστῷ, ὅπερ μανίας ἀνάμεστον. οὐ γὰρ ἂν Πέτρον ἢ Παῦλον εἴ τις ἑνώσειεν, μίαν ὑπόστασιν καὶ ἓν πρόσωπον εἴποι. αἱ γὰρ ὑποστάσεις, ὅ ἐστι πρόσωπα, τὴν κατ’ οὐσίαν καὶ σχέσιν ἕνωσιν ἐπιδέχονται, οὐ τὴν ἐνυπόστατον καὶ ἓν πρόσωπον ἀποτελοῦσαν. κατ’ οὐσίαν μὲν οὖν αἱ ὑποστάσεις
10ἑνοῦνται, ὡς ἐπὶ τῆς ἁγίας τριάδος· τρεῖς γὰρ ὑποστάσεις μιᾶς οὐσίας ὑπάρχουσιν. ἡ δὲ κατὰ σχέσιν ἕνωσις κατὰ πολλοὺς νοεῖται τρόπους· ἐν ὁμωνυμίᾳ, ἐν ἰσοτιμίᾳ, ἐν ταυτο‐ βουλίᾳ, καὶ ὅσα τούτοις παραπλήσια. ὁμωνυμίᾳ μέν, ὡς Ἰούδας ὁ Ἰακώβου καὶ Ἰούδας ὁ Ἰσκαριώτης· ἰσοτιμίᾳ δὲ
15καὶ ταυτοβουλίᾳ, ὡς Πέτρος καὶ Ἰωάννης· ἑκάτερος γὰρ ἀπόστολος, καὶ αὔξειν ἠβούλοντο τὸ κήρυγμα τοῦ Χριστοῦ. ὃ οὖν ἔφθην εἰπών, αἱ δύο ὑποστάσεις ἤγουν πρόσωπα ἑνούμενα οὐδέποτε μίαν ἀποτελοῦσιν ὑπόστασιν καὶ ἓν πρόσ‐ ωπον. εἰ οὖν ἐκ δύο φύσεων ὁ Ἐμμανουήλ, ἡ δὲ φύσις
20πρόσωπόν ἐστι κατ’ αὐτούς, ἔσται ἄρα καὶ ἐκ δύο προσώπων, ἅπερ οὐκ ἐπιδέχονται τὴν ἐνυπόστατον ἕνωσιν. καὶ οὕτω κατὰ τὸν αὐτῶν διεφθαρμένον λόγον τὸ τῆς ἀθέου διαιρέσεως δόγμα χώραν εὑρήσει, καὶ Κύριλλος ἐκβληθήσεται πάλαι κατὰ Νεστορίου τοιαῦτα βοῶν· „ὀνήσει δὲ κατ’ οὐδένα τρόπον
25τὸν ὀρθὸν περὶ τῆς πίστεως λόγον εἰς τὸ οὕτως ἔχειν, κἂν εἰ προσώπων ἕνωσιν ἐπιφημίζωσί τινες. ἀλλ’ οὐχ οὕτως οὔτε ἡ ἀλήθεια ἀπαιτεῖ, οὔτε ἡμεῖς ἀνεξόμεθα, ἀλλὰ τὴν
ἀκλινῆ καὶ μέσην ὁδὸν βαδιούμεθα, τοὺς μὲν δυάδα προσ‐194

195

ώπων εἰσάγοντας ἀναθεματίζοντες, τὴν δὲ ἀλήθειαν τῶν ἐν Χριστῷ οὐσιῶν ὁμολογοῦντεσ“. Ἀλλ’ ἴσως ἐξ ἀπορίας διαστρέφειν πειρώμενοι τὴν τοιαύτην πεποίηνται πρότασιν. ἡμῶν γὰρ ἐνυποστάτως ἡνωμένας δύο
5φύσεις λεγόντων ἐθελοκωφοῦσι καὶ περιξύοντες τῆς ὁμολογίας ἡμῶν τὸ ἐνυποστάτως ἡνωμένας, προβλήματι κέχρηνται καθ’ ἡμῶν τῆς ἡμετέρας ὁμολογίας ἀπᾴδοντι καί φασιν· οὐκ ἔστι φύσις ἀπρόσωπος. τί τοίνυν αὐτοῖς τὸ σοφὸν τοῦτο βούλεται πρόβλημα; εἰ μέν, ὅτι οὐ δυνατὸν τὰς φύσεις ἄλλως ἢ ἐν προσ‐
10ώποις θεωρεῖσθαι, τούτοις πᾶς τις καὶ τῶν μικρὰ εἰδότων συνομολογήσειε. τίς γὰρ ἀγνοεῖ, ὅτι καθόλου ἐν τοῖς κατὰ μέρος προσώποις, ὅπερ ταῖς χαρακτηριστικαῖς ὑποστάσεσι θεωρεῖται, οἷον ἡ τῆς θεότητος φύσις ἐν πατρί, ἐν υἱῷ, ἐν ἁγίῳ πνεύματι, ὁμοίως ἡ ἀγγελικὴ φύσις ἐν Μιχαήλ,
15ἐν Γαβριὴλ καὶ τοῖς λοιποῖς, καὶ ἡ τῆς ἀνθρωπότητος φύσις ἐν τοῖς καθ’ ἕκαστον γνωρίζεται προσώποις; εἰ δὲ τοῦτο βούλονται κατασκευάζειν, ὅτι πάσῃ φύσει ἰδιάζον παρέπεται πρόσωπον, ἐπὶ τῶν μὴ καθ’ ὑπόστασιν ἡνωμένων φύσεων, ὅ ἐστιν οὐσιῶν, καὶ τοῦτον ὀρθῶς ἔχειν ἡγοῦμαι τὸν λόγον,
20ἐπὶ δὲ τῶν ἐν συνθέσει καὶ ἐνυποστάτως ἡνωμένων πόρρω τῆς ἀληθείας καθέστηκεν. ἔστι γὰρ ὅτε διάφοροι φύσεις συνερχόμεναι κατὰ τὴν ἀδιαίρετον ἕνωσιν ἓν πρόσωπον καὶ μίαν ἀποτελοῦσιν ὑπόστασιν, οἷον τὰ τέσσαρα στοιχεῖα διά‐ φοροι ὑπάρχουσιν οὐσίαι, ἀλλ’ ὅμως ἓν ἀποτελοῦσι σῶμα
25τοῦδε τυχὸν τοῦ ξύλου ἢ λίθου τοῦ ἐν ἰδιότητι θεωρουμένου, ὅπερ ἐστὶν ὑπόστασις. ἀλλ’ ἐπείπερ τὸ παράδειγμα κρᾶσιν
δοκεῖ πως ἐμφαίνειν καὶ σύγχυσιν, ληπτέον ἡμῖν τὸ κατὰ195

196

τὸν ἄνθρωπον παράδειγμα τὸν ἐν μιᾷ ὑποστάσει. ἐν ἑκάστῳ γὰρ ἡμῶν ἡ οὐσία τῆς ψυχῆς ἑτέρα ἐστὶν ὡς πρὸς τὴν οὐσίαν τοῦ σώματος, ἀλλ’ ὅμως αἱ δύο οὐσίαι συνελθοῦσαι ἐν τοῖς καθέκαστον ἓν πρόσωπον ἀποτελοῦσι, φέρε εἰπεῖν
5Ἰωάννου ἢ Παύλου ἢ ἄλλου τινός, μείνασαι δύο. οὔτε γὰρ ἡ ψυχὴ σὰρξ ἐγένετο οὔτε μὴν ἡ σὰρξ ψυχὴ γέγονε. μάρτυς δὲ τούτου Παῦλος ὁ κῆρυξ τῆς ἀληθείας φάσκων· ὁ ἔσω ἄνθρωπος καὶ ὁ ἔξω, ἵνα τὸ διάφορον σημαίνῃ τῶν οὐσιῶν. τούτῳ κατ’ ἴχνος ἑπόμενος Ἰωάννης ὁ τῆς Κων‐
10σταντινουπόλεως ἐπίσκοπος καὶ πάσης ἐκκλησίας διδάσκαλος τοιαῦτα γράφει ἐν τῷ ἐπιγεγραμμένῳ λόγῳ εἰς τὴν ἀσάφειαν τῆς παλαιᾶς διαθήκης· „διπλοῦν γὰρ τοῦτο τὸ ζῷον ὁ ἄνθρω‐ πος ἐκ δύο συγκείμενον οὐσιῶν, τῆς μὲν αἰσθητῆς, τῆς δὲ νοητῆς, ψυχῆς λέγω καὶ σώματος, καὶ ἐν οὐρανῷ καὶ ἐν
15γῇ συγγένειαν ἔχον· διὰ γὰρ τῆς νοητῆς οὐσίας κοινωνεῖ ταῖς ἄνω δυνάμεσι, διὰ δὲ τῆς αἰσθητῆς τοῖς ἐπὶ γῆς συνῆπται πράγμασι, σύνδεσμος ὢν ἀκριβὴς ἑκατέρας τῆς κτίσεωσ“. οὕτως οὖν ἐν Χριστῷ τῶν δύο οὐσιῶν γέγονεν ἕνωσις εἰς μίαν ὑπόστασιν καὶ ἓν πρόσωπον, εἰ καὶ ἀμυδρῶς
20διὰ τῶν παραδειγμάτων ἀποδέδεικται. πᾶσαν γὰρ ἕνωσιν ἡ ἐν Χριστῷ οἰκονομία ὡς ἀληθῶς ὑπεραίρουσα τὴν ἀνθρω‐ πίνην διαδιδράσκει κατάληψιν. Ἀλλὰ πάλιν τοῖς αὐτοῖς ἐμφιλοχωροῦσι νοσήμασιν, ὗς κατὰ τὸν λόγον τῷ βορβόρῳ ἐγκυλιόμενος. τὰ αὐτὰ γὰρ
25πάλιν διαφόρως προβάλλονται. φασὶ γάρ· οὐκ ἔστιν οὐσία ἀνυπόστατος· πῶς οὖν οὐκ ἐν δύο ὑποστάσεσι ῥητέον, εἴπερ ἄρα δύο οὐσίας φατέ; ὁρᾶτε τῶν κομψῶν τούτων τὴν ἄγνοιαν;
τὴν γὰρ αὐτὴν ἡμῖν ἀνοήτως εἰσήγαγον πρότασιν, τὰ ὀνόματα196

197

πάλιν ὑπαλλάξαντες. τίς γὰρ διαφορὰ οὐσίας καὶ φύσεως; τίς δὲ προσώπου πρὸς τὴν ἐν χαρακτῆρι ὑπόστασιν; ὅθεν ὁ αὐτὸς ἡμῖν καὶ ἐπὶ τοῦ παρόντος ἀρκέσει λόγος. εἴποιμι γὰρ ἂν πρὸς αὐτούς· καὶ ἐμὲ τὸν ἐκ ψυχῆς καὶ σώματος
5ἐν ἰδιώμασι χαρακτηριστικοῖς θεωρούμενον ἄνθρωπον πολλὰς ὑποστάσεις καὶ πολλοὺς ἀνθρώπους δοκεῖτε ποιεῖν. οὐ γὰρ δὴ τοσοῦτον ἠλίθιοι πεφύκατε, ὥστε ἀγνοεῖν ἑτέραν μὲν εἶναι κατ’ οὐσίαν τὴν ψυχὴν πρὸς τὸ σῶμα, ἕτερον δὲ τὸ σῶμα τὸν περὶ τῆς οὐσίας λόγον ἐπέχειν. εἰ δὲ ἑκάστη οὐσία
10καθ’ ὑμᾶς ἰδικὴν ὑπόστασιν χαρακτηριστικὴν ἀναδέχεται, κενά μοι τὰ τῆς ἑνώσεως, καὶ ὁ εἷς γέγονα δύο, ἵνα ὑμῖν δόξῃ καὶ τοῖς ματαίοις σκινδαλάμοις. εἰ δὲ ἐγὼ ἐκ δύο οὐσιῶν διαφόρων συγκείμενος οὔκ εἰμι δύο ἄνθρωποι, ἀλλὰ καὶ τὰς δύο ἔχω οὐσίας τῆς ψυχῆς καὶ τοῦ σώματος
15καὶ ἐν ὑποστάσει μιᾷ θεωροῦμαι, τίς ἀνάγκη καὶ ἐπὶ Χριστοῦ τὰς δύο οὐσίας ὁμολογοῦντα δύο φάναι καὶ ἰδικὰς ὑπο‐ στάσεις; αὐτοῦ μὲν γὰρ τῇ φύσει τὰ θεῖα, αὐτοῦ δὲ διὰ τὴν ἐνυπόστατον ἕνωσιν καὶ τὰ ἀνθρώπινα· οὐ γὰρ ἐν ἑτέρῳ, ἀλλ’ ἐν αὐτῷ ἡ ἰδικὴ αὐτοῦ ὑπέστη σάρξ, ὡς προείρηται.
20τὸ κοινὸν γὰρ ἔχουσα τῆς ἀνθρωπίνης οὐσίας, τουτέστι τὸ εἶναι σὰρξ ἐψυχωμένη ψυχῇ λογικῇ, ἐν μόνῳ τῷ θεῷ λόγῳ ἔσχε τὰ ἰδικά, τουτέστι τὸ εἶναι τοῦ θεοῦ λόγου καὶ οὐχ ἑτέρου σάρξ. πῶς οὖν ἑτέρα ὑπόστασις ἡ μηδόλως καθ’ ἑαυτὴν ὑποστᾶσα;
25 Ἄλλως τε μηδὲ τοῦτο ἀγνοείτωσαν, ὅτι ἀντὶ οὐσίας ἡ ὑπόστασις τοῖς ἁγίοις πατράσι πολλάκις νενόηται, ὡς καὶ Κυρίλλῳ δοκεῖ ἐν γὰρ τῷ τρίτῳ ἀναθεματισμῷ φησιν·
„εἴ τις ἐπὶ τοῦ ἑνὸς Χριστοῦ διαιρεῖ τὰς ὑποστάσεις μετὰ197

198

τὴν ἕνωσιν“. τὸ γὰρ ὑφεστηκὸς ἐνταῦθα δηλοῖ ἡ ὑπόστασις· οὐ γὰρ ἂν ὁ θεοφόρος ἐπὶ τοῦ ἑνὸς Χριστοῦ ὑποστάσεις ὠνόμαζεν ὁ ταῖς Νεστορίου βλασφημίαις ἀεὶ πολεμῶν, εἰ μὴ ἀντὶ οὐσιῶν αὐτὰς ἐδέχετο. ὁμοίως καὶ ὁ ἅγιος Ἀθανάσιος
5ἐν τῇ πρὸς Ἄφρους ἐπιστολῇ φησιν· „ἡ δὲ ὑπόστασις οὐσία ἐστὶ καὶ οὐδὲν ἄλλο σημαινόμενον ἔχει, ἢ αὐτὸ τὸ ὄν“. ὅπερ ὁ Ἱερεμίας ὕπαρξιν ὀνομάζει λέγων· „καὶ οὐκ ἤκουσαν φωνὴν ὑπάρξεωσ“. ἡ γὰρ ὑπόστασις καὶ ἡ οὐσία ὕπαρξίς ἐστιν· ἔστι γὰρ καὶ ὑπάρχει. εἰ οὖν τις ἐνυποστάτους κατὰ
10τοῦτον τὸν λόγον εἴποι τὰς οὐσίας, ὅ ἐστιν ὑπαρχούσας, οὐδὲ ἡμεῖς ἀρνηθείημεν. ἡ γὰρ ὑπόστασις πρὸς τὴν οὐσίαν τῷ εἶναι μέν τι οὐ διαφέρει, ἀλλὰ τῷ τὴν μὲν κοινῶς εἶναι, φημὶ δὴ τὴν οὐσίαν, τὴν δὲ ὑπόστασιν ἰδικῶς, ὅταν μετὰ τῶν καθόλου καὶ ἰδικόν τι ἔχοι. οὐ κατὰ τοῦτο οὖν φαμεν
15τὴν ἡμετέραν ἐν Χριστῷ οὐσίαν ἐνυπόστατον εἶναι, οἷον ὑπόστασιν καθ’ ἑαυτὴν χαρακτηριστικὴν καὶ πρόσωπον οὖσαν, ἀλλὰ καθὸ ὑφέστηκέ τε καὶ ἔστιν. ἐνίοτε γὰρ τὸ ὑφεστη‐ κέναι δηλοῖ ἡ ὑπόστασις, ὅ ἐστιν οὐσία, ὡς ἀποδέδεικται, ὅταν τῶν χαρακτηριστικῶν ἰδιωμάτων καὶ περὶ πρόσωπον
20θεωρουμένων ἐστέρηται. Κεφάλαιον ΚΗʹ. Περὶ τῆς κατ’ ἐπίνοιαν θεωρίας καὶ τοῦ δυνάμει καὶ ἐνεργείᾳ καὶ περὶ ἕξεως καὶ στερήσεως. Ἐκ τῶν Λεοντίου μοναχοῦ τοῦ Βυζαντίου.
25Τὴν ἐπίνοιαν οἱ πατέρες καὶ ὁ ἀληθὴς λόγος διττὴν
εἶναι ἀπεφήναντο. ἡ μὲν γὰρ οἱονεὶ ἐπίνοιά τις καὶ ἐπεν‐198

199

θύμησίς ἐστι, τὴν ὁλοσχερῆ τῶν πραγμάτων καὶ ἀδιάρθρωτον ἐξαπλοῦσά τε καὶ διασαφοῦσα θεωρίαν καὶ γνῶσιν, ὡς τὸ αἰσθήσει δόξαν εἶναι ἁπλοῦν τῇ πολυπραγμοσύνῃ τοῦ νοῦ πολύμερές τε καὶ ποικίλον ἀναφαίνεσθαι. ἡ δὲ ἀνάπλασμα
5διανοίας τυγχάνει κατὰ συμπλοκὴν αἰσθήσεώς τε καὶ φαν‐ τασίας, ἐκ τῶν ὄντων τὰ μηδαμῶς ὄντα συντιθεῖσα καὶ εἶναι δοξάζουσα. τοιαύτη δέ ἐστιν ἡ τῶν ἱπποκενταύρων καὶ σειρήνων μυθοπλαστία. τῶν γὰρ ὅλων τὰ μέρη λαμβάνουσα καὶ ἐκ μερῶν ἄλλο τι συντιθεῖσα κατὰ πολλὴν ἐξουσίαν τε
10καὶ εὐκολίαν, τὰ μηδαμῶς ἐν ὑποστάσει καὶ οὐσίᾳ θεωρού‐ μενα ἐν τῇ διανοίᾳ καὶ τοῖς λόγοις ἀνέπλασεν, εἶτα καὶ ταῖς ὕλαις διαμορφουμένη ἀνειδωλοποίησεν. Βασιλείου πρὸς Ἀμφιλόχιον. Καὶ ἁπαξαπλῶς πάντα τὰ αἰσθήσει γνώριμα καὶ ἁπλᾶ
15μὲν εἶναι τῷ ὑποκειμένῳ δοκοῦντα, ποικίλον δὲ λόγον κατὰ τὴν θεωρίαν ἐπιδεχόμενα ἐπινοίᾳ θεωρητὰ λέγεται. Ἐπειδὴ δὲ ἀκούοντες οἱ τῇ ὀρθῇ μαχόμενοι δόξῃ τοῦ ἁγίου Κυρίλλου λέγοντος, ὅτιπερ „ἐν ψιλαῖς διελόντες ἐπινοίαις καὶ ὡς ἐν ἰσχναῖς θεωρίαις ἤτοι νοῦ φαντασίαις
20τὴν διαφορὰν δεξάμενοι οὐκ ἀνὰ μέρος τίθεμεν τὰς φύσεις οὔτε μὴν διαμπὰξ διατομῆς δύναμιν ἐφίεμεν αὐταῖσ“, εἶτα καὶ τοῦ ἁγίου Γρηγορίου λέγοντος· „ἡνίκα αἱ φύσεις διΐστανται ταῖς ἐπινοίαις, συνδιαιρεῖται καὶ τὰ ὀνόματα“,
ἐκεῖνοι τὴν ἔννοιαν διαστρέφοντες τῶν διδασκάλων οὐκέτι199

200

τὴν διαίρεσιν λέγουσι κατ’ ἐπίνοιαν, ἀλλ’ αὐτὰς τὰς φύσεις μόνῃ ἐπινοίᾳ ψιλῇ θεωρεῖσθαι διϊσχυρίζονται, ἐρωτητέον αὐτούς, τί βούλεται αὐτοῖς ἡ ἐπίνοια σκοπεῖν, ὅτε μετὰ τὴν ἕνωσιν τὰ ἐξ ὧν ὁ Χριστὸς θεωρεῖν δοκοῦσιν, ὥς
5φασιν; ὄντα πράγματα ἐν τῷ Χριστῷ καὶ ὑποκείμενα θεωρίᾳ, ἢ μὴ ὄντα μηδὲ ὑποκείμενα; ἀληθῆ καὶ ὑφεστῶτα, ἢ ἀναπλάσματα διανοίας; εἰ μὲν οὖν ἀληθῆ καὶ ὑφεστῶτα πράγματα καὶ ὑποκείμενα ἡ ἐπίνοια θεωρεῖ ἐν τῷ Χριστῷ, δύο πάντως τὰ ὑποκείμενα καὶ μετὰ τὴν ἕνωσιν. εἰ δὲ
10μὴ ἀληθῆ μηδὲ ὄντα ἡ ἐπίνοια ἀναπλάττει καὶ θεωρεῖ, μάτην καὶ τὸ ἐκ δύο ὑποκρίνονται καὶ ψιλαῖς ἐπινοίαις τὴν ἕνωσιν δογματίζουσι μηδὲν ἔχουσαν ὑποκείμενον. εἰ γὰρ ἔχει τι ὑποκείμενον ἡ θεωρία καὶ μὴ ψιλός ἐστιν ἀναπλασμὸς ἡ ἕνωσις, ἀλλὰ πραγμάτων ὑφεστώτων, πάντως
15που καὶ μετὰ τὴν ἕνωσιν θεωρεῖσθαι τὰ ἑνωθέντα οὐκ ἂν ἀρνηθεῖεν, εἰ μήπω ἀφανισμὸς καὶ σύγχυσις ἢ μετα‐ βολὴ ἢ ἀλλοίωσις ἢ τροπὴ μετὰ τὴν ἕνωσιν παρηκολού‐ θησεν. ἐπειδὴ δὲ καὶ διαφορὰν δοκοῦσιν ὁμολογεῖν, γινω‐ σκέτωσαν, ὡς προϋποκειμένων τῶν φύσεων αἱ διαφοραὶ
20προσεπινοοῦνται. Οὕτω γὰρ καὶ Κύριλλος ὁ θειότατος ἐν τῷ αʹ βιβλίῳ τοῦ θησαυροῦ κεφαλαίῳ βʹ ἐδίδαξεν εἰπών· Εἰ πᾶσα διαφορὰ περὶ τὰς οὐσίας—αἱ διαφοραὶ προσεπινοοῦνται.
25Τοῦ αὐτοῦ ἐκ τοῦ αʹ βιβλίου τοῦ θησαυροῦ κεφαλαίου ιεʹ.
Εἰ κτίσμα ἐστὶν ὁ υἱός—ἢ διὰ τὸν χρόνον.200

201

Ἐξήγησις περὶ τοῦ δυνάμει καὶ ἐνεργείᾳ. Ἐκ τῶν σχολίων Ἡλίου. Μεταξὺ τοῦ μηδαμῇ μηδαμῶς καὶ τοῦ ἐνεργείᾳ ὄντος ἐστίν, ὅπερ δυνάμει λέγεται, ὅπερ πῇ μέν ἐστι, πῇ δὲ οὐκ
5ἔστιν, οἷον ὡς ἐπὶ τοῦ σπέρματος τοῦ ἀνθρώπου· τοῦτο γὰρ πῇ μέν ἐστιν ἄνθρωπος, πῇ δὲ οὐκ ἔστι· δυνάμει μὲν γὰρ ἄνθρωπός ἐστι, καθὸ δύναται ἀποτελέσαι ἄνθρωπον, ἐνεργείᾳ δὲ οὐκ ἔστιν ἄνθρωπος, ἀλλὰ σπέρμα ἀνθρώπου. ὡς ἐπὶ τοῦ κόκκου τοῦ σίτου· τοῦτο γὰρ πῇ μὲν στάχυς ἐστί, πῇ
10δὲ οὐκ ἔστι· δυνάμει μὲν γὰρ στάχυς ἐστί, καθὸ ἀποτελεῖ στάχυν σπειρόμενος, ἐνεργείᾳ δὲ οὐκ ἔστι στάχυς, ἀλλὰ σῖτος. καὶ τὸ χλιαρὸν ἐνεργείᾳ μὲν οὔτε ψυχρὸν οὔτε θερμόν ἐστι, δυνάμει δὲ ναί, καθὸ δύναται γενέσθαι ψυχρὸν μὲν ψυχόμενον, θερμὸν δὲ θερμαινόμενον. καὶ πάλιν τὸ παιδίον ἐνεργείᾳ
15μὲν οὔτε ἀρετὴν λέγεται ἔχειν οὔτε κακίαν, δυνάμει δὲ ναί, καθὸ δύναται ἔχειν. Διττὸν δέ ἐστι τὸ δυνάμει· τὸ μὲν γὰρ κατ’ ἐπιτηδειό‐ τητά ἐστι, τὸ δὲ καθ’ ἕξιν. καὶ κατ’ ἐπιτηδειότητα μέν ἐστιν, ὡς ὅταν εἴπωμεν τὸ παιδίον δυνάμει γραμματικὸν εἶναι,
20καθὸ ἔχει ἐπιτηδειότητα πρὸς τὸ γενέσθαι γραμματικόν, καθ’ ἕξιν δέ, ὡς ὅταν εἴπωμεν τὸν ἠρεμοῦντα γραμματικὸν δυνάμει γραμματικὸν εἶναι, καθό, εἰ καὶ γινώσκει τοὺς λόγους, οὐ κέχρηται αὐτοῖς. Καὶ τὸ ἐνεργείᾳ δὲ διττόν ἐστι· τὸ μὲν γάρ ἐστι καθ’
25ἕξιν, τὸ δὲ κατὰ προχείρησιν. καὶ καθ’ ἕξιν μέν ἐστιν, ὡς ὅταν εἴπωμεν τὸν ἠρεμοῦντα καὶ μὴ ἐξηγούμενον γραμμα‐
τικὸν ἐνεργείᾳ γραμματικὸν εἶναι, καθό, εἰ καὶ ἠρεμεῖ καὶ201

202

οὐκ ἐξηγεῖται, ἀλλ’ οὖν ἕξει ἔχει τοὺς λόγους τῆς γραμ‐ ματικῆς. τοῦτο δὲ ταυτόν ἐστι τῷ καθ’ ἕξιν δυνάμει, ἀλλὰ κατὰ τὴν φωνὴν διαφέρει, καθὸ τὸ μὲν δυνάμει λέγεται, τὸ δὲ ἐνεργείᾳ. κατὰ προχείρησιν δέ ἐστιν, ὡς ὅταν εἴπωμεν
5τὸν ἐξηγούμενον γραμματικὸν ἐνεργείᾳ γραμματικὸν εἶναι, καθὸ ἐν προχείρῳ ἔχει τὰ τῆς γραμματικῆς θεωρήματα. Ἄλλως περὶ τοῦ δυνάμει. Ἐκ τῶν Στεφάνου φιλοσόφου. Δύναμις λέγεται καὶ τὸ πρῶτον σημαινόμενον τὸ κατ’
10ἐπιτηδειότητα ὂν καὶ φύσιν, ὥσπερ λέγομεν τὸ παιδίον γραμ‐ ματικὸν εἶναι, τουτέστι δύναμιν ἔχειν ἐπὶ γραμματικὴν ἐλθεῖν. δύναμις λέγεται καὶ τὸ δεύτερον σημαινόμενον τὸ καθ’ ἕξιν· τρίτον τὸ κατὰ τὴν δραστικὴν ποιότητα· τέταρτον τὸ κατὰ τὴν παθητικήν· πέμπτον τὸ τοῦ καλοῦ καὶ εὖ ἔχοντος
15ἀποδοτικόν, ὡς λέγομεν, ὅτι καλῶς βαδίζει καὶ εὖ τρέχει· ἕκτον τὸ σπανίως γινόμενον, ὡς τὸ διανήξασθαι τὸ πέλαγος. Πάλιν περὶ τοῦ δυνάμει καὶ ἐνεργείᾳ. Ἰστέον ὅτι ἡ ἐνέργεια δυνάμεώς ἐστιν ἀποτέλεσμα, καὶ ὅτι τὴν ἐνέργειαν δύναμις πάντως προβάλλεται. τὸ δὲ τῆς
20δυνάμεως ὄνομα πολύσημόν ἐστι καὶ τῶν ὁμωνύμων ὑπάρχει ἡ δύναμις. δύναμιν γάρ φαμεν ποτὲ μὲν τὴν ἰσχὺν καὶ οἷον ῥώμην εἴτε νοῦ εἴτε σώματος, ὥσπερ ἐπὶ τῶν ἀγγέλων εἴρηται· „δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ“, καὶ
πάλιν περὶ σωματικῆς ἰσχύος· „καὶ περιέζωσάς με δύναμιν202

203

εἰς πόλεμον“, καὶ αὖθις· „καταισχυνθείησαν ἀπὸ πάσης δυναστείας αὐτῶν, καὶ ἡ ἰσχὺς αὐτῶν συντριβείη“, ποτὲ δὲ τὴν φυσικὴν ἕξιν ἢ ἐπιτηδειότητα, ἐξ ὧν αἱ κατ’ αὐτὰς προΐασιν ἐνέργειαι, ὡς ὅταν λέγωμεν θερμαντικὴν δύναμιν
5κεκτῆσθαι τὸ πῦρ ἢ φωτιστικὴν τὸν ἥλιον. δύναμίν τέ φαμεν τὸ παιδίον ἔχειν γραμματικῆς ἤ τινος ἑτέρας ἐπιστήμης μεταλαβεῖν, τουτέστιν ἐπιτηδειότητα, καθ’ ἣν τῶν ἐπιστημῶν μεταλαμβάνειν δυνάμεθα, ἣ τοῖς ἄλλοις ζῴοις οὐ μέτεστιν. ὡσαύτως δύναμις λέγεται καὶ ἡ στρατιὰ ἤγουν τὸ τῶν στρα‐
10τευμάτων πλῆθος, ὡς „πᾶσα ἡ δύναμις τῶν Χαλδαίων“ καὶ „πᾶσα ἡ δύναμις τῶν ἀλλοφύλων“. ἀμφότερα γὰρ περὶ τῶν ὁπλικῶν στρατευμάτων εἴρηται. τοῦτο δὲ αὐτὸ σημαίνει καὶ τὸ „εὐλογεῖτε τὸν κύριον πᾶσαι αἱ δυνάμεις αὐτοῦ“, καὶ τὸ „κύριος τῶν δυνάμεων μεθ’ ἡμῶν“. τινὲς γὰρ τῶν
15ἑρμηνευτῶν „πᾶσαι αἱ στρατιαὶ αὐτοῦ“ καὶ „κύριος τῶν στρατιῶν“ ἐκδέδωκαν. Περὶ ἕξεως καὶ στερήσεως. Ἰστέον ὡς ἐν τοῖς καθ’ ἕξιν καὶ στέρησιν ἀντικειμένοις δεῖ τὸ μὲν εἶναι κατὰ φύσιν, τὸ δὲ παρὰ φύσιν. ὁμοίως
20ἐπὶ τῆς ἕξεως καὶ στερήσεως ἀδύνατον εἰς ἄλληλα μεταβολὴν γενέσθαι. ἀπὸ μὲν γὰρ τῆς ἕξεως ἐπὶ τὴν στέρησιν γίνεται μεταβολή, ἀπὸ δὲ τῆς στερήσεως ἐπὶ τὴν ἕξιν ἀδύνατον. οὐδεὶς γὰρ τυφλὸς γενόμενος ἀνέβλεψε πάλιν, οὔτε φαλακρὸς ὢν κωμήτης ἐγένετο, οὔτε νωδὸς ὢν ὀδόντας ἔφυσε. πάλιν
25ἐν τοῖς καθ’ ἕξιν καὶ στέρησιν ἀντικειμένοις τὰ τρία ταῦτα δεῖ ἐπιτηρεῖν, τὸ πεφυκὸς ἔχειν, καὶ ἔνθα πέφυκεν ἔχειν καὶ ὅτε πέφυκεν ἔχειν· οἷον ὅτι οὐ δυνάμεθα τὸν λίθον λέγειν
τυφλότητα ἔχειν· πάλιν τὸν πόδα οὐ λέγομεν ἀκοῆς ἐστερῆσθαι,203

204

διότι οὐ πέφυκεν ἔχειν τὸ μόριον τοῦτο τὸ οὖς· πάλιν τὸ ἀρτιγενὲς σκυλάκιον οὐ λέγομεν τυφλὸν οὔτε τὸ βρέφος νωδὸν, διότι οὐ κατ’ ἐκεῖνον τὸν χρόνον πέφυκεν ἔχειν τὸ μὲν ὄψιν, τὸ δὲ ὀδόντας. ὅταν οὖν κατὰ τὰ τρία ταῦτα
5δέον ἔχειν οὐκ ἔχῃ, ἐστερῆσθαι λέγεται. Κεφάλαιον ΚΘʹ. Ὅτι οὐ μία φύσις ὁ καθέκαστα ἄνθρωπος, (τούτῳ γὰρ ἄνω καὶ κάτω κέχρηνται τῷ παραδείγματι οἱ αἱρετικοί), ἀλλὰ δύο, εἰ καὶ μιᾶς λέγεται ὁ ἄνθρωπος
10φύσεως διὰ τὸ ταυτὸν τοῦ εἴδους· καὶ διδασκαλία περὶ συνθέτου φύσεως· καὶ πότε τὰ συντιθέμενα μία λέγεσθαι φύσις δύνανται. Ἀναστασίου Ἀντιοχείας ἐκ τῶν κατὰ τοῦ διαιτητοῦ. Κἂν μιᾶς εἶναί ποτε λέγηται φύσεως ὁ ἄνθρωπος, οὐχ
15ὁ καθέκαστον, ἀλλ’ ὁ καθόλου, διὰ τὸ ταυτὸν τοῦ εἴδους καὶ τὴν τῆς κατασκευῆς ὁμοιότητα, τῆς φύσεως ἀντὶ τοῦ κοινοῦ εἴδους καὶ τοῦ παραπλησίως πεφυκέναι λαμβανομένης. Καὶ πάλιν· Οὐ τοίνυν μία φύσις ψυχῆς τε καὶ σώματος· ἡ μὲν γὰρ λογική ἐστι καὶ νοερὰ καὶ ἀσώματος, τὸ δὲ παχύ
20τε καὶ θνητὸν καὶ ἄλογον, οὐ μιᾶς δὲ τὰ κατ’ οὐσίαν ἀντι‐ διαιρούμενα φύσεως, οὐ μιᾶς ἄρα γε οὐσίας ὁ ἄνθρωπος. καὶ ἄλλως γὰρ φάναι, εἰ πᾶς ὅρος τῶν ὑποκειμένων φύσεών ἐστι δηλωτικός, λέγεται δὲ καθ’ ὁρισμὸν ζῷον λογικὸν θνητὸν ὁ ἄνθρωπος, οὐ ταυτὸν δὲ κατὰ τὸν τῆς φύσεως λόγον τὸ
25λογικὸν τῷ θνητῷ, οὐκ ἄρα μιᾶς εἴη ὁ ἄνθρωπος φύσεως
κατὰ τὸν τοῦ οἰκείου ὁρισμοῦ κανόνα. εἰ δὲ λέγοιτό ποτε204

205

μιᾶς φύσεως ὁ ἄνθρωπος, ἀντὶ τοῦ εἴδους τὸ τῆς φύσεως παραλαμβάνεται ὄνομα, ὡσανεὶ λεγόντων ἡμῶν, ὅτι μὴ διαλ‐ λάττει κατά τινα φύσεως διαφορὰν ἄνθρωπος ἀνθρώπου, ἀλλ’ ὡσαύτως ἔχειν ἀλλήλοις πεφύκασιν ἄνθρωποι κατὰ τὸν
5τῆς συστάσεως λόγον, ὥστε καὶ ὑφ’ ἕνα πάντας ἀνάγεσθαι ὁρισμόν. καὶ οὐ παράδοξον δὴ τοῦτο, ὅπου γε καὶ πάντα ἅμα καθόλου τὰ γενητὰ καὶ κτιστά, εἴτε λογικὰ εἴη εἴτε σωματικά, μιᾶς ἔσθ’ ὅτε προσαγορεύομεν φύσεως κατ’ αὐτὸ τὸ εἶναι γενητὰ πρὸς ἀντιδιαστολὴν τῆς ἀκτίστου καὶ
10ἀγενήτου θείας φύσεως, ὡς ἐναργῶς δηλοῖ πρὸς τοῖς ἄλλοις ἅπασι διδασκάλοις ὁ ἐν ἁγίοις Ἀθανάσιος ἐν τῷ κατὰ τῶν βλασφημούντων τὸ πνεῦμα τὸ ἅγιον οὑτωσὶ λέγων· „ὅτι δὲ ἄνω τῆς κτίσεώς ἐστι τὸ πνεῦμα, καὶ ἄλλο μὲν παρὰ τὴν τῶν γενητῶν φύσιν, ἴδιον δὲ τῆς θεότητος, ἔξεστι καὶ ἐκ
15τούτου πάλιν συνιδεῖν“. Καὶ ἑξῆς· Οὐκ ἄρα γε οὖν μιᾶς εἴη φύσεως ὁ καθ‐ έκαστα καὶ ἄτομος ἄνθρωπος, ἀλλὰ μιᾶς μὲν ὑποστάσεως, φύσεων δὲ δύο. Ἐκ τῶν Εὐλογίου συνηγοριῶν περὶ τοῦ αὐτοῦ κεφαλαίου.
20 Πᾶν, ὃ κοινῶς καὶ ἐν πολλοῖς θεωρεῖται, οὐ τινὶ μὲν πλέον, τινὶ δὲ ἔλαττον ὑπάρχον, οὐσία ὀνομάζεται. ἐπεὶ οὖν τῷ καθέκαστον ἀνθρώπῳ ἐξ ἴσου πρόσεστι τὸ εἶναι σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ, ὅ ἐστιν ἀνθρωπότης, κατὰ τοῦτο τὴν ἀνθρωπότητα καὶ δύο οὐσιῶν ὑπάρχουσαν γνώρισμα
25μίαν φαμὲν οὐσίαν, ὡς κοινῶς ἐν πᾶσιν ἀνθρώποις καὶ ἐξ
ἴσου θεωρουμένην· ἐπὶ δὲ τῆς ὑποστάσεως τοῦ Ἐμμανουὴλ205

206

οὔ φαμεν ποιῆσαι μίαν οὐσίαν τὴν ἕνωσιν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος, ἐπεὶ ἀνάγκη καὶ ἐν πολλοῖς θεωρεῖσθαι τὴν τοιαύτην οὐσίαν. ἡ γὰρ φύσις, ὅ ἐστιν οὐσία, ἐν πολλοῖς ἐξ ἴσου θεωρεῖται, ὡς ἀποδέδεικται. εἰ οὖν μίαν οὐσίαν
5φασὶ γενέσθαι τὰ δύο, πάντως που τῆς τοιαύτης οὐσίας μετειλήφασι καὶ ἕτεροι καὶ ἔσονται πολλοὶ ἐξ ἴσου τῷ Ἐμ‐ μανουήλ, ὅπερ οὐκ ἔστι, μηδὲ τοσοῦτον παραφρονήσειαν οἱ νῦν συκοφάνται, εἰ καὶ λίαν θεομάχοι καὶ τῆς ἀληθείας ἐχθροὶ καθεστήκασιν.
10 Καὶ μεθ’ ἕτερα· Τὴν ἀνθρωπότητα σύνθετον οὖσαν ἐξ ἀνομοίων πραγμάτων μιᾶς οὐσίας φαμὲν οὐ πρὸς τὴν δια‐ φορὰν τῆς ψυχῆς καὶ τοῦ σώματος, ἀλλὰ πρὸς τὸ κοινὸν ἀφορῶντες, ὅτι κοινῶς ἐν πᾶσι τοῖς ὑπὸ τὸ αὐτὸ εἶδος ἀναγο‐ μένοις θεωρεῖται. οὗτος γάρ ἐστι τῆς οὐσίας ὁ ὅρος, ὡς
15Βασίλειος ἐπαίδευσε λέγων· „ὅτι ὃν ἔχει λόγον τὸ κοινὸν πρὸς τὸ ἴδιον, τοῦτον ἔχει ἡ οὐσία πρὸς τὴν ὑπόστασιν“. κατὰ τοῦτον οὖν τὸν τῆς κοινότητος λόγον μιᾶς οὐσίας φαμὲν τὴν ἀνθρωπότητα, ὅτι κοινῶς ἐν πᾶσιν ἀνθρώποις τοῖς καθέκαστον καὶ ἐξ ἴσου ὑπάρχει τὸ εἶναι ζῷον λογικὸν
20θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν. οὗτος γὰρ ὁ ὅρος τῆς ἀνθρωπότητος. ἐπὰν δὲ τὰ ἐξ ὦν ἐστι λογισώμεθα καὶ ψυχὴν ὀνομάσωμεν καὶ σῶμα σκοπήσωμεν, τὸ ἑτεροφυὲς καὶ τὰ ἴδια τῶν οὐσιῶν καὶ μετὰ τὴν ἕνωσιν οὐκ ἀρνηθείημεν. εἰ γὰρ τῆς αὐτῆς οὐσίας τὸ σῶμα καὶ ἡ ψυχή, τῶν δὲ
25ὁμοουσίων ὁ αὐτὸς λόγος, φθαρτὸν δὲ τὸ σῶμα, οὐκοῦν ἄρα καὶ ἡ ψυχὴ διαφθείρεται, καὶ τὸ λέγειν ἀθάνατον εἶναι τὴν ψυχὴν ψευδὲς ἀναδειχθήσεται διὰ τὰς ὑμῶν ἀνοήτους
κενοφωνίας.206

207

Μαρτυρίαι περὶ τούτου. Γρηγορίου τοῦ θεολόγου. Φύσεις μὲν γὰρ δύο—καὶ τὸ ἐκτὸς προσηγόρευσεν. Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὸ βάπτισμα λόγου.
5 Διττῶν δὲ ὄντων—δι’ ὕδατός τέ φημι καὶ πνεύματος. Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς ἑαυτὸν ἐπιγεγραμμένου κεφαλαίου δι’ ἐπῶν λόγου εʹ. Οὔθ’ ὅλος εἰμὶ νοὸς—ψυχῆς ἀντικαθεζομένων. Ἰουστίνου φιλοσόφου καὶ μάρτυρος ἐκ τοῦ περὶ τριάδος
10 βιβλίου γʹ κεφαλαίου ιζʹ. Ὥσπερ εἷς μέν ἐστιν ἄνθρωπος, ἔχει δὲ φύσεις διαφόρους δύο, καὶ κατ’ ἄλλο μὲν λογίζεται, κατ’ ἄλλο δὲ τὸ λογισθὲν ἐνεργεῖ, καὶ τὰ ἑξῆς. Κυρίλλου ἐκ τῆς πρὸς Σούκενσον βʹ ἐπιστολῆς.
15Ἔστω δὲ ἡμῖν εἰς παράδειγμα—ἓν ἀποτελεῖσθαι ζῷον. Πρὸς τοὺς λέγοντας, ὅτι εἰ δύο φύσεων ὁ ἄνθρωπος, τρεῖς ἀνάγκη λέγειν ὑμᾶς τὸν Χριστόν. Ἐκ τῶν Ἡρακλείου. Πᾶν σύνθετον ἐξ ἐκείνων λέγεται συντεθεῖσθαι ἐκ τῶν
20προσεχῶς εἰς τὴν αὐτοῦ σύνθεσιν παραλαμβανομένων ἁπλῶν207

208

τινων καὶ στοιχείων λόγον ἐπεχόντων ἐν τῇ συνθέσει τοῦ ὅλου καὶ τῇ πρὸς τὸ πᾶν συγκρίσει, κἂν τύχῃ αὐτὰ ἐφ’ ἑαυτῶν σκοπούμενα σύνθετα εἶναι. οἷον δέ τί φημι προκείσθω ἡμῖν ἐν παραδείγματος μέρει οἶκος, ἀλλ’ οὗτος πεποίηται
5δηλονότι ἐκ λίθων τε καὶ ξύλων καὶ σιδήρου καὶ ἄλλης τινὸς ὡς εἰκὸς ὕλης. ἀλλ’ οὐδεὶς οἶμαι τῶν νοῦν ἐχόντων εἴποι ποτὲ συγκεῖσθαι τὴν οἰκίαν ἐξ ὕλης καὶ εἴδους, καί‐ τοι οἵ τε λίθοι καὶ τὰ ξύλα καὶ ὁ σίδηρος δήπου, καὶ ἵνα συνελὼν εἴπω, πᾶν ἕτερον σῶμα ἐκ τῶν τεσσάρων σύγκειται
10στοιχείων κᾀκεῖνα πάλιν ἐξ ὕλης καὶ εἴδους, ὥστε πρῶτα στοιχεῖα τῶν σωμάτων εἶναι τὸ εἶδος καὶ τὴν ὕλην. Καὶ μεθ’ ἕτερα· Ἡνίκα γοῦν περὶ τῶν πρώτων καὶ ἁπλῶν σωμάτων τὸν λόγον ποιούμεθα, τηνικαῦτα ὡς ὅλον ἐκεῖνα παραλαμβάνοντες τὴν ὕλην καὶ τὸ εἶδος συμπληρωτικὰ
15τούτων εὑρίσκομεν. ὁπότε μέντοι τὰ μετὰ τὰ πρῶτα καὶ ἁπλᾶ σώματα, ἅπερ σύνθετα καλοῦμεν, σκοποῦμεν, τηνικαῦτα αὐτὰ ταῦτα, ἅπερ ἔφαμεν, πρῶτα καὶ ἁπλᾶ στοιχεῖα λαμ‐ βάνομεν καὶ συμπληρωτικὰ τῶν σωμάτων τούτων εἶναί φαμεν. ὅτε δὲ πάλιν ἐκ σώματος καί τινος ἑτέρου, οἷον ἐκ ψυχῆς
20καὶ σώματος συγκείμενόν τι εἰς διάσκεψιν ἡμῖν πρόκειται, τότε οὔτε τῶν στοιχείων οὔτε πολλῷ μᾶλλον τῆς ὕλης καὶ τοῦ εἴδους λόγον ποιούμεθα, ἀλλ’ αὐτῶν δὴ τῶν προσεχῶς συντεθέντων τὸ σύγκριμα, τουτέστι ψυχῆς καὶ σώματος, λέγομεν καὶ οὐδενὸς λόγον τῶν ἑκατέρων τούτων συντε‐
25θέντων ποιούμεθα, ἐπεὶ καὶ τὴν ψυχὴν πολυμερῆ φασιν εἶναι, καὶ οὐδενὸς ἐν τῇ τοῦ ἀνθρώπου συνθέσει τούτων
μνημονεύομεν.208

209

Ἐκ τῶν Εὐλογίου συνηγοριῶν.〉 Ἡμῖν μὲν οὖν, ὡς προαποδέδεικται, οὐ συνάγεται τὸ λέγειν τρεῖς φύσεις τὸν Χριστὸν ἐκ τοῦ λέγειν τὸν καθέκαστα ἄνθρωπον δύο φύσεων διὰ τὸ σώζεσθαι ταύτας ἐν αὐτῷ καὶ
5τὰς τούτων διαφοράς τε καὶ ἰδιότητας θεωρεῖσθαι καὶ μετὰ τὴν ἕνωσιν τῆς ψυχῆς πρὸς τὸ σῶμα. ῥητέον δὲ πρὸς τοὺς τὰ τοιαῦτα προτείνοντας, ὅτι μᾶλλον ὑμῖν συνάγεται τὸ ἐκ τριῶν λέγειν φύσεων τὸν Χριστόν, εἴγε ἐκ λογικῆς ψυχῆς αὐτὸν καὶ σώματος εἶναι πιστεύετε καὶ θεότητος, καὶ μὴ
10κατὰ τὸν Ἄρειον ἄψυχον σῶμα ἀνειληφέναι τὸν λόγον δοξάζετε. οὐ γὰρ δύνασθε λέγειν, ὡς πρότερον τῆς νοερᾶς ψυχῆς τῷ σώματι ἑνωθείσης καὶ ἓν ἀποτελεσάσης ἄτομον καὶ ἄνθρωπον ἰδιαζόντως (τοῦτο γὰρ ὑμῖν ἡ μία φύσις δογματίζεται), εἶθ’ οὕτως ἡ τοῦ λόγου φύσις ἤγουν ὑπό‐
15στασις τῷ ἀνθρώπῳ συνήφθη. τοῦτο γὰρ λέγοντες Νεστο‐ ρίου δόγμα κρατύνετε, ψιλὸν ἄνθρωπον πρότερον ὑφιστάντες, ἵνα τὴν μίαν φύσιν, ἥν φατε, καὶ ἐπὶ τοῦ ἀνθρώπου κυ‐ ρώσητε, εἶτα συνάπτοντες αὐτῷ τοῦ λόγου τὴν ὑπόστασιν. ἡμῖν δὲ οὐδὲν τοιοῦτον συνάγεται, κἂν δύο φύσεις εἶναι τὸν
20καθέκαστα ἄνθρωπον εἴπωμεν, πρὸς τὰ μέρη, ὡς εἴρηται, βλέποντες καὶ τὰ ἐξ ὧν ἐστι διασκοποῦντες. οὐ γὰρ τὸν ἐν ἰδίᾳ ὑποστάσει νοούμενον ἄνθρωπον ἑνωθῆναι τῷ θεῷ λόγῳ δογματίζομεν, ἀλλ’ ἐκ δύο φύσεων καὶ ἐν δύο φύσεσι τελείως ἐχούσαις τὸν Χριστὸν ὁμολογοῦμεν. πῶς οὖν εἴπωμεν ἐκ
25τριῶν ἢ ἐν τρισίν, ἐντελεῖς εἰπόντες φύσεις, θεότητά φημι καὶ ἀνθρωπότητα; οὔτε γὰρ σῶμα χωρὶς ψυχῆς ἄνθρωπος οὔτε ψυχὴ καθ’ ἑαυτὴν ἄνθρωπος. εἰπόντες δὲ φύσιν ἀν‐ θρώπου τὸ ἐκ ψυχῆς καὶ σώματος σύγκριμα ἐσημάναμεν.
φύσιν γὰρ καλοῦμεν τὸ κοινὸν εἶδος τὸ ἐν πᾶσι τοῖς ὑπ’209

210

αὐτὸ ἀτόμοις ἐπίσης θεωρούμενον, ἥτις ἐν αὐτῷ τῷ λόγῳ, ἡ κοινὴ λέγω φύσις, μετὰ τῶν χωριζόντων αὐτὴν ἀπὸ τῶν λοιπῶν ἰδιωμάτων ὑποστᾶσα ἐν αὐτῇ τῇ τοῦ λόγου ὑποστάσει τὸ εἶναι ἔσχεν. οὐ γὰρ ὑπόστασιν ἑτέραν προσλαβόμενος ὁ
5λόγος ἥνωσεν ἑαυτῷ, ἀλλὰ φύσιν ἀνθρωπίνην ἀφράστως καὶ ὡς οὐκ ἔστιν οὐδὲ ἐννοῆσαι τῇ ἑαυτοῦ ἥνωσεν ὑποστάσει καὶ ἐν αὐτῷ κυριώτερον εἰπεῖν ὑπέστησεν. ὑμεῖς δὲ αὐτὴν τὴν ἰδιοσύστατον ὑπόστασιν φύσιν καλοῦντες ἢ ἐκ τριῶν ἀναγκασθήσεσθε λέγειν πάντως τὴν ἕνωσιν φύσεων, ἵνα
10πρὸ τοῦ ὑποστῆναι τοῦ ἀνθρώπου τὴν φύσιν, ἑνώσητε τὴν ψυχὴν καὶ τὸ σῶμα τῷ λόγῳ, ἢ ἐκ δύο λέγοντες δηλονότι, εἴπερ ἑαυτοῖς παρακολουθεῖτε, ἐκ δύο ἰδιοσυστάτων προσώπων δείκνυσθε δογματίζοντες τὴν ἕνωσιν. Πῶς γίνεται σύνθετος φύσις;
15 Ἐκ τῶν τοῦ ἀββᾶ Μαξίμου. Πάσης συνθέτου φύσεως λόγος οὗτος καθέστηκε· τὸ ὁμόχρονα ἔχειν τὰ μέρη καὶ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παρῆχθαι καὶ φυσικὴν πρὸς ἄλληλα ἔχειν σχέσιν τὰ μέρη καὶ παθητικὰς κατὰ φύσιν καὶ ἀλλήλων δεκτικὰς κεκτῆσθαι
20δυνάμεις καὶ ἀπροαίρετον ἔχειν τὴν πρὸς ἄλληλα ἕνωσιν, ὡς ἐπὶ ψυχῆς ἔχει καὶ σώματος καὶ τῶν ἄλλων, ὅσα φύσεως ἑτερότητι διαφέροντα ὑποστάσει ἥνωται. οὐδὲν γὰρ τῶν εἰς ὕπαρξιν ἐλθόντων ἐκτὸς φυσικῆς ἀνάγκης τυγχάνει· προηγου‐ μένην γὰρ τῆς ἰδίας συστάσεως τὴν θείαν ἔχει θέλησιν.
25εὔδηλον οὖν, ὅτι ἔνθα ταῦτα οὐ θεωρεῖται, κἂν σύνθετος ὑπόστασις τυγχάνῃ, ὑπὸ σύνθετον φύσιν οὐκ ἀνάγεται, τὸν
αὐτὸν τῇ συνθέτῳ φύσει μὴ ἐπιδεχομένη λόγον.210

211

Εἰ δέ, ὅτι καὶ πᾶσα σύνθετος ὑπόστασις ὁμόχρονα κέκτηται τὰ μέρη, νομίζοι τις τὴν αὐτὴν ἀτοπίαν συνάγεσθαι καὶ τοῖς λέγουσι μίαν εἶναι τὸν Χριστὸν σύνθετον ὑπόστασιν, οὐκ ὀρθῶς ἐκεῖνος ὑπολαμβάνει. οὐ γὰρ ἁπλῶς πᾶσα σύν‐
5θετος ὑπόστασις ὁμόχρονα ἀλλήλοις κατὰ τὴν γένεσιν ἔχει τὰ μέρη, ἀλλ’ ἡ ὑπὸ φύσιν σύνθετον τελοῦσα καὶ εἶδος τοιοῦτον ἔχουσα κατηγορούμενον αὐτῆς. Ἐκ τῶν Εὐλογίου συνηγοριῶν. Ἰστέον γάρ, ὅτι τότε τὸ σύνθετον μίαν ἀπολύτως λέγομεν
10φύσιν, ὅτε μηκέτι δυνάμεθα κυρίως ἐπ’ αὐτοῦ τὰ τῶν ἁπλῶν λέγειν ὀνόματα· οἷόν τι λέγω τὸ ἐκ τεσσάρων στοιχείων σῶμα συγκείμενον, ἐξ ὕδατός φαμεν καὶ γῆς ἀέρος τε καὶ πυρός, ὕδωρ καὶ γῆν ἀέρα τε καὶ πῦρ οὐκ ἂν εἴποιμεν κυρίως, καὶ διὰ τοῦτο μίαν σώματος φύσιν ἐπονομάζομεν,
15ὡς μηκέτι αὐτὸ κυρίως τοῖς ὀνόμασι τῶν ἁπλῶν ἐπονομάζειν ἰσχύοντες. καὶ πάλιν ἐκ λίθων καὶ ξύλων τὴν οἰκίαν φαμέν, ξύλα δὲ αὐτὴν καὶ λίθους οὐκ ἄν τις καλέσοι κυρίαις λέξεσι χρῆσθαι βουλόμενος. πάλιν τὸν ἄνθρωπον ἐκ ψυχῆς καὶ σώματος εἶναί φαμεν, σῶμα δὲ καὶ ψυχὴν οὐκέτι κυρίως.
20καὶ δῆλον ἐκ τοῦ μὴ δύνασθαι τὸν τῆς ψυχῆς ἢ τοῦ σώματος ὅρον ἐπὶ τοῦ συναμφοτέρου ἀποδιδόναι, καὶ τούτου χάριν ἐκ δύο φύσεων λέγοντες (ἑτεροφυῆ γὰρ τὰ συνελθόντα καὶ ἀλλήλοις οὐχ ὁμοούσια) μίαν ἐπὶ τοῦ συνθέτου φύσιν δοξά‐ ζομεν. οὐδὲ γὰρ σῶμα ἢ ψυχὴν κυριολεκτοῦντες ἀποκα‐
25λοῦμεν τὸν ἄνθρωπον, εἰ καὶ σύνηθες τῇ γραφῇ πολλάκις τῇ ἐλευθερίᾳ κεχρημένῃ τοῦ πνεύματος ἐκ τοῦ μέρους τὸ
ὅλον ἐπονομάζειν, ὡς ζυγῷ δουλείας οὐκ ἐνεχομένῃ τῆς211

212

διαλεκτικῆς ματαιότητος. ἐπὶ δὲ τοῦ Χριστοῦ ἄφραστος μὲν καὶ ἀνεκλάλητός ἐστιν ἡ ἕνωσις, καὶ οὐκ ἀνθρώπινος νοῦς ταύτης ἐφίκοιτο, οὐδὲ παράδειγμα εὑρεῖν, ἴσον κατά γε πάντα λέγω, δυνήσεται. ἐπειδὴ δὲ αὐτὸν οὐ μόνον ἐκ θεότητος
5εἶναι καὶ ἀνθρωπότητός φαμεν, ἀλλὰ καὶ τοῖς ὀνόμασιν ἐπ’ αὐτοῦ κεχρήμεθα τῶν ἁπλῶν (θεὸν γὰρ λέγομεν τὸν Χριστὸν καὶ ἄνθρωπον λέγομεν τὸν αὐτόν, ὅπερ ἐπ’ ἐκείνων λέγειν κυρίως οὐκ ἔχομεν· κυρίως γὰρ καὶ κατ’ ἀλήθειαν θεὸς ὁ Χριστός, διὸ καὶ κυρίως καὶ κατ’ ἀλήθειαν θεοτόκον τὴν
10ἁγίαν παρθένον φαμέν, καὶ κυρίως καὶ κατ’ ἀλήθειαν ἄνθρωπος ὁ αὐτός, ἀληθῶς ἀποθανών, ἀληθῶς ἀναστάς), τούτου χάριν αὐτὸν μίαν φύσιν ἁπλῶς εἰπεῖν ἀδύνατον. διὰ τοῦτο τοίνυν ἡμεῖς καὶ ἐκ δύο λέγομεν φύσεων, ἐπειδὴ ἐκ θεότητος αὐτὸν καὶ ἀνθρωπότητος ἴσμεν συγκείμενον καὶ
15ἑτεροφυῆ τὰ συνελθόντα γνωρίζομεν, καὶ δύο φύσεις ἀδιαι‐ ρέτους ἐπ’ αὐτοῦ λέγομεν, ἐπειδὴ θεὸν καὶ ἄνθρωπον κυρίως τὸν αὐτὸν εἶναι δοξάζομεν, καθάπερ ὁ ἐν ἁγίοις φησὶ Κύ‐ ριλλος ἐν τῇ δευτέρᾳ πρὸς Σούκενσον ἐπιστολῇ· „ἕνα καὶ τὸν αὐτὸν τοῦτο κἀκεῖνο ὑπάρχοντα“. καὶ σκόπησον, ὡς
20οὐκ εἶπεν ἐκ τούτου κἀκείνου ὑπάρχοντα (καὶ τοῦτο γὰρ ἦν ἀληθές), ἀλλὰ τοῦτο κἀκεῖνο ὑπάρχοντα. τὸ γὰρ τοῦτο κἀκεῖνο δύο πάντως ἐστί, κἂν αὐτὸς μὴ βουληθείης. πάλιν δὲ ὁ αὐτὸς πρὸς Οὐαλεριανὸν τὸν τοῦ Ἰκονίου ἐπίσκοπον οὕτω γράφει· „οὐκοῦν ὁμολογουμένως μὲν τὸ ἀπὸ σαρκὸς
25σάρξ ἐστι, τὸ δὲ ἐκ θεοῦ θεός· ἔστι δὲ κατὰ ταυτὸν ἀμφότερα Χριστὸς εἷς ὢν υἱὸς καὶ εἷς κύριος μετὰ τῆς ἰδίας αὐτοῦ σαρκόσ“. τὸ δὲ τὸν Χριστὸν εἶναι ἀμφότερα, τί ἕτερόν
ἐστιν, ἢ δύο εἶναι φύσεις τὸν Χριστόν; οὐ γὰρ εἶπεν ἐνταῦθα212

213

ἐξ ἀμφοτέρων εἶναι τὸν Χριστόν, ἀλλ’ ὅτι ἀμφότερά ἐστιν ὁ Χριστὸς εἷς ὤν. Ἐκ τῶν σχολίων Λεοντίου συλλογισμὸς συνάγων τοὺς λέγοντας μίαν φύσιν τὸν ἄνθρωπον· ὅτι εἰ καὶ μία φύσις ὁ ἄνθρωπος,
5 δύο φύσεις ὁ Χριστός. Ἐπειδήπερ εἰσὶν ἀρχαί τινες παρὰ τῇ γραφῇ τῇ ἁγίᾳ πᾶσιν ὁμολογούμεναι, ἃς καὶ ἡμεῖς καὶ αὐτοὶ δεχόμεθα, ἐξετάσωμεν ἐπὶ ταύταις ἑκάτερον δόγμα, καὶ ὃ δ’ ἂν εὕρωμεν συμφωνοῦν ταῖς ἀρχαῖς, ἐκεῖνο δηλονότι καλῶς ἔχει, τὸ δὲ
10ἐναντιούμενον ἐκεῖνο ὡς οὐ καλῶς ἔχον πρόδηλον ὡς δεῖ ἀποβάλλεσθαι. ὡμολόγηται τοίνυν, ὅτι αὐτός ἐστι θεὸς καὶ ἄνθρωπος, καὶ ὅτι αὐτὸς κυρίως θεὸς καὶ κυρίως ἄνθρωπος, καὶ ὅτι αὐτὸς φύσει θεὸς καὶ φύσει ἄνθρωπος, καὶ ὅτι αὐτὸς ὁμοούσιος τῷ πατρὶ καὶ ὁμοούσιος ἡμῖν, καὶ ὅτι αὐτὸς
15εἷς τῆς ἁγίας τριάδος καὶ εἷς ἐξ ἡμῶν, καὶ ὅτι ὁ θεὸς λόγος ἠξίωσεν ἄνθρωπος γενέσθαι, καὶ ἄλλα δὲ πολλὰ τοιαῦτα εὑρήσομεν ἀνερευνῶντες. ἐξετάσωμεν οὖν ἐπὶ ταύταις ταῖς ἀρχαῖς ἑκάτερον δόγμα, καὶ πρῶτον τὸ περὶ μιᾶς φύσεως. καὶ εἰ μὲν καλῶς ἔχει, δεξώμεθα, εἰ δὲ κακῶς, ἀποβαλώμεθα.
20ὑποκείσθωσαν οὖν τρία τινά, ψυχαὶ ἁπλῶς καὶ σώματα ἁπλῶς καὶ ἄνθρωποι ἤδη ἀποτελεσθέντες. λαβόντες οὖν ἡμεῖς ἐκ τούτων μίαν ψυχὴν καὶ σῶμα ἓν ἀποτελέσωμεν τόν τινα ἄνθρωπον, τυχὸν τὸν Πέτρον, καὶ οὗ δ’ ἂν εὑρεθῇ τὴν φύσιν ἔχων, ἐκείνου δηλονότι ὁμοούσιός ἐστιν. ὁ τοίνυν
25Πέτρος ἀποτελεσθεὶς οὐδὲ ταῖς ψυχαῖς ἐστιν ὁμοούσιος οὐδὲ τοῖς σώμασιν, οὐδὲ κυρίως ψυχὴ οὐδὲ κυρίως σῶμα, οὐδὲ
φύσει ψυχὴ οὐδὲ φύσει σῶμα· οὐδὲ γὰρ ὃν ἂν λόγον ἀποδῷ213

214

τις τῆς ψυχῆς ἢ τοῦ σώματος, τὸν αὐτὸν ἀποδώσει Πέτρου. ἀλλὰ τίνι ἐστὶν ὁμοούσιος; τοῖς ἀνθρώποις. ἐκείνων γὰρ καὶ τὸν ὅρον ἐπιδέχεται καὶ ἄλλο τί ἐστι παρὰ τὴν ψυχὴν καὶ τὸ σῶμα. Ἔλθωμεν ἐπὶ τὸν Χριστόν. ἀναλογεῖ γὰρ παρ’ αὐτοῖς
5ἡ μὲν θεότης τῇ ψυχῇ, ἡ δὲ ἀνθρωπότης τῷ σώματι. οὐκοῦν ὁ Χριστὸς οὐδὲ ὁμοούσιος τῷ πατρὶ οὐδὲ ὁμοούσιος ἡμῖν, ὥσπερ οὖν καὶ ὁ Πέτρος οὐδὲ ὁμοούσιός ἐστι τῇ ψυχῇ οὐδὲ ὁμοούσιος τῷ σώματι. οὐκοῦν καὶ ὁ Χριστὸς οὐδὲ κυρίως θεὸς οὐδὲ κυρίως ἄνθρωπος, οὐδὲ φύσει θεὸς οὐδὲ φύσει
10ἄνθρωπος, οὔτε εἷς τῆς ἁγίας τριάδος οὔτε εἷς ἐξ ἡμῶν, ὥσπερ οὖν Πέτρος οὐδὲ εἷς ἐστι τῶν ψυχῶν οὐδὲ εἷς τῶν σωμάτων. τὸ δὲ τὰ τοιαῦτα λέγειν ἐπὶ τοῦ Χριστοῦ ἀνελεῖν ἐστιν ἃς ἔχομεν ὁμολογουμένας ἀρχάς, ὅπερ ἄτοπον. εἰ δὲ δύο φύσεις ὑποθώμεθα ἔχειν τὸν Χριστόν, οὐδὲν τούτων
15ἀναιροῦμεν τῶν ἀρχῶν, ἀλλὰ πάντα συντρέχοντα εὑρίσκομεν. ὁ αὐτὸς γὰρ καὶ θεός ἐστι καὶ ἄνθρωπος, καὶ ὁ αὐτὸς ὁμοούσιος τῷ πατρὶ καὶ ὁμοούσιος ἡμῖν, καὶ κυρίως θεὸς καὶ κυρίως ἄνθρωπος, καὶ φύσει θεὸς καὶ φύσει ἄνθρωπος, καὶ εἷς τῆς ἁγίας τριάδος καὶ εἷς ἐξ ἡμῶν. ἡ αὐτὴ γὰρ
20ὑπόστασις τοὺς ὅρους τῶν δύο φύσεων ἐπιδέχεται, καὶ ὃν δ’ ἂν ἀποδῷ λόγον τις τῆς θεότητος, τὸν αὐτὸν εὑρίσκει καὶ ἐπὶ τοῦ Χριστοῦ, καὶ ὃν δ’ ἂν ἀποδῷ τῆς ἀνθρωπότητος, τὸν αὐτὸν εὑρίσκει καὶ ἐπὶ τοῦ Χριστοῦ καθαρμόζοντα οὐσίαν, ὥστε ἐξ ἀνάγκης δύο φύσεις εἶναι τῆς μιᾶς ὑποστάσεως τοῦ Χριστοῦ.
25Ἐκ τῶν Εὐλογίου συνηγοριῶν πρὸς τοὺς λέγοντας, ὅτι εἰ δύο φατὲ οὐσίας, ὅ ἐστι φύσεις ἡνωμένας, πάντως μία γέγονε φύσις· τὰ γὰρ ἑνούμενα πάντως ἕν τι γίνεται. Εἰ μὲν τὸ ἕν τι γενέσθαι κατὰ τὴν χαρακτηριστικὴν
ὑπόστασιν βούλονται κατασκευάζειν, ὀρθῶς καὶ λίαν εὐσεβῶς214

215

καὶ συνῳδὰ τοῖς ἐν Χαλκηδόνι δογματίζουσι· κἀκεῖνοι γὰρ μίαν ὑπόστασιν ἀποφαίνονται, δύο δὲ τὰς οὐσίας. ἡ γὰρ σὰρξ ἔμεινε σάρξ, εἰ καὶ τοῦ θεοῦ λόγου σὰρξ ἐγένετο, ὅ ἐστι προσείληφε σάρκα καὶ ἥνωσεν ἑαυτῷ ἀδιαιρέτως. οὐ
5γὰρ τροπὴν ὑπέστη τὴν εἰς σάρκα· καὶ γὰρ θεὸς ἀναλλοίωτος ὑπάρχει τῆς τριάδος ἡ φύσις. ὡς ἔφην οὖν, ἀσύγχυτοι μεμενήκασιν ἐν τῷ Ἐμμανουὴλ τῷ ἑνὶ Χριστῷ τῷ υἱῷ τοῦ θεοῦ μετὰ τὴν ἐνανθρώπησιν αἱ δύο οὐσίαι. εἰ δὲ μίαν οὐσίαν φασὶ γεγονέναι τὰς δύο φύσεις, λελήθασιν ἑαυτοὺς
10ἀπατῶντες καὶ σύγχυσιν ἢ τροπὴν ὑποτιθέμενοι, ὡς τῆς μιᾶς τραπείσης εἰς τὴν ἑτέραν ἢ συγχυθείσης. ὅτι γὰρ τὰ ἑνούμενα ἀτρέπτως καὶ ἀσυγχύτως φυλάττεται ἐν τῇ οἰκείᾳ ποσότητι, τοῦτο σαφῶς ὑμῖν παραστήσω διὰ παραδείγματος τῶν τριῶν ὑποστάσεων ἀδιαιρέτως καὶ ἀσυγχύτως ἡνωμένων
15κατὰ τὴν οὐσίαν, φημὶ δὴ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύ‐ ματος. οὐ γὰρ διὰ τὸ ἡνῶσθαι αὐτὰς μία ὑπόστασις γεγό‐ νασιν, ἀλλ’ ἡνωμέναι μέν εἰσι κατὰ τὴν οὐσίαν, ἐν τρισὶ δὲ καὶ ἡνωμέναις γνωρίζονται ὑποστάσεσιν. οὕτως καὶ ἐπὶ τῆς οἰκονομίας τοῦ Χριστοῦ δύο οὐσίαι ἡνωμέναι ἀδιαιρέτως καὶ
20ἀσυγχύτως ὑπάρχουσι, μείνασαι μὲν δύο οὐσίαι, ἀποτελέσασαι δὲ μίαν ὑπόστασιν τοῦ θεοῦ λόγου σεσαρκωμένην, ἐν ᾗ καὶ ἡνωμέναι ὑπάρχουσι. κείσθω δὲ τὸ παράδειγμα εἰς μόνον τὸ παραστῆσαι τὸ πρόβλημα τὸ σαθρόν, ἐπεὶ τὸ τῆς ἐν Χριστῷ ἑνώσεως „ἔμπαλιν ἢ ἐπὶ τῆς τριάδος ἔχει. ἐκεῖ μὲν
25γὰρ ἄλλος καὶ ἄλλος, ἵνα μὴ τὰς ὑποστάσεις συγχέωμεν, οὐκ ἄλλο δὲ καὶ ἄλλο· ἓν γὰρ τὰ τρία καὶ ταυτὸν τῇ θεότητι“. ἐν δὲ τῷ Ἐμμανουὴλ ἄλλο μὲν θεότης, ἄλλο δὲ
ἀνθρωπότης, ἵνα μὴ τὰς οὐσίας συγχέωμεν· οὐ γὰρ ταυτὸν215

216

τὸ ἄχρονον τῷ ἐν χρόνῳ καὶ τὸ ἀόρατον τῷ ὁρατῷ. οὐκ ἄλλος δὲ καὶ ἄλλος, μὴ γένοιτο· τὰ γὰρ ἀμφότερα τῇ ἑνώσει ἓν πρόσωπον ἀπετέλεσαν καὶ μίαν ὑπόστασιν χαρα‐ κτηριστικήν.
5Γρηγορίου τοῦ θεολόγου ἐκ τῶν ἐπῶν κατὰ Ἀπολιναρίου. Ὄλλοιτο κεῖνος ὀρθοδόξων ἐξ ἀνήρ, ὃς τὴν πρὸς ἡμᾶς τοῦ θεοῦ λόγου κρᾶσιν— δύο φύσεις εἰς Χριστὸν ἐλθούσας ἕνα, ἕνα Χριστὸν υἱόν τε, οὐ φύσιν μίαν.
10 Κεφάλαιον Λʹ. Πρὸς τοὺς λέγοντας, ὅτι πᾶς ἀριθμὸς ἰδιοσυστάτων πραγμάτων ἐστὶ δηλωτικός, καὶ ὅτι πρώτη διαίρεσίς ἐστιν ἡ δυὰς μετὰ τὴν μονάδα προσυπαντῶσα, καὶ ὅπου ὁ τῆς δυάδος ἀριθμός, ἡ ἕνωσις χώραν οὐκ
15ἔχει· ἐν ᾧ καὶ οἱ ἴαμβοι. Ἐκ τῶν Ἡρακλειανοῦ, ὅτι οὐ διαιρεῖ πάντως ὁ ἀριθμός, ὥς τινές φασιν. Ἰστέον ὅτι, εἴ τι μὲν ἰδιοσύστατόν ἐστι, τοῦτο πάντως ἓν ἀριθμῷ τυγχάνει ὄν, οὐ πᾶν δὲ τὸ ἓν ἀριθμῷ τυγχάνον
20καὶ ἰδιοσύστατον ἂν εἴη. πολλὰ γοῦν ἐν τοῖς συνθέτοις, ἵνα216

217

μὴ λέγω πάντα, ἑνὸς ὄντα συμπληρωτικὰ καὶ κατὰ μίαν συγκείμενα τὴν συνέχειαν, αὐτὰ μὲν ἐφ’ ἑαυτῶν ἰδίαν σύστασιν οὐκ ἔχει, ἑνὸς δὲ συμπληρωτικὰ γενόμενα ἐν τῷ συλλόγῳ τὴν ὕπαρξιν ἐπιδείκνυται. τὰς τοίνυν διαφορὰς τρεῖς οὔσας
5ἢ τέσσαρας, ἂν οὕτω τύχοι, ἢ καὶ πλείους ἢ ἐλάττους, οἷον τὸ ἔμψυχον, τὸ αἰσθητικόν, τὸ λογικόν, τὸ θνητόν, ἐν μὲν τῷ ὅλῳ, φημὶ δὴ τῷ ἀνθρώπῳ, τὴν οἰκείαν ὕπαρξιν ἐπι‐ δείκνυσθαί φαμεν, οὐ μὴν καὶ καθ’ ἑαυτὰ ὑφεστῶτα ὁρῶμεν. ὁμοίως καὶ ἐπὶ τῶν μετάλλων καὶ μάλιστα τῶν λίθων ἔστιν
10ἰδεῖν μίαν μὲν ἐν ὅλῃ τῇ πέτρᾳ συνέχειαν, διάφορα δὲ τὰ χρώματα καὶ τὰς ἕξεις. τὸ μὲν γὰρ αὐτῆς μαλακόν τε καὶ ὑπεῖκον, τὸ δὲ σκληρὸν καὶ ἀντίτυπον, καὶ τὸ μὲν τῶν ἐν αὐτῇ μέλαν, τὸ δὲ λευκόν, τὸ δὲ ξανθόν, καὶ ἁπλῶς ἐκ διαφόρων χρωμάτων συγκειμένων μίαν αὐτὴν ὁρῶμεν καὶ
15οὖσαν καὶ λεγομένην. Ἐκ τῶν Λεοντίου σχολίων περὶ τοῦ ἀριθμοῦ. Ἰστέον πάλιν ὅτι ὥσπερ τὸ ἓν τῶν πολλαχῶς λεγομένων ἐστί (λέγεται γὰρ ἓν τῷ ἀριθμῷ, ὡς τὸ Πέτρος, καὶ τῷ εἴδει, ὡς τὸ ἄνθρωπος, καὶ τῷ γένει, ὡς τὸ ζῷον), οὕτως
20καὶ τὰ δύο (λέγεται γὰρ δύο τῷ ἀριθμῷ, ὡς Πέτρος καὶ Ἰωάννης, καὶ δύο τῷ εἴδει, ὡς ἄνθρωπος καὶ ἵππος, καὶ δύο τῷ γένει, ὡς οὐσία καὶ χρῶμα). ὅταν οὖν λέγωμεν τὰ δύο ἐπὶ τοῦ Χριστοῦ, οὐ τῷ ἀριθμῷ λέγομεν αὐτὸν δύο, ἀλλ’ ἕνα μὲν τῷ ἀριθμῷ, δύο δὲ τῷ εἴδει, τουτέστι τῇ φύσει.
25ὅτι δὲ δυνάμεθα οὕτως εἰπεῖν, δηλοῖ καὶ Ἀριστοτέλης, εἰς ὃν
ἐκεῖνοι ἐπερείδονται, περὶ τῆς ὕλης καὶ τοῦ εἴδους εἰπών,217

218

ὅτι „ταῦτα ἓν μέν ἐστι τῷ ἀριθμῷ, δύο δὲ τῷ εἴδει“. λέγει δὲ καὶ ὁ ἅγιος Γρηγόριος περὶ τοῦ Χριστοῦ· ὥστε „τὸ συναμφότερον ἕν, οὐ τῇ φύσει, τῇ δὲ συνόδῳ“. οὐκοῦν κατ’ ἄλλο καὶ ἄλλο τὸ ἓν ἐπὶ τοῦ αὐτοῦ καὶ τὰ δύο λέγειν
5οὐκ ἄτοπον. Ταύτας τὰς δύο χρήσεις, τὴν Ἀριστοτέλους φημὶ καὶ τὴν τοῦ ἁγίου Γρηγορίου προβλητέον καὶ ὅταν ἀπορῶσιν ἡμῖν, ὅτι πῶς ἐνδέχεται δύο εἴδη ἐπὶ ἑνὸς ἀτόμου εὑρεῖν; ἑνὸς γὰρ εἴδους, φασί, πολλὰ ἄτομα ὁρῶμεν, δύο δὲ
10εἴδη ἐπὶ ἑνὸς ἀτόμου κατηγορεῖν ἄλογον. ἀκουέτωσαν οὖν καὶ Ἀριστοτέλους λέγοντος ἓν τῷ ἀριθμῷ, δύο δὲ τῷ εἴδει, τοῦ δὲ ἁγίου Γρηγορίου τῇ μὲν συνόδῳ λέγοντος ἕν, οὐ τῇ φύσει δέ· δῆλον οὖν, ὅτι τῇ φύσει δύο. Πρὸς τοὺς τὴν δυάδα διαβάλλοντας ὡς διαιρετικήν.
15 Διαβάλλουσι τὴν δυάδα ὡς πρώτην οὖσαν διαίρεσιν εὐθὺς μετὰ τὴν μονάδα προσαπαντῶσαν οἱ σοφοὶ τὰ μάταια, καίτοι συνάφεια μᾶλλον τῶν δύο μονάδων ἐστὶν ἡ δυὰς εὐθὺς μετὰ τὴν μονάδα προσαπαντῶσα καὶ τὴν συλληπτικὴν ἑαυτῆς δύναμιν παριστῶσα. οὐ γὰρ διαίρεσιν μονάδων τὸν ἀριθμὸν
20οἱ περὶ τὰ τοιαῦτα δεινοὶ ὡρίσαντο, τοὐναντίον μὲν οὖν σωρείαν μονάδων. εἰ μὲν γὰρ εἴπωσιν, ὅτι ἡ τῶν δύο εἰς τὰ ἐξ ὧν συνετέθη ἀνάλυσις διαιρεῖ τὴν ἕνωσιν, καθὸ ἂν καὶ γένηται, εἴτε κατ’ ἐπίνοιαν, εἴτε κατ’ ἐνέργειαν, εἰκότα ἴσως ἐροῦσι. μένουσα δὲ ἐφ’ ἑαυτῆς οὐκ ἔστι τομὴ τῶν μονάδων
25οὔτε διαίρεσις, μᾶλλον δὲ τὰς μονάδας ἐν ἑαυτῇ συνάπτειν218

219

οἶδε καὶ ἑνοῦν. καὶ τοῦτο δὲ οἱ τὰ τοιαῦτα φιλοσοφεῖν εἰδότες φασί. καὶ ἡ φύσις αὐτὴ τοῦ ἀριθμοῦ καθ’ ἑαυτὴν οὔτε διαιρεῖ οὔτε συνάπτει, ἀλλ’ ἀμφοτέρων ἐστὶ δεκτικὴ κατὰ τὴν τοῦ ὑποκειμένου ποιότητα. ὥσπερ οὖν τὸ συνεχὲς
5ξύλον δέκα πήχεων ὂν οὐ διαιρεῖται μετρούμενον, ἀλλὰ καὶ μετρηθὲν καὶ τῷ ἀριθμῷ τῶν δέκα πήχεων ὑποβληθὲν οὐδὲν ἧττον μένει συνεχὲς καὶ ἄτμητον, οὕτω πάλιν καὶ οἱ δέκα μόδιοι τυχὸν τοῦ σίτου διῃρημένοι νοοῦνται, καὶ οὐδὲν τούτων τῇ τοῦ ἀριθμοῦ φύσει συνῆπται ἢ διῄρηται, ἀλλὰ τῇ οἰκείᾳ
10ποιότητι θάτερον αὐτῶν τὸ συναφὲς ἔχει καὶ τὸ διῃρημένον. Εἰ δὲ πάντως ὁ ἀριθμὸς κατὰ τοὺς σοφοὺς τούτους διαίρεσιν ἐργάζεται, ὁ κύριος ἆρα δώδεκα εἶναι εἰπὼν τῆς ἡμέρας ὥρας διεῖλε τῆς ἡμέρας τὴν συνέχειαν; καὶ ὁ ἀπό‐ στολος εἰπών· „πολλὰ μέλη, ἓν δὲ σῶμα“, διέτεμε τὰ μέλη;
15καὶ ὁ φήσας· „πάντα τὰ ὀστᾶ μου ἐροῦσι· κύριε, κύριε, τίς ὅμοιός σου“, τὰ ὀστᾶ ἑαυτοῦ διεμέρισεν; εἰ δὲ τὸ δώδεκα καὶ τὸ πολλὰ καὶ τὸ πάντα ἀριθμοῦ προδήλως ὄντα σημαν‐ τικὰ οὐδεμίαν πεποίηνται διαίρεσιν, τίς ἡ ἀποκλήρωσις τοῦ μόνον τὸν δύο ἀριθμὸν ὡς αἴτιον διαιρέσεως διαβάλλεσθαι,
20ἡμῶν μάλιστα οὐκ ἐπὶ διαιρέσει τοῦτον ἐπὶ τῶν τοῦ Χριστοῦ φύσεων λαμβανόντων, μὴ γένοιτο, ἀλλὰ πρὸς μόνην δήλωσιν τῆς τούτων διαφορᾶς καὶ ἔνδειξιν σαφῆ τοῦ μένειν αὐτὰς ἀτρέπτους καὶ ἀσυγχύτους καὶ μετὰ τὴν ἀκραιφνῆ καὶ ἀδιάσπαστον ἕνωσιν; ὅπου γε καὶ τοῦ σώματος τρεῖς λέγομεν
25διαστάσεις καὶ οὐ διασπῶμεν τὸ σῶμα εἰς τρία τμήματα. Εἰ δὲ ἀκούσωσιν οἱ σοφοὶ ἐν ἑαυτοῖς τοῦ λέγοντος τὸν Χριστὸν „ἕνα καὶ τὸν αὐτὸν τοῦτο κἀκεῖνο ὑπάρχοντα“, καὶ
„ἔστι κατὰ ταυτὸν ἀμφότερα Χριστόσ“, ἢ τὸ „ὡς ἕτερον ἐν219

220

ἑτέρῳ νοεῖσθαι“ ἢ τὸ „δύο νοεῖν τὰ σημαινόμενα, τόν τε σκηνοῦντα καὶ τὸ ἐν ᾧ ἡ σκήνωσισ“, καὶ τὸ „ἀμφοτέρας σώζεσθαι ἀσυγχύτους τὰς φύσεισ“ (ταῦτα γὰρ πάντα Κύριλλος ἔγραψεν ὁ θεσπέσιος), καὶ μὴν καὶ τὸ „ἵνα νοήσῃς διὰ τῶν
5πετεινῶν τὸν οὐράνιον ἄνθρωπον ὁμοῦ καὶ θεὸν εἰς δύο φύσεις, ὅσον ἧκεν εἰς τὸν ἑκάστῃ πρέποντα λόγον, διαιρού‐ μενον“, καὶ πάλιν ὅτι „οὐ κεκραμένος ἢ ἀποσεσαρκωμένος, ἀλλὰ σώζων ἐν ἑαυτῷ τῶν δύο φύσεων τῶν ἑτεροουσίων ἀσυγχύτως τὴν ἰδιότητα“, οὐκ ἀναιδῶς ἆρα τολμήσουσι κᾀκείνου
10τοῦ θεόφρονος διαίρεσιν καταψηφίσασθαι, οὐκ αἰτιάσονται δὲ σὺν αὐτῷ καὶ τὸν θεολόγον Γρηγόριον εἰπόντα· „φύσεις μὲν γὰρ δύο, θεὸς καὶ ἄνθρωποσ“, καὶ „ἄλλο καὶ ἄλλο τὰ ἐξ ὧν ὁ Χριστόσ“; Ἐκ τῶν Εὐλογίου συνηγοριῶν.
15 Μὴ τοίνυν πράγματα ἡμῖν παρεχέτωσαν οἱ μηδὲν ὑγιὲς νοεῖν βουλόμενοι, ἀλλὰ μάτην εἰκαιολογοῦντες καὶ τὴν ὀρθὴν καὶ ἀμώμητον πίστιν διαταράττειν ἐπιχειροῦντες. ἡμεῖς γὰρ ἕνα Χριστὸν υἱὸν θεοῦ προσκυνοῦμεν σαρκὶ ὀφθέντα τοῖς ἐπὶ γῆς. διαφορὰν μέντοι τῆς θεότητος πρὸς τὴν σάρκα
20γινώσκομεν. καὶ γὰρ ὁ θεὸς λόγος ἄχρονος, ἄκτιστος, ἀπαθής, καὶ ὅσα πρέπει τῇ θείᾳ μεγαλωσύνῃ. ἡ δὲ σὰρξ αὐτοῦ ἕν τι ὑπάρχουσα πρὸς αὐτὸν διὰ τὴν ἄκραν καὶ ἐνυπόστατον ἕνωσιν, δι’ ἣν καὶ ὁ θεσπέσιος Ἰωάννης βοᾷ· „ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν“, ἔγχρονος
25ὑπάρχει, κτιστή, παθητή. πάντα δὲ ταῦτα τῆς σαρκὸς ὁμο‐220

221

λογοῦμεν γενέσθαι τοῦ θεοῦ λόγου. εἰ γὰρ ἰδία αὐτοῦ ἡ σάρξ, δῆλον ὅτι καὶ τὰ τῆς σαρκὸς πάντα αὐτοῦ ἔσται· οἰκειοποιεῖται γὰρ αὐτά, εἰ καὶ μὴ ὑπέκειτο τούτοις ἡ θεία αὐτοῦ φύσις. ὅτι γὰρ πάντα τοῦ θεοῦ λόγου ἐστὶ μετὰ τὴν
5ἐνανθρώπησιν τὰ τῆς σαρκὸς αὐτοῦ, ἡ θεία γραφὴ ἡμᾶς παιδεύει. φησὶ γάρ· „ἑωράκαμεν τὸν κύριον“, τὸ συναμφό‐ τερον λέγουσα· ὁ γὰρ ἑωρακὼς τὴν σάρκα τοῦ Χριστοῦ ὅλον ἐθεάσατο, εἰ καὶ ἀθέατος τὸ κατὰ φύσιν ἡ θεότης ὑπῆρχε. καὶ πάλιν· „οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύ‐
10ρωσαν“, καίτοι τῇ θείᾳ φύσει αὐτοῦ μὴ παθόντος, ἀλλὰ τῇ οἰκείᾳ σαρκί. διδασκόμεθα οὖν ἐν πᾶσι τούτοις, ὅτι τοῦ θεοῦ λόγου σαρκωθέντος ἦν τά τε θεοπρεπῆ καὶ τὰ ἀνθρώ‐ πινα· ἀλλ’ ἐν οἷς φησιν, ὅτι ἐπείνησεν ἢ ἐδίψησεν ἢ ἐψηλα‐ φήθη ἢ ὡράθη, νοῶ, ὅτι οὐ τῇ θείᾳ φύσει ταῦτα πέπονθεν,
15ἀλλὰ τῇ προσληφθείσῃ σαρκί, καθ’ ἣν ἄνθρωπος ἐχρημάτισεν. Γεωργίου διακόνου καὶ ῥεφερενδαρίου τοῦ Πισίδου κατὰ τοῦ δυσσεβοῦς Σευήρου τοῦ τῶν ἀκεφάλων ἐξάρχου ἴαμβοι. Ἔδει μὲν ἡμᾶς τῆς μάχης τῶν βαρβάρων—
τί μὴ μεθ’ ἡμῶν δογματίζεις ἐν δύο;221

222

(1t)

Κεφάλαιον ΛΑʹ.
2Κατὰ Ἰουδαίων μαρτυρίαι γραφικα. Ὅτι ἐν τριάδι ἡ θεότης ὑπὸ τῶν θείων γραφῶν μυστικῶς κηρύττεται.
5 Τοῦ δευτερονομίου· „Ἄκουε Ἰσραήλ, κύριος ὁ θεός σου κύριος εἷς ἐστιν“. Ἰδοὺ τῶν τριῶν ὑποστάσεων σημαντικὸν τὸ „κύριος ὁ θεὸς κύριοσ“, τῆς δὲ μιᾶς οὐσίας τὸ „εἷς ἐστιν“. Τοῦ αὐτοῦ Μωυσέως ἐν ἐξόδῳ· „Καὶ ἔδωκε κύριος ὅρον
10λέγων· ἐν τῇ αὔριον ἡμέρᾳ ποιήσει κύριος τὸ ῥῆμα τοῦτο ἐπὶ τῆς γῆσ“. Καὶ ἑτέρωθι· „Καὶ ὀρθρίσας Μωυσῆς ἀνέβη εἰς τὸ ὄρος Σινά, καθότι συνέταξεν αὐτῷ κύριος, καὶ ἔλαβε Μωυσῆς τὰς Τῆς γενέσεως· „Καὶ εἶπε κύριος ὁ θεός· ποιήσωμεν ἄν‐
15θρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ κατ’ ὁμοίωσιν“. Καὶ πάλιν· „Καὶ ἐποίησε κύριος ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν“. Καὶ πάλιν· „Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν“. Καὶ πάλιν· „Πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τῆς ἀβύσσου“. Καὶ πάλιν·
„Καὶ ἐνεφύσησε κύριος ὁ θεὸς εἰς τὸν ἄνθρωπον πνεῦμα ζωῆσ“.222

223

πλάκας τὰς λιθίνας καὶ κατέβη κύριος ἐν νεφέλῃ καὶ παρέστη ἐκεῖ καὶ ἐλάλησε τῷ ὀνόματι κυρίου καὶ παρῆλθε κύριος ἀπὸ προσώπου κυρίου“. Σαφῶς δείκνυται προσώπων εἶναι σημαντικὰς τὰς
5τοιαύτας φωνὰς τῶν εἰς μίαν φύσιν συντελούντων. τί δὲ πάλιν τὸ „ἔβρεξε κύριος πῦρ καὶ θεῖον παρὰ κυρίου“; καὶ τὸ „προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ“; πῶς δὲ νοητέον καὶ τὸ ἐκ προσώπου τοῦ θεοῦ εἰρημένον· „πᾶς ὁ ἐκχέων αἷμα ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται,
10ὅτι ἐν εἰκόνι θεοῦ ἐποίησα τὸν ἄνθρωπον“; ὁρᾷς, ὅτι θεὸς ἐν εἰκόνι θεοῦ ἐποίησε; πῶς δὲ τὸ πρὸς Ἀβραὰμ εἰρημένον λάβωμεν τὸ „ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ θεοῦ“; καὶ πάλιν· „καὶ εἶπε κύριος τῷ Μωυσῇ· καταβὰς διαμάρτυραι τῷ λαῷ καὶ ἅγνισον αὐτοὺς σήμερον
15καὶ αὔριον καὶ πλυνάτωσαν τὰ ἱμάτια καὶ ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην· τῇ γὰρ ἡμέρᾳ τῇ τρίτῃ καταβήσεται κύριος ἐπὶ τὸ ὄρος Σινὰ ἐναντίον παντὸς τοῦ λαοῦ“; καὶ οὐκ εἶπε καταβήσομαι, ἀλλὰ καταβήσεται κύριος.
20Καὶ πάλιν· „Πᾶς—ἄνθρωπον“. Καὶ πάλιν· „Λεῦτε καὶ κα‐ ταβάντες συγχέωμεν αὐτῶν ἐκεῖ τὰς γλώσσασ“. Καὶ πάλιν· „Καὶ ἔβρεξε—κυρίου ἐπὶ Σόδομα καὶ Γόμορρα“. Καὶ πάλιν· „Ἐγώ—θεοῦ“. Τῆς ἐξόδου· „Προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου“. Καὶ πάλιν· „Καὶ προσκυνησάτωσαν—θεοῦ“.
25Καὶ πάλιν· „Καὶ ἔδωκε—γῆσ“. Καὶ ἑτέρωθι· „Καὶ ὀρ‐ θρίσας—προσώπου κυρίου“. Καὶ πάλιν· „Καὶ εἶπε—
λαοῦ“. Τοῦ δευτερονομίου· „Ἄκουε—ἐστιν“. Τοῦ Δαβίδ·223

224

Τοῦ Δαβίδ· „Θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου, καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε καὶ δοξάσεις με“. Ἰδοὺ καὶ ἐνταῦθα σαφῶς τὰς τρεῖς ὑποστάσεις δεδη‐
5λωμένας εὑρίσκομεν. ὡς ἐκ τοῦ πνεύματος γὰρ τοῦ ἁγίου ὁ λόγος ἐξενήνεκται „θῦσον“ λέγοντος „τῷ θεῷ καὶ ἀπόδος τῷ ὑψίστῳ καὶ ἐπικάλεσαί με“, εἴπερ ἄτοπον ἐκ προσώπου τοῦ Δαβὶδ εἰρῆσθαι τὸ „ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου“. σκόπει δὲ καὶ τὸ „κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν
10ἐπέβλεψε τοῦ ἀκοῦσαι τῶν στεναγμῶν τῶν πεπεδημένων, τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων, τοῦ ἀναγγεῖλαι ἐν Σιὼν τὸ ὄνομα κυρίου καὶ τὴν αἴνεσιν αὐτοῦ ἐν Ἱερου‐ σαλήμ“, καὶ πάλιν· „πρός σε κύριε κεκράξομαι καὶ πρὸς τὸν θεόν μου δεηθήσομαι“. καὶ ὁ Ἀμὼς ὡς ἐκ προσώπου
15τοῦ θεοῦ φησι· „κατέστρεψα ὑμᾶς, καθὼς κατέστρεψεν ὁ θεὸς Σόδομα καὶ Γόμορρα“. καὶ ὁ Ἡσαΐας· „κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν, καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη“; καὶ οὐκ εἶπε· καὶ ὁ βραχίων σου. καὶ πάλιν ὁ αὐτός· „ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χει‐
20ροπέδαις καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ θεός ἐστι καὶ οὐκ ἔστι θεὸς πλήν σου. σὺ γὰρ εἶ θεός, καὶ οὐκ ᾔδειμεν, θεὸς τοῦ Ἰσραὴλ σώζων“. ποίαν διαφορὰν ἔχει „Θῦσον—θλίψεώς σου“. Καὶ πάλιν· „Κύριος—ὄνομα κυρίου.“ Καὶ πάλιν· „Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ
25δεξιῶν μου“. Καὶ πάλιν· „Πρός—δεηθήσομαι“. Καὶ πάλιν· „Διὰ τοῦτο ἔχρισέ σε ὁ θεός, ὁ θεός σου“. Καὶ πάλιν· „Εὐλογη‐
μένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, θεὸς κύριος, καὶ ἐπέφανεν ἡμῖν“.224

225

τὸ „ἐν σοὶ ὁ θεὸσ“ καὶ „σὺ εἶ θεὸσ“ πρὸς τὸ „ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοὶ“ τῷ εὐσεβῶς νοεῖν βου‐ λομένῳ; καὶ πάλιν ὁ αὐτός· „καὶ νῦν κύριος κύριος ἐξαπέστειλέ με καὶ τὸ πνεῦμα αὐτοῦ“. ἐνταῦθα τῶν
5τριῶν ὑποστάσεων τῆς μιᾶς θεότητος μέμνηται· εἶπε γὰρ „κύριος κύριος καὶ τὸ πνεῦμα αὐτοῦ“. Περὶ τοῦ θεοῦ λόγου καὶ τοῦ ἁγίου πνεύματος. Ἐκ τοῦ Δαβίδ· „Τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώ‐ θησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις
10αὐτῶν“. Δαβίδ· „Εἰς τὸν αἰῶνα, κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ, εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου“. Ἀλλ’ ἐροῦσιν, ὅτι τῷ προφορικῷ λόγῳ καὶ οἷον προσ‐ τάγματι λέγει ὁ Δαβὶδ δημιουργηθῆναι τὸ πᾶν. πρῶτον
15μὲν οὖν ἄτοπον τὸ ἐπὶ θεοῦ προφορικὸν ἐννοῆσαι λόγον διὰ φωνητικῶν ὀργάνων ἐκφερόμενον καὶ εἰς ἀέρα χεόμενον καὶ εἰς ἀνυπαρξίαν χωροῦντα. εἰ γὰρ τοῦτο, πῶς „διαμένει εἰς τὸν αἰῶνα“; ἀλλ’ οὐδὲ πνεῦμα ἐπὶ θεοῦ ἐννοῆσαι εὐσεβές, ὥσπερ ἐφ’ ἡμῶν ἆσθμα ἐκ τῶν ἀναπνευστικῶν
20ὀργάνων ἐξωθούμενον, ἀλλὰ λόγον ἐνυπόστατον καὶ πνεῦμα δυνάμεως στερεοῦν καὶ κτίζον καὶ καινίζον καὶ ἁγιάζον. Καὶ πάλιν· „Τῷ λόγῳ—αὐτῶν“. Καὶ πάλιν· „Ποῦ πο‐ ρευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω“; Τοῦ Ἰώβ· „Πνεῦμα κυρίου τὸ ποιῆσάν με, πνοὴ δὲ τοῦ
25παντοκράτορος ἡ διδάσκουσά με“. Ἀμώς· „Κατέστρεψα— Γόμορρα“. Ἡσαΐας· „Κύριε—ἀπεκαλύφθη“; Καὶ πάλιν·
„Ὀπίσω—σώζων“. Καὶ πάλιν· „Καὶ νῦν—αὐτοῦ“225

226

καὶ μάρτυς Δαβίδ· τὴν γὰρ ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων μέλλουσαν γίνεσθαι τοῦ θεοῦ λόγου ἐπιδημίαν καὶ τοῦ πνεύματος τοῦ ἁγίου τὴν παρουσίαν προαγορεύων ἔλεγεν· „ἀπέστειλε τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούσ“.
5λόγος δὲ προφορικὸς οὐκ ἀποστέλλεται. καὶ πάλιν· „ἐξα‐ ποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆσ“. καὶ πάλιν· „τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ“, καὶ „πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου καὶ πνεύματι ἡγεμονικῷ
10στήριξόν με“. καὶ ὁ Ἰώβ· „πνεῦμα θεῖον τὸ ποιῆσάν με“. πνεῦμα δὲ εὐθὲς καὶ πνεῦμα ἀγαθὸν καὶ πνεῦμα ἡγεμο‐ νικὸν καὶ πνεῦμα ποιεῖν καὶ κτίζειν καὶ ἀνακαινίζειν δυνάμενον, πῶς εὔλογον τοῖς ὁπωσοῦν λόγου μετειληφόσι φανήσεται ἀνυπόστατόν τι ἐννοεῖν καὶ μάλιστα ἐπὶ θεοῦ;
15Περὶ τῆς Χριστοῦ παρουσίας, ὅτι θεὸς ὁ ἐρχόμενος· λέγουσι μὲν γὰρ καὶ Ἰουδαῖοι ἔρχεσθαι τὸν Χριστόν, ἀλλ’ οὐχὶ ὡς θεόν, ἄνθρωπον δέ, ὡς ἕνα τῶν πάλαι προφητῶν. Βαρούχ, ὅτι θεὸς ὁ ἐρχόμενος· „Οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν, ἐξηῦρε πᾶσαν ὁδὸν ἐπι‐
20στήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ. μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη“. Τοῦ Δαβίδ· „Εἰς τὸν—ἀλήθειά σου“. Καὶ πάλιν· „Ἀπέ‐ στειλε—αὐτούσ“. Καὶ περὶ τοῦ ἁγίου πνεύματος· „Ἐξαπο‐
25στελεῖς—γῆσ“. Καὶ πάλιν· „Τὸ πνεῦμα—στήριξόν με“.226

227

Ἀλλ’ ἐρεῖ ὁ Ἰουδαῖος, ὅτι περὶ παρελθόντος εἴρηται, οὐχὶ μέλλοντος· περὶ γὰρ τῆς τοῦ θεοῦ ἐν τῷ Σιναίῳ ὄρει συγκαταβάσεως εἴρηται. ἀκούσεται δὲ παρ’ ἡμῶν πρῶτον μέν, ὅτι ἔθος τῇ γραφῇ ἐν τοῖς πλείοσι τά τε
5παρῳχηκότα ὡς ἐνεστότα καὶ μέλλοντα, τά τε μέλλοντα ὡς παρεληλυθότα σχηματίζειν τῷ λόγῳ, ὡς τὸ „ὁ μετα‐ στρέφων τὴν θάλασσαν εἰς ξηράν, καὶ ἐν ποταμῷ διελεύ‐ σονται ποδί“. ταῦτα γὰρ περὶ τῶν ἐν τῇ ἐρυθρᾷ καὶ τῷ Ἰορδάνῃ εἴρηται, εἰ καὶ τὸ μὲν ὡς ἐνεστός, τὸ δὲ ὡς
10μέλλον γέγραπται. ὅμοιον δὲ καὶ τὸ „ὁ ποιῶν τοὺς ἀγ‐ γέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον, καὶ ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆσ“, καὶ τὸ „ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν“. καὶ γὰρ τὸ μετὰ πολλοὺς τοὺς χρόνους
15ἑπόμενον ὡς ἤδη γενόμενον εἴρηται. πρὸς δὲ τὸ λέγειν, ὡς περὶ τῶν ἐν τῷ Σιναίῳ ὄρει εἴρηται τὸ „ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη“, ἐροῦμεν, ὅτι πρότερον μνησθεὶς τῆς παλαιᾶς νομοθεσίας ὁ προφήτης καὶ εἰπών· „ἐξηῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν
20αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ“, προσέθηκε τὸ „μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη“, τουτέστι μετὰ τὸ δοῦναι αὐτὸν τοῖς ἐξ Ἰσραὴλ τὴν ὁδὸν τῆς ἐπιστήμης ἤγουν τὸν γραπτὸν νόμον. Ἡσαΐου· „Ἰδοὺ ὁ θεὸς ἡμῶν, ἰδοὺ κύριος μετὰ ἰσχύος ἔρχεται καὶ ὁ βραχίων αὐτοῦ μετὰ κυρίας. ἰδοὺ ὁ μισθὸς
25αὐτοῦ μετ’ αὐτοῦ καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ. ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ“. Μιχαίου· „Ἀκούσατε λαοὶ πάντες λόγον καὶ προσεχέτω
ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ, καὶ ἔσται κύριος227

228

ἐν ὑμῖν εἰς μαρτύριον. κύριος ἐκ ναοῦ ἁγίου αὐτοῦ, διότι ἰδοὺ κύριος ἐκπορεύσεται ἐκ τοῦ τόπου αὐτοῦ καὶ κατα‐ βήσεται καὶ ἐπιβήσεται ἐπὶ τὰ ὑψηλὰ τῆς γῆσ“. Τοῦ αὐτοῦ· „Καὶ σύ, Βηθλεὲμ οἶκος τοῦ Ἐφραθά, ὀλι‐
5γοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνοσ“. Τοῦτον τὸν ἀπ’ ἀρχῆς καὶ ἀφ’ ἡμερῶν αἰῶνος ἐκ παρθένου κατὰ σάρκα τίκτεσθαι ὁ Ἡσαΐας προεφήτευσεν
10εἰπών· „Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.“ Καὶ πάλιν· „Πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων ἐξέφυγε καὶ ἔτεκεν ἄρσεν. τίς ἤκουσε τοιοῦτο καὶ τίς ἑώρακεν οὕτωσ“;
15 Ὁρᾷς τὸν προφήτην θαυμάζοντα τοῦ τόκου τὸ πα‐ ράδοξον; Τοῦ Δαβίδ· „Ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο
20ἔχρισέν σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου“. Τοῦ αὐτοῦ· „Κύριε, κλῖνον οὐρανοὺς καὶ κατάβηθι“. Τοῦ αὐτοῦ· „Ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ ἐμφάνηθι ἐναντίον Ἐφραῒμ καὶ Βενιαμὶν καὶ Μανασσῆ, ἐξέγειρον τὴν
25δυναστείαν σου καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶσ“. Ζαχαρίου· „Χαῖρε καὶ εὐφραίνου, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραῢς
καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον“.228

229

Ὅτι τὰ ἔθνη κληθήσονται καὶ λαὸς ἕτερος, οὐχ ὁ ἰουδαϊκός, τὸ κήρυγμα δέξεται τῆς Χριστοῦ παρουσίας, καὶ ὅτι τῷ ὀνόματι αὐτοῦ κληθήσονται οἱ εἰς αὐτὸν πιστεύοντες, τουτέστι χριστιανοί.
5 Ἡσαΐου· „Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι, καὶ ηὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν. εἶπα· ἰδοὺ πάρειμι ἔθνει, οἳ οὐκ ἐπεκαλέσαντο τὸ ὄνομά μου“. Τοῦ αὐτοῦ· „Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ’ αὐτῷ ἔθνη
10ἐλπιοῦσιν“. Τοῦ αὐτοῦ· „Παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη“. Ζαχαρίου· „Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιών, διότι ἰδοὺ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος,
15καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔσονται αὐτῷ εἰς λαόν“. Ἰακώβ· „Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως οὗ ἔλθῃ, ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν“.
20 Τοῦ Δαβίδ· „Καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ κύριοσ“. Τοῦ αὐτοῦ· „Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον“. Τοῦ αὐτοῦ· „Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς
25κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν· ὅτι τοῦ κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν“. Μαλαχίου, ὅτι ἀποστραφήσεται κύριος τοὺς υἱοὺς Ἰσραήλ,
τὰ δὲ ἔθνη προσλήψεται· „Οὐκ ἔστι μοι θέλημα ἐν ὑμῖν,229

230

λέγει κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν, διότι ἀπὸ ἀνατολῶν ἡλίου καὶ ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά,
5διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει κύριος παν‐ τοκράτωρ“. Ἡσαΐου, ὅτι χριστιανοὶ κληθήσονται· „Ὑμᾶς δὲ ἀνελεῖ κύριος, τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ὄνομα καινόν, καὶ εὐλογηθήσεται ἐπὶ πάσης τῆς γῆς· εὐλογήσουσι γὰρ τὸν
10θεὸν τὸν ἀληθινόν“. Τοῦ αὐτοῦ· „Ὄψονται ἔθνη τὴν δόξαν σου, καὶ πάντες οἱ βασιλεῖς τὴν δικαιοσύνην σου, καὶ κληθήσεται τὸ ὄνομα τὸ καινόν, ὃ ὁ κύριος ὀνομάσει αὐτό“. Τοῦ αὐτοῦ· „Ἐγὼ δὲ ἤγειρα τὸν ἀπὸ βορρᾶ καὶ τὸν
15ἀφ’ ἡλίου ἀνατολῶν, καὶ κληθήσονται τῷ ὀνόματί μου“. Ὠσηέ· „Καὶ ἔσται ἐπ’ ἐσχάτων τὸ ὄνομα αὐτοῦ ἐμφανὲς ἐν πάσῃ τῇ γῇ, καὶ τῷ ὀνόματι αὐτοῦ ἐπικληθήσονται λαοὶ πολλοί, καὶ κατὰ τὰς ὁδοὺς αὐτοῦ πορευθέντες ζήσονται ἐν αὐταῖσ“.
20Ὅτι παυθήσεται ἡ νομικὴ λατρεία καὶ θυσίαι, καὶ ἡ περιτομὴ ἀρθήσεται, καὶ τὰ εἴδωλα καταλυθήσεται τοῦ Χριστοῦ παραγενομένου. Ἱερεμίου· „Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην
25καινήν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ
διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει κύριοσ“.230

231

Τοῦ αὐτοῦ· „Οὐκ ηὐδόκησα ἐπί σοι, λέγει κύριος ὁ θεός σου, ὅτι ἀπ’ αἰῶνος συνέτριψας τὸν ζυγόν σου καὶ διέρρηξας τοὺς δεσμούς σου καὶ εἶπας· οὐ δουλεύσω σοι, ἀλλὰ πορεύσομαι ἐπὶ πάντα βουνὸν ὑψηλὸν καὶ ὑποκάτω
5παντὸς ξύλου κατασκίου“. Ἡσαΐου· „Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν, λέγει κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι, οὐδ’ ἂν ἔρχησθε ὀφθῆναί μοι. τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν
10αὐλήν μου οὐ προσθήσεσθε. ἐὰν φέρητέ μοι σεμίδαλιν, μάταιον· θυμίαμα βδέλυγμά μοί ἐστι· τὰς νεομηνίας ὑμῶν καὶ τὰ σάββατα ὑμῶν καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν καὶ ἀργίαν καὶ τὰς νεομηνίας ὑμῶν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου“.
15 Ἀμώς· „Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν. διότι καὶ ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ θυσίας ὑμῶν, οὐ προσδέξομαι αὐτά, καὶ σωτηρίου ἐπιφανείας ὑμῶν οὐκ ἐπιβλέψομαι. μετά‐ στησον ἀπ’ ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου
20οὐκ ἀκούσομαι“. Μαλαχίου· „Οὐκ ἔστι μοι θέλημα ἐν ὑμῖν, λέγει κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν, διότι ἀπὸ ἀνατολῶν ἡλίου καὶ ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα
25προσφέρεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά“. Ἡσαΐου· „Ἰδοὺ κύριος κάθηται ἐπὶ νεφέλης κούφης καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται πάντα τὰ χειροποίητα
Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ“.231

232

Τοῦ αὐτοῦ· „Γνωσθήσεται κύριος τοῖς Αἰγυπτίοις, καὶ φοβηθήσονται τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ“. Τοῦ αὐτοῦ· „Ἐπιφανήσεται κύριος ἐπ’ αὐτοὺς καὶ ἐξολο‐ θρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν“.
5 Δέδεικται ἱκανῶς, ὅτι καὶ θεὸς ὁ Χριστὸς καὶ οὔτε Ἰουδαίους ἀνακαλέσεται ἐρχόμενος, ὡς αὐτοὶ φρεναπατῶνται, ἀλλὰ τὰ ἔθνη ἐκλέξεται καὶ τὴν νομικὴν παύσει καθόλου λατρείαν καὶ τὸ ὄνομα αὐτοῦ ἐπιθήσει τοῖς εἰς αὐτὸν πιστεύουσι, καὶ οὐκέτι κνῖσαι καὶ αἵματα, ἀλλὰ θυσία
10καθαρά, οὐδὲ ἐν Ἱεροσολύμοις ἡ λατρεία περιορισθήσεται, ἀλλ’ ἐν παντὶ τόπῳ θυμίαμα καὶ θυσία καθαρὰ προσενε‐ χθήσεται τῷ θεῷ. Ὅτι οὖν ταῦτα πάντα εἰς ἔργον ἤχθη, κἂν ἡμεῖς σιωπήσωμεν, οἱ λίθοι κεκράξονται. πῶς οὖν τῶν προ‐
15φητευθέντων πέρας λαβόντων ἔτι ἀρνοῦνται τὸ ὅτι ἦλθε καὶ ἔτι ἐρχόμενον αὐτὸν προσδοκῶσιν; ἰδοὺ γὰρ ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν κατὰ τὸν προφήτην τὸ κήρυγμα τῆς Χριστοῦ παρουσίας ἐξετάθη, καὶ θυσία καθαρὰ προσφέρεται, καὶ τῷ ὀνόματι αὐτοῦ ἐπεκλήθημεν, καὶ ὁ
20λαὸς ὁ κτισθεὶς αἰνεῖ τὸν κύριον, καὶ μὴν καὶ τὰ εἴδωλα μετὰ τὴν Χριστοῦ ἐπιδημίαν κατελύθησαν. καὶ οὐ μόνον ἔθνη πολλὰ τῆς εἰδωλολατρείας ἀπέστησαν, ἀλλὰ καὶ αὐτοὶ οἱ Ἰουδαῖοι ἀεὶ εἰδωλοθυτοῦντες καὶ τοὺς υἱοὺς καὶ τὰς θυγατέρας τοῖς δαιμονίοις ὁλοκαυτοῦντες, νῦν τοῦ Χριστοῦ
25ἐνδημήσαντος καὶ ἄκοντες τῶν βδελυρῶν ἐκείνων ἐπαύ‐
σαντο θυσιῶν.232

233

Μαρτυρίαι περὶ τοῦ σταυροῦ καὶ τοῦ γενομένου σκότους ἐν τῇ ἡμέρᾳ τῆς σταυρώσεως, τοῦ τε ὄξους καὶ τῆς χολῆς, ὧν ὁ Χριστὸς πεπότισται, καὶ τῶν ῥαπισμάτων καὶ μαστίγων καὶ ἥλων καὶ τῆς ταφῆς αὐτοῦ καὶ τῆς ἀναστάσεως καὶ τῶν ἄλλων
5τῶν περὶ αὐτοῦ προκηρυχθέντων, ἅτινα καὶ πέπρακται ἐν τῷ Χριστῷ καὶ ἤδη τετελείωται. Τοῦ Δαβίδ· „Ἱνατί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ
10Χριστοῦ αὐτοῦ“. Ἱερεμίου· „Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει κύριος, ἀπολεῖται ἡ καρδία τοῦ βασιλέως καὶ ἡ καρδία τῶν ἀρχόντων, καὶ οἱ ἱερεῖς ἐκστήσονται καὶ οἱ προφῆται θαυμάσονται“. Τοῦ αὐτοῦ· „Φωνὴ ἐν Ῥαμὰ ἠκούσθη, θρῆνος καὶ
15κλαυθμὸς καὶ ὀδυρμός· Ῥαχὴλ ἀποκλαιομένη τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παύσασθαι, ὅτι οὐκ εἰσίν“. Ὅτι δὲ περὶ τῆς Βηθλεὲμ εἴρηται (ἐκεῖ γὰρ τέθαπται ἡ Ῥαχήλ), τὰ ἐν τῇ γενέσει μαρτυρεῖ· „ἀπέθανε“, φησί, „Ῥαχὴλ καὶ ἐτάφη ἐν ὁδῷ Ἐφραθά· αὕτη ἐστὶ Βηθλεέμ“.
20 Τοῦ Δαβίδ· „Ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν“. Ζαχαρίου· „Καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς. καὶ εἶπε κύριος πρός με· κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον, καὶ σκέψαι, εἰ δόκιμόν ἐστιν, ὃν τρόπον ἐδοκι‐
25μάσθην ὑπὲρ αὐτῶν“.233

234

Ἡσαΐου· „Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν— διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη“. Τοῦ αὐτοῦ· „Τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ
5ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων“. Τοῦ αὐτοῦ· „Οὕτως λέγει κύριος ὁ ῥυσάμενός σε θεὸς Ἰσραήλ· ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων. βασιλεῖς ὄψονται αὐτόν, καὶ ἀναστήσονται ἄρχοντες καὶ προσ‐
10κυνήσουσιν αὐτόν“. Ἱερεμίου· „Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων, ὅτι ἐπ’ ἐμὲ ἐβουλεύσαντο λογισμὸν πονηρὸν λέγοντες· δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ καὶ ἐκτρίψωμεν αὐτὸν ἐκ γῆς ζώντων“.
15 Ἄρτος δὲ τὸ σῶμα νοηθήσεται, καθώς φησιν αὐτὸς ὁ κύριος κλάσας τὸν ἄρτον· „λάβετε, φάγετε, τοῦτό μού ἐστι τὸ σῶμα“. Τοῦ Δαβίδ· „Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλ‐
γηδών μου ἐνώπιόν μού ἐστι διαπαντόσ“.234

235

Ζαχαρίου· „Καὶ ἐρῶ πρὸς αὐτόν· τί αἱ πληγαὶ αὗται ἀναμέσον τῶν χειρῶν σου; καὶ ἐρεῖ· ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου. ῥομφαῖα ἐξεγέρθητι ἐπὶ τὸν ποιμένα μου καὶ ἐπ’ ἄνδρα πολίτην αὐτοῦ, λέγει κύριος παντοκράτωρ,
5πάταξον τὸν ποιμένα καὶ διασκόρπισον τὰ πρόβατα“. Τοῦ Δαβίδ· „Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξη‐ ρίθμησαν πάντα τὰ ὀστᾶ μου, διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον“. Τοῦ αὐτοῦ· „Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς
10τὴν δίψαν μου ἐπότισάν με ὄξοσ“. Ἀμώς· „Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει κύριος ὁ θεός, δύσεται ὁ ἥλιος μεσημβρίας καὶ συσκοτάσει ἐν ἡμέρᾳ τὸ φῶσ“. Ζαχαρίου· „Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκ ἔσται φῶς, ἀλλὰ ψύχος καὶ πάγος ἔσται μίαν ἡμέραν, καὶ ἡ ἡμέρα
15ἐκείνη γνωστὴ τῷ κυρίῳ, καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ, καὶ πρὸς ἑσπέραν ἔσται φῶσ“. Ἱερεμίου· „Ἐκενώθη ἡ τίκτουσα ἑπτά, ἀπεκάκησεν ἡ ψυχὴ αὐτῆς· ἀπέδυ ὁ ἥλιος αὐτῇ ἔτι μεσούσης τῆς ἡμέρας. κατῃσχύνθη καὶ ὠνειδίσθη. τοὺς καταλοίπους αὐτῶν δώσει
20εἰς μάχαιραν ἐναντίον τῶν ἐχθρῶν αὐτῶν, φησὶ κύριοσ“. Τοῦ αὐτοῦ· „Πνεῦμα προσώπου ἡμῶν Χριστὸς κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς ἡμῶν, οὗ εἴπομεν· ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν“. Ἡσαΐου· „Ἀπὸ προσώπου ἀδικίας ἦρται ὁ δίκαιος, ἔσται
25ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ“. Δαβίδ· „Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος. ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ
ἐν σκιᾷ θανάτου“.235

236

Ὠσηέ· „Καὶ ζητήσουσι τὸ πρόσωπόν μου ἐν θλίψει αὐτῶν, καὶ ὀρθριοῦσι πρός με λέγοντες· πορευθῶμεν καὶ ἐπιστρέψωμεν πρὸς κύριον τὸν θεὸν ἡμῶν, ὅτι αὐτὸς ἥρπακε καὶ ἰάσεται ἡμᾶς, πατάξει καὶ μοτώσει ἡμᾶς, ὑγιάσει ἡμᾶς
5μετὰ δύο ἡμέρας. ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστησόμεθα καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ καὶ γνωσόμεθα· διώξωμεν τοῦ γνῶναι τὸν κύριον, ὡς ὄρθρον ἕτοιμον εὑρήσωμεν αὐτόν, καὶ ἥξει ὡς ὑετὸς ἡμῖν πρώϊμος καὶ ὄψιμοσ“. Ἡσαΐου· „Νῦν ἀναστήσομαι, λέγει κύριος, νῦν δοξασθή‐
10σομαι, νῦν ὑψωθήσομαι, νῦν ὄψεσθε, νῦν αἰσθήσεσθε, ματαία ἔσται ἡ ἰσχὺς τοῦ πνεύματος ὑμῶν“. Σοφονίου· „Διὰ τοῦτο ὑπόμεινόν με, λέγει κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον“. Δαβίδ· „Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην
15οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν“. 〈Τοῦ αὐτοῦ·〉 „Καὶ ἐξηγέρθη ὡς ὁ ὑπνῶν κύριος, ὡς δυνατὸς καὶ κεκραιπαληκὼς ἐξ οἴνου, καὶ ἐπάταξε τοὺς ἐχθροὺς αὐτοῦ εἰς τὰ ὀπίσω“. Τοῦ αὐτοῦ· „Ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμῷ, κύριος ἐν
20φωνῇ σάλπιγγοσ“. 〈Τοῦ αὐτοῦ·〉 „Καὶ ἐπέβη ἐπὶ χερουβὶμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων“. Τοῦ αὐτοῦ· „Αἱ βασιλεῖαι τῆς γῆς ᾄσατε τῷ θεῷ, ψάλατε τῷ κυρίῳ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ
25κατὰ ἀνατολάσ“. Καὶ πάλιν· „Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρ‐
θητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξησ“.236

237

Κεφάλαιον ΛΒʹ. Ἐκ τῶν παναρίων τοῦ ἁγίου Ἐπιφανίου περὶ τῶν παρ’ Ἑβραίοις βιβλίων, καὶ στιχισμὸς βιβλίων τῆς παλαιᾶς καὶ νέας διαθήκης, καὶ περὶ σταθμῶν καὶ
5 μέτρων φερομένων ἐν τῇ θείᾳ γραφ. Ἐκ τοῦ αʹ βιβλίου τόμου αʹ. Ἔσχον δὲ οὗτοι οἱ Ἰουδαῖοι ἄχρι τῆς ἀπὸ Βαβυλῶνος τῆς αἰχμαλωσίας ἐπανόδου βίβλους τε καὶ προφήτας τούτους καὶ προφητῶν βίβλους ταύτας·
10 αʹ γένεσιν, βʹ ἔξοδον, γʹ λευϊτικόν, δʹ ἀριθμούς, εʹ δευ‐ τερονόμιον, ϛʹ Ἰησοῦν τοῦ Ναυῆ, ζʹ τῶν κριτῶν, ηʹ τῆς Ῥούθ, θʹ Ἰώβ, ιʹ ψαλτήριον, ιαʹ παροιμίας Σολομῶντος, ιβʹ ἐκκλησιαστήν, ιγʹ ᾆσμα τῶν ᾀσμάτων, ιδʹ βασιλειῶν αʹ, ιεʹ βασιλειῶν βʹ, ιϛʹ βασιλειῶν γʹ, ιζʹ βασιλειῶν δʹ, ιηʹ παρα‐
15λειπομένων αʹ, ιθʹ παραλειπομένων βʹ, κʹ δωδεκαπρόφητον, καʹ Ἡσαΐαν, κβʹ Ἱερεμίαν, Βαρούχ, θρήνους, ἐπιστολήν, κγʹ Ἱεζεκιήλ, κδʹ Δανιήλ, κεʹ Ἔσδρα αʹ, κϛʹ Ἔσδρα βʹ, κζʹ Ἐσθήρ. Καὶ αὗται μέν εἰσιν αἱ κζʹ βίβλοι ἐκ θεοῦ δοθεῖσαι
20τοῖς Ἰουδαίοις, ὡς δὲ τὰ παρ’ αὐτοῖς κβʹ στοιχεῖα τῶν ἑβραϊκῶν γραμμάτων ἀριθμούμεναι διὰ τὸ διπλοῦσθαι δέκα βίβλους καὶ πέντε λέγεσθαι, περὶ οὗ ἀλλαχοῦ που σαφῶς
εἰρήκαμεν.237

238

Εἰσὶ δὲ καὶ ἄλλαι βʹ βίβλοι παρ’ αὐτοῖς ἐν ἀμφιλέκτῳ, ἡ σοφία τοῦ Σιρὰχ καὶ ἡ τοῦ Σολομῶντος, χωρὶς ἄλλων τινῶν βιβλίων ἐναποκρύφων. Τῆς δὲ νέας διαθήκης εἰσὶν αἱ βίβλοι· εὐαγγέλια δʹ· Ματθαῖος,
5Μάρκος, Λουκᾶς, Ἰωάννης, τῶν ἀποστόλων αἱ πράξεις αʹ, καθολικαὶ ἐπιστολαὶ ζʹ· Ἰακώβου αʹ, Πέτρου βʹ, Ἰωάννου γʹ, Ἰούδα αʹ, τοῦ ἁγίου Παύλου ἐπιστολαὶ ιδʹ. Στιχισμὸς παλαιᾶς καὶ νέας διαθήκης καὶ ἄλλων βιβλίων καὶ λόγων πατέρων.
10Γένεσις στίχοι ͵δτʹ ἔξοδος στίχοι ͵γυʹ λευϊτικόν στίχοι ͵βψʹ ἀριθμοί στίχοι ͵γφʹ αὗταί εἰσιν αἱ διὰ στόματος θεοῦ ὑπαγορευθεῖσαι καὶ
15ἐν χειρὶ Μωυσέως γραφεῖσαι. δευτερονόμιον στίχοι ͵γρʹ οὐ διὰ στόματος θεοῦ ὑπαγορευθέν, ἀλλὰ διὰ Μωυσέως δευτερονομηθέν· διὸ οὔτε ἐτέθη ἐν τῷ ἀρωνᾶ, τουτέστιν ἐν τῇ κιβωτῷ τῆς διαθήκης.
20αὕτη ἐστὶν ἡ Μωσαϊκὴ πεντάτευχος. Ἰησοῦ τοῦ Ναυῆ στίχοι ͵βρʹ κριταί στίχοι ͵βρʹ Ῥούθ στίχοι τʹ ὁμοῦ τῆς ὀκτατεύχου στίχοι μυριάδες δύο ͵αφʹ
25βασιλειῶν αʹ στίχοι ͵βχνʹ
βασιλειῶν βʹ στίχοι ͵βφνʹ238

239

βασιλειῶν γʹ στίχοι ͵βφκεʹ βασιλειῶν δʹ στίχοι ͵βχϙʹ ὁμοῦ στίχοι α̈υιεʹ παραλειπομένων αʹ στίχοι ͵βχʹ
5παραλειπομένων βʹ στίχοι ͵βχʹ ὁμοῦ στίχοι ͵εςʹ Ἔσδρα αʹ στίχοι ͵βʹ Ἔσδρα βʹ στίχοι ͵αφοʹ ὁμοῦ στίχοι ͵γφοʹ
10Ἡσαΐας στίχοι ͵γωʹ Ἱερεμίου στίχοι ͵δωʹ Βαρούχ στίχοι φδʹ θρῆνοι στίχοι φιʹ ἐπιστολή στίχοι σνʹ
15Ἱεζεκιήλ στίχοι ͵δ Δανιήλ στίχοι ͵αψνʹ Σουσάννης στίχοι ρκʹ ὁμοῦ στίχοι α̈͵φψδʹ Ὠσηέ στίχοι φϙβʹ
20Ἀμώς στίχοι υϙεʹ Μιχαίας στίχοι υʹ Ἰωήλ στίχοι σλʹ Ἀβδίου στίχοι ξʹ Ἰωνᾶς στίχοι ρλεʹ
25Ναούμ στίχοι τθʹ Ἀμβακούμ στίχοι ρνβʹ Σοφονίας στίχοι ρθʹ Ἀγγαίου στίχοι ριγʹ Ζαχαρία στίχοι ψνʹ
30Μαλαχίας στίχοι σδʹ239

240

ὁμοῦ τῶν ιβʹ προφητῶν στίχοι ͵γφμθʹ. Ἰώβ στίχοι ͵βςʹ παροιμίαι Σολομῶντος στίχοι ͵βσνʹ ἐκκλησιαστής στίχοι ͵ϛϙγʹ
5ᾆσμα ᾀσμάτων στίχοι τνγʹ σοφία Σολομῶντος στίχοι ͵αςʹ σοφία Σιράχ στίχοι ͵βωʹ ὁμοῦ τὸ ἑξασόφιον στίχοι ͵θψϙϛʹ ψαλτήριον στίχοι ͵ερʹ
10ᾠδαί στίχοι ͵ϛʹ Ἐσθήρ στίχοι ψνʹ Τωβίτ στίχοι ψνʹ Ἰουδίθ στίχοι ͵ατʹ μακκαβαϊκὸν αʹ στίχοι ͵αφʹ
15μακκαβαϊκὸν βʹ στίχοι ͵βςʹ μακκαβαϊκὸν γʹ στίχοι ͵βσνʹ μακκαβαϊκὸν δʹ στίχοι ͵ασπʹ Ματθαῖος στίχοι ͵βχʹ Μάρκος στίχοι ͵αψʹ
20Λουκᾶς στίχοι ͵βψʹ Ἰωάννης στίχοι ͵βψʹ πράξεις ἀποστόλων στίχοι ͵βωʹ καθολικαὶ ζʹ στίχοι ͵αμʹ Ἰακώβου στίχοι σμʹ
25Πέτρου αʹ στίχοι σνʹ Πέτρου βʹ στίχοι ρξʹ
Ἰωάννου αʹ στίχοι σνεʹ240

241

Ἰωάννου βʹ στίχοι λεʹ Ἰωάννου γʹ στίχοι λʹ Ἰούδα στίχοι οʹ ὁμοῦ πράξεις καὶ καθολικαί στίχοι ͵γωμʹ
5ἐπιστολαὶ Παύλου ιδʹ στίχοι ͵ερκζʹ πρὸς Ῥωμαίους στίχοι ͵αςʹ πρὸς Κορινθίους αʹ στίχοι ωοʹ πρὸς Κορινθίους βʹ στίχοι φςʹ πρὸς Γαλάτας στίχοι ρϙζʹ
10πρὸς Ἐφεσίους στίχοι τλγʹ πρὸς Φιλιππησίους στίχοι σκβʹ πρὸς Κολασσαεῖς στίχοι σκϛʹ πρὸς Θεσσαλονικεῖς αʹ στίχοι ςʹ πρὸς Θεσσαλονικεῖς βʹ στίχοι ριαʹ
15πρὸς Τιμόθεον αʹ στίχοι ςʹ πρὸς Τιμόθεον βʹ στίχοι ροηʹ πρὸς Τίτον · στίχοι ριαʹ πρὸς Φιλήμονα στίχοι μαʹ πρὸς Ἑβραίους στίχοι ψλαʹ
20καὶ οἱ κανόνες αὐτῶν ..... ἀναστάσιμα εὐαγγέλια δʹ στίχοι ρπʹ ἀποκάλυψις Ἰωάννου ἡ ἐν Πάτμῳ στίχοι ..... ὁμοῦ τῆς καινῆς διαθήκης στίχοι ..... βίος Ἀντωνίου στίχοι ͵βφʹ
25καὶ Παύλου τοῦ ἁπλοῦ στίχοι τοβʹ Νείλου εἰς τοὺς πατέρας καὶ τὸν
υἱὸν αὐτοῦ Θεόδουλον στίχοι ͵βωʹ241

242

Νείλου περὶ φιλοσοφίας στίχοι ͵βτʹ Νείλου εἰς τοὺς ηʹ λογισμούς στίχοι φξʹ Διαδόχου κεφάλαια ρʹ στίχοι ͵αφʹ Ἰωάννου Καρπαθίου κεφάλαια ρʹ στίχοι ͵αφʹ
5Κασσιανοῦ λόγοι γʹ στίχοι ͵γτʹ Μάρκου μοναχοῦ οὕτως· περὶ νόμου πνευματικοῦ στίχοι ͵ελγʹ περὶ τῶν οἰομένων ἐξ ἔργων δικαιοῦσθαι στίχοι ωογʹ
10περὶ συμβουλίας νοός στίχοι σξγʹ περὶ μετανοίας στίχοι χιβʹ περὶ βαπτίσματος στίχοι ͵ατλʹ πρὸς Σχολαστικόν στίχοι ͵α πρὸς Νικόλαον στίχοι ψʹ
15 κατὰ Μελχισεδεκιτῶν στίχοι χʹ τοῦ ἀββᾶ Μαρκιανοῦ ὁμιλίαι κʹ στίχοι ͵δ τὰ δύο κανονάρια στίχοι α̈͵δςʹ τροπολόγιον νέον στίχοι α̈͵β τροπολόγιον παιαιόν στίχοι ͵η
20τῶν γʹ μεγάλων ἑορτῶν τὰς ιβʹ ἀναγνώσεις στίχοι ͵β τὰ νέα κανονάρια ..... Περὶ μέτρων καὶ σταθμῶν. Σάτον ἐστὶ μόδιος κουμουλάτος καὶ διὰ τὸ ὑπέρχυμα
25καλεῖται σάτον. τάλαντον τὰ ͵ϛλεπτὰ ἐλέγετο, λεπτὰ δὲ242

243

ἐκάλουν τὰ ἀσσάρια ἤγουν τὰ δεκάνουμμα, ἑξήκοντα δὲ ἀσσάρια ὑπῆρχε τότε τὸ δηνάριον, τουτέστι τὸ κεράτιον, ἑκατὸν δὲ δηναρίων ὑπῆρχεν ὁ ἀργυροῦς, ἀργυροῦς δὲ ἀπαρχῆς ἐτυπώθη τὸ νόμισμα. τάλαντον δὲ κατὰ τὸν λιτρισμὸν ρκεʹ
5λίτραι εἰσί. τάλαντον δὲ πάλιν ἐστὶ τὸ ὑπερβάλλον πᾶν σταθμιζόμενον μέτρον. ἀλάβαστρόν ἐστι βισσίον ὑελοῦν χωροῦν ἐλαίου λίτραν μίαν· ἀλάβαστρον δὲ λέγεται ἁλὶ παρεικαζόμενον διὰ τὸ εὔθρυπτον. δραχμή ἐστιν οὐγκίας ὄγδοον, καλεῖται δὲ καὶ ὁλκή· ἔχει οὖν γράμματα τρία. ὁ ὀβολὸς ἔχει γράμμα
10ἓν ἥμισυ, τὸ ἥμισυ τῆς δραχμῆς· ὁ κύαθος οὐγκίας βʹ· ὁ χοῦς λίτρας ϛʹ· τὸ ὀξυβάφιον οὐγκίας γʹ· ὁ βάδος τοῦ ἐλαίου λίτρας νʹ· τὸ κοχλιάριον γράμμα ἕν· ἡ μνᾶς λίτραν μίαν ἡμίσειαν· ἡ κοτύλη γράμματα ηʹ· χόρκορός ἐστιν ἥμισυ τῆς δραχμῆς· ὁ δὲ κόρος ἔχει μόδια λʹ· τοῦτο δὲ λέγεται
15καὶ λεκέθ, ἀρτάβη ἐκλήθη παρ’ Αἰγυπτίοις, καὶ ἔστι λίτραι οβʹ. μετρητής ἐστι λίτραι ρδʹ, ὁ ἀπὸ ληνοῦ καταγγιζόμενος, τῶν δʹ λογιζομένων εἰς τρυγίαν. ἔστι δὲ καὶ ἄλλος μετρητὴς λιτρῶν πηʹ. τὸ ἀγγεῖον δέ ἐστι λίτραι πβʹ ἢ οβʹ ἢ ϙϛʹ· τρία γὰρ μέτρα εἰσί. τὸ μικρὸν γόμορ λίτραι ϛʹ, γόμορ δὲ
20κριθῶν μόδια ιεʹ. μνᾶς καὶ μέδιμνος τὸ αὐτὸ μέτρον ἐστί, μόδια ιεʹ. ἔστι δὲ ἄλλος μέδιμνος μόδια δʹ ἥμισυ. νέβελ λίτραι κδʹ· κάβος λίτραι ϛʹ· ἲν λίτραι ϛʹ· μικρὸς σίκλος ἡμιούγκιον· τοῦτο δὲ λέγεται στατήρ, γίνεται δὲ ἀργύρια βʹ.
οἳ γίνονται ὀβολοὶ κʹ. ὑφή. χοῖνιξ.243

244

Περὶ τοῦ Σήθ. Ποιήσας ὁ θεὸς ἐν ἀρχῇ τὸν Ἀδὰμ κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ, ἐνέθηκεν εἰς τὸ πρόσωπον αὐτοῦ διὰ τοῦ ἐμφυσήματος τὴν χάριν καὶ ἔλλαμψιν καὶ ἀκτῖνα τοῦ παναγίου πνεύματος. εἶτα διὰ
5τῆς παρακοῆς καὶ τῆς ἁμαρτίας ἀποσβεσθείσης τῆς τοιαύτης χάριτος ἐκ τοῦ προσώπου αὐτοῦ, ἐγέννησε τὸν Κάϊν, ἐγέννησε τὸν Ἄβελ. μετὰ δὲ τούτους, ἄκουσον τί φησιν ἡ γραφή· „ἔζησε δὲ Ἀδὰμ ἔτη διακόσια καὶ τριάκοντα καὶ ἐγέννησεν υἱὸν κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ“, τουτέστιν οἷαν εἶχεν ἀπαρχῆς, ὅτε γέγονεν
10ὑπὸ θεοῦ, εἰκόνα καὶ ἔλλαμψιν ἐπὶ τοῦ προσώπου, „καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ“, τουτέστιν ἐξανάστασις, ἐπειδὴ εἶδεν ἐν ἑαυτῷ ἀνακαινισθεῖσαν τὴν ἀρχαίαν καὶ παράδοξον ἐκείνην ἐπὶ τοῦ προσώπου μορφὴν καὶ χάριν καὶ ἔλλαμψιν τοῦ παναγίου πνεύματος, ἣν θεα‐ σάμενοι ἐπὶ τοῦ προσώπου τοῦ Σὴθ ἅπαντες οἱ κατ’ ἐκεῖνον τὸν
15καιρὸν ἄνθρωποι εὐθέως προσηγόρευσαν αὐτὸν θεόν. καὶ διὰ τοῦτο περὶ τῶν υἱῶν αὐτοῦ εἶπεν ἡ γραφή, ὅτι „ἰδόντες οἱ υἱοὶ τοῦ θεοῦ“, τουτέστιν υἱοὶ τοῦ Σήθ, „τὰς θυγατέρας τῶν ἀνθρώπων“, τὰς ἐκ τοῦ γένους τοῦ Κάϊν, „ἔλαβον ἑαυτοῖς γυναῖκασ“. μετεῖχον γὰρ καὶ αὐτοὶ τῆς χάριτος τοῦ ἁγίου πνεύματος, ἕως οὗ εἶπεν ὁ θεός, ὅτι
20„οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοισ“. μέντοιγε ὁ Σὴθ ἐπὶ ἐννακοσίους πέντε χρόνους διέμεινεν ἐν μέσῳ τῶν ἀνθρώπων ἔχων τὴν τοιαύτην παράδοξον τοῦ προσώπου μορφήν, ὀνομαζόμενος ὑπὸ πάντων θεός. καὶ ὁ Ναβουχοδονόσορ δὲ τὴν παράδοξον ὄψιν τοῦ τετάρτου „υἱὸν θεοῦ“ ἐκάλεσε, καὶ ὁ Μανωὲ
25τὴν ἐξαίρετον τοῦ ἀγγέλου μορφὴν „θεὸν“ προσηγόρευσεν, ὁμοίως καὶ ὁ Ἰακὼβ τὴν ξένην τοῦ παλαίσαντος αὐτῷ ὄψιν „θεὸν“ ὠνόμασε, καὶ ἡ ἐγγαστρίμυθος μορφὰς παραδόξους θεασαμένη „θεοὺσ“ αὐτοὺς προσηγόρευσε. καὶ Μωυσῆς δὲ ἐπὶ τεσσαράκοντα χρόνους διέμεινεν ἐν ἐκείνῃ τῇ παραδόξῳ τοῦ προσώπου μορφῇ.
30 Καὶ τίνος χάριν ὁ πάντων τούτων τὰ πρόσωπα οὕτω δοξάσας Χριστὸς οὐκ ἔδειξε τοῖς ἀνθρώποις ἐν ἑαυτῷ τοιαύτην μορφήν; ὅπως πιστωθῇ, ὅτι θεὸς ὑπάρχει ἀληθῶς καὶ τούτου χάριν κρείττονα παρὰ
τὴν ὑλικὴν καὶ γηγενῆ καὶ φθαρτὴν ἔχει μορφήν. ἀλλ’ ἐταπείνωσε244

245

καὶ ἐκένωσεν ἑαυτόν, μορφὴν δούλου ἑκουσίως λαβών, ὅθεν καὶ ἐν αὐτῇ τῇ ταπεινώσει ταπεινοτέρως ἐταπείνωσεν ἑαυτόν. οὐ γὰρ υἱὸς βασιλέως γέγονεν, οὐχ υἱὸς ἀρχιερέως, οὐχ υἱὸς δυνάστου, οὐ μητρὸς βασιλίδος, ἀλλὰ γονέων πτωχῶν, κώμης οἰκτρᾶς Ναζαρέτ, οὐ μητρο‐
5πόλεώς τινος, οὐ τῆς Ἱερουσαλήμ, ἀλλὰ τοῦ πτωχοῦ· Ἰωσὴφ πτωχός, ἡ τούτου τέχνη οἰκτρά, ὁ βίος αὐτῶν πτωχός. ὅθεν καὶ ἐν Βηθλεὲμ „οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι“, οὔτε μὴν πλῆθος δούλων καὶ ζῴων καὶ ἡμιόνων. διὸ καὶ πᾶσα ἡ ἐπὶ γῆς τοῦ Χριστοῦ δια‐ τριβὴ ἐν πτωχείᾳ καὶ πεζῇ πορείᾳ γέγονεν. ὁ κύριος τοῦ οὐρανοῦ
10καὶ τῆς γῆς πεζὸς καὶ ἀδούλευτος ὢν οἶκον ἐξ οἴκου μετερχόμενος καὶ ξενοδοχούμενος καὶ ἐκ τῶν συνακολουθούντων αὐτῷ γυναικῶν τρεφόμενος ὁ πᾶσι τὴν ζωὴν καὶ τὴν τροφὴν χαριζόμενος. ταῦτα δὲ πάντα τὰ πτωχοπρεπῆ οὐκ ἀσκόπως ὁ Χριστὸς πεποίηκεν, ἀλλ’ ἐπειδὴ δι’ ὑψηλοφροσύνης ἔπεσεν ὁ ἄνθρωπος νομίσας γενέσθαι θεός,
15τούτου χάριν διὰ πολλῆς καὶ ἀφάτου ταπεινοφροσύνης πεποίηκεν ὁ Χριστὸς πάντα τὰ τῆς ἐνσάρκου οἰκονομίας αὐτοῦ, ἐπὶ τοσοῦτον ταπεινώσας ἑαυτόν, ὥστε καὶ αὐτὰ αὐτοῦ τὰ ἐντάφια ἱμάτια οὐκ ἐξ οἰκείων γονέων, ἀλλ’ ἐκ τοῦ Ἰωσὴφ ἐκομίσατο ἑκουσίως. Τοῦ ἁγίου Πρόκλου.
20 „Ἑπτὰ λύχνοι“ εἰσὶν—„ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ“. „Ἑπτὰ ἐπαρυστρίδεσ“ εἰσὶν „ἐπάνω“ τὰ τῆς χάριτος ἑπτὰ πνεύματα, ὡς Ἡσαΐας φησί· „καὶ ἐπαναπαύσεται ἐπ’
αὐτόν“, δῆλον δὲ τὸν ἐκ ῥίζης Ἰεσσαὶ ἐξερχόμενον, τουτέστιν245

246

ἀνθοῦντα. εἰσὶ δὲ ταῦτα· „πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, πνεῦμα φόβου θεοῦ“. „δύο ἐλαῖαί“ εἰσιν „ἐπάνω“ αἱ δύο διαθῆκαι. ὡς γὰρ ἡ ἐλαία τὸ φύλλον ἀειθαλὲς κέκτηται,
5οὕτως καὶ αἱ διαθῆκαι ἀπαύστως ἔχουσι τὰς περὶ Χριστοῦ μαρτυρίας. „Οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ“. οὐ τοῦ θέλοντος Ἰσαὰκ οὐδὲ τοῦ τρέχοντος Ἠσαύ, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ τὸν Ἰακώβ.
10 Περὶ τοῦ Κάϊν· τοῦ ἁγίου Βασιλείου. Πρῶτον ἁμάρτημα φθόνος—ἐν τῷ ἀναιρεθῆναι τὸν Κάϊν. Κυρίλλου ἐκ τῶν γλαφυρῶν. Ἑπτὰ ἁμαρτήματα τοῦ Κάϊν—οὐκ ἀνεθελήτως
15ἀπηλλαγμένον. Αἱ τιμωρίαι. „Ἐπικατάρατος ἡ γῆ“, μία κόλασις. „ἐργᾷ τὴν γῆν“, δευτέρα αὕτη· ἀβουλήτως γὰρ εἰργάζετο καὶ μὴ θέλων, κατατεινόμενος τοῖς ἔργοις τῆς γῆς νυκτὸς καὶ ἡμέρας, καὶ
20οὐκ ἐδίδου αὐτῷ καρπόν. τρίτη τιμωρία αὕτη ἡ ἀκαρπία246

247

τῶν πόνων. „στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆσ“· δύο προσέθηκεν ἄλλας ταῖς τρισί, στεναγμὸν διηνεκῆ καὶ τρόμον τοῦ σώματος. ἄλλη τιμωρία, ἣν αὐτὸς ἀπεκάλυψεν ὁ Κάϊν εἰπών· „εἰ ἐκβάλλεις με νῦν ἀπὸ τῆς γῆς, ἀπὸ προσώπου
5σου κρυβήσομαι, πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με“. „καὶ εἶπεν· οὐχ οὕτωσ“· ἑβδόμη αὕτη τιμωρία τὸ μηδὲ κρύ‐ πτεσθαι, ἀλλὰ φανερὸν εἶναι πᾶσιν, ὅτι οὗτός ἐστιν ὁ τῶν ἀνοσίων ἔργων δημιουργός. Περὶ τοῦ Λάμεχ, ὅτι δύο φόνους ἐποίησεν.
10 „Ἄνδρα ἀπέκτεινα εἰς τραῦμα καὶ νεανίσκον εἰς μώλωπα“. ἄλλο οὖν τραῦμα καὶ ἄλλο μώλωψ, καὶ ἄλλο ἀνὴρ καὶ ἄλλο νεανίσκος. ἑαυτὸν οὖν ὁ Λάμεχ κατακρίνει. Τοῦ Χρυσοστόμου περὶ τοῦ „οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντοσ“.
15 Διὰ τί δὲ ὅλως τοῦ „ἐλεοῦντος θεοῦ“; μένει γὰρ ἀκμὴν τὸ ζήτημα· „ὃν θέλει, ἐλεεῖ, ὃν θέλει, σκληρύνει“. ὁ θεὸς προγινώσκει μὲν τὰ πάντα προειδὼς τὰ μέλλοντα. ἄλλα γάρ ἐστιν, ἃ κατὰ τὴν ἰδίαν οἰκονομίαν προορίζει, ἄλλα δ’ ἐστίν, ἃ ἀπὸ τῶν ἡμετέρων πράξεων προγινώσκει, ἄλλο προτυπῶσαι,
20ἄλλο προγνῶναι. ἐὰν προγνῶ τὸν κακὸν ἐσόμενον κακόν, οὐχ ἡ πρόγνωσις ἐποίησεν αὐτὸν κακόν. οἷον ἐὰν ἴδω παῖδα κληρονομήσαντα μὴ καλῶς διάγοντα, λέγω, ὅτι οὗτος ταχὺ σκορπίζει τὴν οὐσίαν· οὐκ ἐπειδὴ προεῖδον, προετύπωσα, ἀλλ’ ἀπὸ τῶν ἠθῶν ἐτεκμηράμην, καὶ ποιεῖ τὴν ἀπόβασιν
25οὐχ ἡ πρόγνωσις τοῦ θεασαμένου, ἀλλ’ ἡ πολιτεία τοῦ κακῶς
ἀναστρεφομένου. καὶ ἄλλο παράδειγμα· ὁρῶμέν τινα ὁδὸν247

248

ὀλισθηρὰν ὁδεύοντα καὶ βακτηρίαν οὐκ ἔχοντα, καὶ εὐθέως λέγομεν· οὗτος ὀλισθῆσαι ἔχει. ἆρα ἐπειδὴ προείπομεν, εἰργα‐ σάμεθα τὸν ὄλισθον; οὐχ ὅτι ὁμοία ἡ πρόγνωσις ἡ ἐμὴ καὶ ἡ τοῦ θεοῦ, ἀλλὰ ἀπὸ τῶν σῶν τὰ ὑπέρ σε διδάσκω.
5 Καὶ περὶ τοῦ ὁ θεὸς ἐργάζεται δικαίους καὶ πονηροὺς προφέρουσιν· εἶπε τῷ Ἱερεμίᾳ· „πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε“. ἀνάγνωθι ὀρθῶς καὶ „πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε“.
10ἀλλὰ πρῶτον „ἐπίσταμαί σε“ καὶ τότε „ἡγίακά σε“. ἐνταῦθα τὴν πρόγνωσιν ἔδειξε καὶ μετὰ τὴν πρόγνωσιν τότε τὸν ὅρον· καὶ „πρὸ τοῦ με πλάσαι σε ἐπίσταμαί σε, καὶ πρὸ τοῦ ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε“. διὰ τοῦτο ὁ ἀπόστολος λέγει· „οὓς προέγνω, καὶ προώρισεν“. καὶ οὐκ εἶπε πρῶτον
15προώρισεν, ἀλλὰ προέγνω, καὶ τότε προώρισεν. Εἰσὶν οἱ ἑρμηνεύσαντες τὴν θείαν γραφὴν πρῶτοι οἱ ἑβδομήκοντα, εἶτα Ἀκύλας, Σύμμαχος καὶ Θεοδοτίων. εὕρηται δὲ κατὰ καιροὺς ἐν τῇ Ἱεριχὼ εἰς πίθους βιβλία ἑρμηνεύοντα τὴν θείαν γραφὴν ἀνεπίγραφα, ἅτινα ἐπωνόμασαν τὴν πέμ‐
20πτην ἔκδοσιν. Περὶ τῶν σημείων τῶν κειμένων ἐν τοῖς ἐκ τῶν ἑξαπλῶν Ὠριγένους μεταγραφεῖσι βιβλίοις. —Ὅσοις οἱ ὀβελοὶ πρόσκεινται ῥητοῖς, οὗτοι οὐκ ἔκειντο οὔτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς οὔτε παρὰ τῷ ἑβραϊκῷ
25ἀλλὰ παρὰ μόνοις τοῖς οʹ. σημαίνει οὖν ὁ ὀβελὸς τὸ μὴ
κεῖσθαι τὴν λέξιν ἐν τῷ ἑβραϊκῷ, ἀλλ’ ὑπὸ τῶν οʹ προστε‐248

249

θῆναι κατὰ τὴν δοθεῖσαν αὐτοῖς χάριν εἰς ὠφέλειαν καὶ οὐκ εἰς βλάβην. Ὅσοις ἀστερίσκοι πρόσκεινται ῥητοῖς, οὗτοι ἐν μὲν τῷ ἑβραϊκῷ καὶ τῷ Ἀκύλα καὶ Συμμάχῳ, σπανίως δὲ καὶ
5παρὰ Θεοδοτίονι καὶ τοῖς λοιποῖς ἑρμηνευταῖς ἐφέροντο, ἐν δὲ τοῖς οʹ οὐκέτι· ἀλλὰ παρῆλθον τὴν λέξιν πολλάκις ὡς δισσολογουμένην.
LemniscusὉ λημνίσκος δηλοῖ, ὡς μία ζυγὴ ἢ δύο τῶν ἑρμη‐ νευτῶν ἴδιά τινα εἶπον ἢ ἐνηλλαγμένως ἔθηκαν τὸ ῥητόν.
10
HypolemniscusὉ ὑπολημνίσκος δὲ καὶ οὗτος δηλοῖ ἐγκείμενος, ὡς μία ζυγὴ τῶν ἑρμηνευτῶν παρηλλαγμένως τὴν λέξιν εἶπεν. Κεφάλαιον ΛΓʹ. Ὅροι καὶ ὑπογραφαὶ ἐκ διαφόρων λόγων ἀπανθισθέντες.
15 Χρὴ γινώσκειν ὡς ἐν τοῖς ἑξῆς τεταγμένοις ὅροις σημεῖα διά‐ φορα πρόσκειται. εἰσὶ δὲ ταῦτα·
col1, 17Γ Γρηγορίου θεολόγου
col1, 18Β Βασιλείου
col1, 19ΓΒ Γρηγορίου καὶ Βασιλείου
col1, 20ΓΝ Γρηγορίου Νύσσης
col1, 21ΓΘ Γρηγορίου θαυματουργοῦ
col1, 22ΑΝ Ἀναστασίου Ἀντιοχείας
col1, 23ΘΡ Θεοδώρου Ῥαϊθοῦς
col1, 24ΜΜ Μαξίμου μοναχοῦColumn end
col2, 17ΛΒ Λεοντίου Βυζαντίου
col2, 18ΕΥ τοῦ ἐπικαταράτου Εὐαγρίου
col2, 19 Mu Rho Abbreviationτοῦ ἀββᾶ Μάρκου ἀσκητοῦ
col2, 20ΣΤΦ Στεφάνου φιλοσόφου
col2, 21ΗΛΦ Ἡλίου φιλοσόφου
col2, 22τῶν ἔξω φιλοσόφων
col2, 23Ι τὰ τοιαῦτα ἀνεπίγραφα εὗρονColumn end
25Β Ἀγαθόν ἐστιν, οὗ πάντα ἐφίεται. Ι Ἀγαθός ἐστιν ὁ χωρὶς αἰτήσεως ἀφθόνως τὰ καλὰ χαριζόμενος.
ΗΛ Ἀγαθὸν λέγεται παρὰ τὸ ἄγαν θεῖν ἡμᾶς ἐπ’ αὐτό.249

250

Ι Ἄγγελός ἐστιν οὐσία νοερὰ αὐτεξούσιος, ἀεικίνητος, θεῷ λειτουργοῦσα. Ι Ἄγγελοί εἰσι δυνάμεις ἅγιαι ἀποστελλόμεναι παρὰ κυρίου.
5Ι Ἀρχαί εἰσι δυνάμεις ἅγιαι ἄρχουσαί τινων κατ’ ἐπι‐ ταγὴν θεοῦ. Ι Ἅγιός ἐστιν ὁ ἁγιάζων καὶ οὐχ ἁγιαζόμενος. Mu Rho AbbreviationἈθανασία ἐστὶν ἀΐδιος ζωή. ΓΒ Ἀρετή ἐστι διάθεσις βελτίστη.
10ΕΥ Ἀρετή ἐστιν ἕξις ἀρίστη ψυχῆς λογικῆς, καθ’ ἣν δυσκίνητος γίνεται πρὸς κακίαν. ΕΥ Ἀγένητόν ἐστιν, οὗ κατ’ οὐσίαν ὑπάρχοντος οὐδὲν ἐπινενόηται τῶν ὄντων. ΕΥ Ἀπάθειά ἐστι κατάστασις ψυχῆς λογικῆς ἐκ πραότητος
15 καὶ σωφροσύνης συνισταμένη. Ι Ἁγνεία ἐστὶ παρατήρησις παντὸς μολυσμοῦ. ΓΝ Ἀλήθειά ἐστι τὸ μὴ διαψευσθῆναι τῆς τοῦ ὄντος κατανοήσεως. Ἀλήθειά ἐστιν ἡ τοῦ ὄντως ὄντος ἀσφαλὴς κατανόησις.
20ΕΥ Αἴσθησίς ἐστιν ἡ δύναμις, καθ’ ἣν εἰώθαμεν κατα‐ λαμβάνεσθαι τῶν ὑλῶν. ΕΥ Αἰσθητήριον δὲ ὄργανον, ἐν ᾧ καθίδρυται αὐτὴ ἡ αἴσθησις. ΕΥ Αἰσθητικὸν δὲ τὸ ζῷον αὐτὸ τὸ κεκτημένον τὰς
25αἰσθήσεις. Αἰσθητὸν δὲ τὸ πεφυκὸς ταῖς αἰσθήσεσιν ὑποπίπτειν· ὑποπίπτει δὲ ταῖς αἰσθήσεσι χρῶμα καὶ σχῆμα καὶ ὄγκος καὶ πηλικότης καὶ ἀντιτυπία καὶ ψόφοι καὶ
ἀτμοὶ καὶ χυμοί, λειότης, τραχύτης καὶ τὰ τοιαῦτα.250

251

Ἁμαρτία ἐστὶν ἡ τοῦ δικαίου παράβασις εἴτε εἰς θεὸν εἴτε εἰς τὸν πλησίον. Ι Ἀσέβεια δέ ἐστιν ἡ εἰς θεὸν βλασφημία. Β Ἄνθρωπός ἐστι ποίημα θεοῦ λογικόν, κατ’ εἰκόνα
5 τοῦ κτίσαντος γεγενημένον, ἐκ ψυχῆς καὶ σώματος συντεθειμένον. ΓΘ Ἄνθρωπός ἐστι ζῷον τὸ ἐκ ψυχῆς ἀθανάτου καὶ σώματος θνητοῦ συνεστός. Λ Ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν καὶ τῶν ἐναν‐
10 τίων ἀναμέρος δεκτικόν. Ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητόν, νοῦ καὶ ἐπι‐ στήμης δεκτικόν. Ι Αἵρεσίς ἐστι περὶ πίστεως οὐκ ἀληθὴς δόξα. Αἱρετικός ἐστιν ὁ τὸ ψεῦδος τῆς ἀληθείας ἐν πίστει
15 προτιμῶν. ΣΤ Αἵρεσίς ἐστι δόξα πλειόνων ἀνθρώπων πρὸς ἀλλήλους μὲν συμφωνούντων, πρὸς ἄλλους δὲ ἀσυμφωνούντων. κοινὴ δὲ ἔννοιά ἐστιν ἡ παρὰ πάντων ὁμολογου‐ μένη. θέσις δέ ἐστι παράδοξος ὑπόληψίς τινος
20 τῶν ἐν φιλοσοφίᾳ γνωρίμων, οἷον ὡς Παρμενίδου λόγος, ὅτι ἓν ἔλεγε τὸ ὄν, καὶ ὡς Ἡρακλείτου, ὅτι πάντα κινεῖται. Ι Ἀσέλγειά ἐστι σώματος φθορά, ψυχῆς δὲ ὄλεθρος. ΑΝ Ἀριθμὸς ὁρίζεται σωρεία μονάδων ἢ χῦμα μονάδων,
25 οὐχὶ διαίρεσις μονάδων, ἀλλ’ οὐδὲ σύγχυσις μονάδων. Β Ἀλαλαγμός ἐστι φωνή τις ἄναρθρος συμφώνως ἀλλή‐
λοις τῶν συνασπιζόντων ἐν πολέμῳ συνυπηχούντων.251

252

ΓΒ Ἀκοή ἐστιν αἴσθησις λόγων καὶ ψόφων ἀντιληπτική. ΣΩΦ Πᾶς γὰρ ἀριθμὸς τὴν διαφορὰν κέκτηται σύνοικον, καὶ πᾶσα διαφορὰ καὶ διάκρισις τὸν ἀριθμὸν συνεπάγεται σύμφυτον.
5Λ Ἀσθένειά ἐστι τῆς καθ’ ἕξιν δυνάμεως ἀλλοίωσις καὶ μεταβολή. ΓΝ Ἄγνοιά ἐστιν ἡ τῆς κατὰ τὴν γνῶσιν ἐνεργείας ἀναίρεσις. Γ Αἶνός ἐστιν ἔπαινος εἰς θεὸν σεβάσμιος. Ἀήρ ἐστι στοιχεῖον, οὗ πᾶσαι αἱ κατὰ τόπον κινήσεις
10 κατὰ φύσιν εἰσίν. Ι Ἄνεμός ἐστι ῥεῦμα ἀέρος ταῖς τῶν τόπων ἐξαλλαγαῖς, ὅθεν ῥεῖ, τὰς ἐπωνυμίας ἀμείβων. Ἄτομόν ἐστι τὸ ἐξ ἰδιωμάτων συγκείμενον, ὧν τὸ ἄθροισμα οὐκ ἂν ἐπ’ ἄλλου ποτὲ ὀφθείη.
15ΓΝ Αἰσχύνη μέν ἐστιν ἐπιτεταμένη αἰδώς, αἰδὼς δὲ τὸ ἔμπαλιν ὑφειμένη αἰσχύνη. Ι Ἄναρχόν ἐστιν, ἐξ οὗ τὰ πάντα γεγένηται, αὐτὸ δὲ ἀγένητον. Ἀνούσιόν ἐστι τὸ ἄκτιστον καὶ ἀνύπαρκτον διὰ παντός.
20Ἄκτιστον καὶ ἀσώματον καὶ φύσει ἀόρατον μόνον τὸ θεῖόν ἐστιν. Ἀρχή ἐστι τῶν γεγονότων αἰτία πάντων. Ἀόριστόν ἐστι μόνον τὸ ἄκτιστον· πᾶν γὰρ κτίσμα ὑπὸ τοῦ κτίστου ὁρίζεται.
25Αἰών ἐστι παράτασις ζωῆς πάντων τῶν λογικῶν, εἴτε
καλὴ εἴτε ἄλλως, ἀπέραντος.252

253

Ἀνυπόστατόν ἐστι πᾶν τὸ μὴ ἐκ θεοῦ γεγονός, ἀλλ’ ἐν ἀπουσίᾳ τοῦ κρείττονος ἱστάμενον, ὡσανεὶ τὸ σκότος ἢ νόσος ἢ ἁμαρτία ἢ θάνατος. Ἀσώματα καὶ ἀπερίγραπτα καὶ ἀψηλάφητα καὶ ἀσχη‐
5μάτιστα κατὰ δύο τρόπους νοήσεις· τὰ μὲν κατ’ οὐσίαν, τὰ δὲ κατὰ χάριν, καὶ τὰ μὲν φύσει ὄντως ὄντα, τὰ δὲ ὡς πρὸς τὴν τῆς ὕλης παχύτητα οὕτω καλούμενα. Ἀγάπη ἐστὶ τὸ ὑπερτιμᾶν ἑαυτοῦ ἀεὶ ἀπόντα τε καὶ
10παρόντα τὸν ἀγαπώμενον. Ἀΐδιόν ἐστι τὸ μὴ αὐτό, ὅ ἐστι κατ’ οὐσίαν, νοηθῆναι δυνάμενον. Ἀνάστασίς ἐστιν ἡ εἰς τὸ ἀρχαῖον τῆς φύσεως ἡμῶν ἀποκατάστασις.
15Αἰών ἐστι χρόνος ἄχρονος καὶ πέρας ἀπέραντον. Ἀΐδιόν ἐστι τὸ διαιωνίζον καὶ λῆξιν μὴ ἔχον. Ἀχώρητόν ἐστι τὸ πάντα μὲν περιγράφον, αὐτὸ δὲ ὑπ’ οὐδενὸς περιγραφόμενον. Αὐτεξούσιόν ἐστιν ἡ ψυχῆς φρόνησις ἐχούσης ἐπι‐
20 τηδειότητα, νεῦσαι πρὸς ἃς βούλεται πράξεις. Αὐτεξουσιότης ἐστὶ ψυχῆς λογικῆς θέλησις ἑτοίμως κινουμένη εἰς ὅπερ ἂν βούληται. Ι Βάπτισμά ἐστιν ἄφεσις ἁμαρτιῶν ἀνεκλόγιστος. Βασιλεία ἐστὶν ἔννομος ἐπιστασία.
25Βακτηρία ἐστὶν ἡ μετὰ τὴν παίδευσιν γινομένη παρά‐
κλησις ἡ ἀνακουφίζουσα τοὺς πόνους.253

254

Βασιλεύς ἐστιν αὐτεξούσιος δυνάστης. Βασιλεία οὐρανῶν ἐστιν ἔλλαμψις τοῦ ἁγίου πνεύ‐ ματος ἐν ψυχῇ γινομένη. Βασιλεία θεοῦ ἐστι γνῶσις ἡ μέλλουσα τῆς ἁγίας
5 τριάδος τοῖς ἀξίοις τῆς ἐκεῖ ἀναβάσεως. Βέβηλός ἐστιν ὁ μὴ μόνον ἑαυτῷ, ἀλλὰ καὶ πολλοῖς προξενῶν βλάβας. ΓΒ Γνῶσίς ἐστι κατειλημμένων περίεργος συγκατάθεσις. Γῆράς ἐστι φθῖσις σώματος φυσικῶς ὑπὸ χρόνου γινο‐
10 μένη. ΕΥ Γεννητόν ἐστι τὸ ἔκ τινος ὡς ἐκ πατρὸς γεννηθέν, γενητὸν δέ ἐστι τὸ ἔκ τινος γεγονός. Ι Γένος ἐστὶ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον. σημαίνει δὲ τὸ
15γένος καὶ τὴν πατρίδα, ὡς ὅταν λέγωμεν τὸν Πέτρον Γαλιλαῖον τῷ γένει. σημαίνει δὲ καὶ τὴν ἀρχὴν τῆς τινων γενέσεως, ὡς ὅταν λέγωμεν τοὺς ἐξ Ἰσραὴλ Ἰσραηλίτας τῷ γένει. Γραμμή ἐστι μῆκος ἀπλατές.
20Γενικόν ἐστι τὸ ἐν ἑαυτῷ τὸ γένος περιέχον. Γένος ἐστὶ τὸ καθ’ ἑαυτὸ θεωρούμενον πρᾶγμα. Γνωστικός ἐστιν ὁ τῇ ἀληθείᾳ ἑνωθεὶς τελείως. Γέννησίς ἐστι προσθήκη ὑποστάσεως ἐναριθμία. Γνῶσίς ἐστιν ἡ τῶν θείων γραφῶν ψιλὴ διὰ λόγου
25 κατανόησις. Γνῶσίς ἐστιν ἡ διὰ τῆς τοῦ ἁγίου πνεύματος χάριτος ἐν ταῖς καρδίαις τῶν ἀξίων ἐγγινομένη ἔλλαμψις. ΓΝ Ι Δίκαιόν ἐστι τὸ πρὸς ἀξίαν ἑκάστῳ νεμητικόν.
Δικαιοσύνη ἐστὶν εὐσεβὴς πολιτεία.254

255

Δικαιοσύνη ἐστὶν ἕξις ἀπονεμητικὴ τοῦ ἴσου καὶ τοῦ κατ’ ἀξίαν ἑκάστῳ. Δέησίς ἐστιν αἴτησις ἐνδεῶν. Διάθεσίς ἐστιν ἡ κατὰ συμβεβηκὸς τοιάδε ἑκάστου
5 ποιότης. Δέμας δὲ λέγουσι τὸ σῶμα οἱονεὶ δεσμὸν τῆς ψυχῆς ἢ σῆμα καὶ τάφον. Διαφορά ἐστιν ἰδιαίτατα παρὰ τοῖς φιλοσόφοις καλου‐ μένη, ἥτις καὶ οὐσιώδης ὑπάρχει διαφορά· ᾕτινι
10περισσεύει τὸ εἶδος τοῦ γένους. καὶ πάλιν διαφορά ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορούμενον. διαφορὰ ὁμοίως ἐστὶ τὸ χωρίζειν πεφυκὸς τὰ ὑπὸ τὸ αὐτὸ γένος οὐσιωδῶς. διαφορὰ ὡσαύτως ἐστὶν ὅτῳ δια‐
15 φέρει ἕκαστος οὐσιωδῶς. διαφορά ἐστιν ἔτι ἡ ἕτερον εἶδος ποιοῦσα καὶ ἡ ἐν τῷ ὅρῳ παραλαμβανομένη. — καὶ αὗται αἱ ὑπογραφαὶ πᾶσαι τῆς ἰδιαίτατά εἰσι διαφορᾶς. Διαφορά ἐστιν ἡ λεγομένη κοινῶς διαφορὰ τὸ χωρίζον
20 συμβεβηκός, διότι παντὶ τῷ εἴδει κοινῶς ἐνθεω‐ ρεῖται, οἷον ὡς ὅταν ὁ δεῖνα τοῦδε διαφέρῃ κατὰ τὸ ὑγιαίνειν καὶ νοσεῖν, κατὰ τὸ κινεῖσθαι καὶ ἠρεμεῖν, κατὰ τὸ καθέζεσθαι καὶ ἵστασθαι. Διαφορὰ δέ ἐστιν ἡ λεγομένη ἰδίως διαφορὰ τὸ
25ἀχώριστον συμβεβηκός, διότι οὐ παντὶ τῷ εἴδει πρόσεστιν, ἀλλὰ τισίν, οἷον ὡς ὅταν ὁ δεῖνα τοῦδε διαφέρῃ κατὰ τὸ σιμὸν ἢ γλαυκὸν ἢ
φαλακρόν.255

256

Διαφορά ἐστι λόγος, καθ’ ὃν ἡ πρὸς ἄλληλα τῶν σημαινομένων ἑτερότης σώζεσθαι πέφυκε, καὶ τοῦ πῶς ἐστι δηλωτικός. ταυτότης δέ ἐστιν ἀπαραλ‐ λαξία, καθ’ ἣν ὁ τοῦ σημαινομένου λόγος τὸ πάντῃ
5κέκτηται μοναδικόν, μηδενὶ τρόπῳ διαφορᾶς γνω‐ ριζομένης. Ἰστέον ὅτι ἡ ταυτότης κατὰ τρεῖς τρόπους λαμβάνεται. ἔστι γὰρ ταυτὸν τῷ γένει, ὡς ὅταν εἴπωμεν, ταυτὸν εἶναι τῷ γένει καὶ τὸν ἄνθρω‐
10πον καὶ τὸν ἵππον, καθὸ ἀμφότερα ζῷά ἐστιν. ἔστι ταυτὸν καὶ τῷ εἴδει, ὡς ὅταν εἴπωμεν τὸν Πέτρον καὶ τὸν Ἰωάννην ταυτὸν εἶναι τῷ εἴδει, καθὸ ἀμφότεροι ἄνθρωποί εἰσι. πάλιν ἐστὶ ταυτὸν τῷ ἀριθμῷ, ὡς ὅταν εἴπωμεν τὸν Πέτρον αὐτὸν
15 ἑαυτῷ ταυτὸν εἶναι. καὶ ἡ διαφορὰ τριττῶς λαμβάνεται· ἔστι γὰρ διαφορὰ τῷ γένει καὶ διαφορὰ τῷ εἴδει καὶ πάλιν τῷ ἀριθμῷ. Δ Δύναμις λέγεται ἡ μὲν κατ’ ἐπιτηδειότητα, ἡ δὲ καθ’ ἕξιν. κατ’ ἐπιτηδειότητα μέν, ὡς ὅταν εἴπωμεν τὸ
20παιδίον δυνάμει γραμματικὸν εἶναι, καθὸ ἔχει ἐπι‐ τηδειότητα πρὸς τὸ γενέσθαι γραμματικόν, καθ’ ἕξιν δέ, ὡς ὅταν εἴπωμεν τὸν ἠρεμοῦντα γραμματικὸν δυνάμει γραμματικὸν εἶναι, καθό, εἰ καὶ μὴ κέχρηται τῇ τέχνῃ, γινώσκει αὐτήν. δύναμις πάλιν λέγεται
25καθ’ ἕξιν, ὡς ὅταν εἴπωμεν τὸ παιδίον σπερματικόν, καθὸ πέφυκεν εἶναι σπερματικὸν καὶ ἔστι δυνάμει, εἰ καὶ μήπω τῇ ἐνεργείᾳ διὰ τὸν χρόνον. ὡσαύτως καὶ ὁ κόκκος τοῦ σίτου δυνάμει τῇ καθ’ ἕξιν ἐστὶ στάχυς· ἔχει γὰρ δύναμιν φυσικὴν γενέσθαι στάχυς.
30Δύναμις λέγεται καὶ ἡ ἰσχύς.256

257

Δύναμις λέγεται καὶ ἡ στρατιά, τουτέστι τὰ ἐκστρα‐ τεύματα. Διαλογισμός ἐστιν ὁ μετὰ τοὺς δύο ὑπεισελθὼν καὶ τὴν κρίσιν ἤτουν τὴν ἔκβασιν τοῦ πράγματος ψηφι‐
5σάμενος. Διαίρεσίς ἐστι τὸ ἰδίᾳ καὶ ἀνὰ μέρος μηδαμῶς πρὸς ἕτερον γεγονός. Διάνοιά ἐστι νοῦ οἰκεία κίνησις ἡ δι’ αὐτοῦ ἐνεργοῦσα καὶ διακρίνουσα τὰ πράγματα.
10Δόλος ἐστὶ κακοποιΐα λαθραία ἐν προσποιήσει τῶν βελτιόνων τῷ πλησίῳ προσφερομένη. Δάκρυόν ἐστι φθαρτῆς φύσεως ἰδίωμα, ὅπερ Ἀδὰμ πρὸ τῆς παραβάσεως οὐκ ἐκέκτητο. Δειλία ἐστὶ συστολὴ τόλμης καὶ προσδοκία τινὸς πράγ‐
15 ματος οὐκ ἀγαπωμένου. Δέησίς ἐστιν ἐπίπονος αἴτησις ἔκ τινος γινομένη. Μ Εὐχή ἐστιν ἐπαγγελία τινὸς τῶν κατ’ εὐσέβειαν ἀφιε‐ ρωμένων. Εὐχή ἐστιν ὑπόσχεσις ἐξιλάσματος.
20Μ Ἐξίλασμα δέ ἐστι δῶρον εἰς ψυχὴν φέρον. ΕΥ Εὐχή ἐστιν ὑπόσχεσις τῶν ἐξ ἀνθρώπων θεῷ κατ’ ἐπαγγελίαν προσαγομένων καλῶν. ΕΥ Εὐχή ἐστιν ὑπόσχεσις ἀγαθῶν ἑκούσιος. Γ Εὐαγγέλιόν ἐστιν ἀγαθοῦ τινος ἀγγελία.
25Εὐαγγέλιόν ἐστι λόγος περιέχων ἀγαθοῦ παρουσίαν, ἢ λόγος ἀπαγγέλλων παρεῖναι τὸ προσδοκώμενον ἀγαθόν.
ΓΝ Ἐξουσίαι εἰσὶ δυνάμεις ἐξουσιαστικαὶ κατὰ χάριν θεοῦ.257

258

Εἰρήνη ἐστὶν ἀγαπητική τις πρὸς τὸ ὁμόφυλον συν‐ διάθεσις. Ἐγκράτειά ἐστι καταφρόνησις ἡδονῶν. ΓΝ Ἐνέργειά ἐστι ποιά τις κίνησις τῆς οὐσίας.
5 Ἐνέργειά ἐστι δυνάμεως ἀποτέλεσμα. Ἐνέργειά ἐστι κίνησις δραστική. κίνησις δέ ἐστι παράλλαξις τοῦ προτέρου. Γ Ἔπαινός ἐστι εὖ τι τῶν ἐμῶν φράσαι, αἶνος δὲ ἔπαινος εἰς θεὸν σεβάσμιος.
10ΕΥ Ἔντευξίς ἐστι παράκλησις ὑπὸ μείζονος προσαγομένη θεῷ περὶ σωτηρίας ἑτέρων. ΓΒ Ἐπιθυμία ἐστὶ δύναμις ψυχῆς ὀργῆς ἀφανιστική. ΒΓ Ἑσπέρα ἐστὶν ἡλίου στέρησις ἢ ἡμέρας πέρας. ΒΓ Ἐπαφή ἐστι δοκιμασία τῶν κατὰ σῶμα ψηλαφητῶν.
15Εἶδος κατὰ δύο σημαινομένων φέρεται. λέγεται γὰρ εἶδος καὶ ἡ μορφή, οἷον „πρῶτον μὲν εἶδος ἄξιον τυραννίδοσ“. λέγεται εἶδος καὶ τὸ ἀπὸ τοῦ γένους διαιρούμενον, ὡς ὅταν τὸν ἄνθρωπον εἶδος λέγωμεν τοῦ ζῴου. εἶδός ἐστι τὸ ὑπὸ τὸ γένος ταττόμενον.
20 καὶ πάλιν εἶδός ἐστιν, οὗ τὸ γένος ἐν τῷ τί ἐστι κατηγορεῖται. καὶ πάλιν εἶδός ἐστι τὸ κατὰ πλειό‐ νων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον. Θ Ἕξις ἐστὶν ἡ κατὰ φύσιν ἑκάστου ἐνέργεια καὶ ὁλο‐
25κληρία, οἷον ἐπὶ τῆς ψυχῆς σωφροσύνη, ἀνδρεία,258

259

φρόνησις, δικαιοσύνη, ἐπὶ δὲ σώματος τὸ ἐντελὲς τῶν μελῶν καὶ ἀνάλογον καὶ ἡ ὑγίεια. ἡ δὲ τούτων αὐτῶν ἀτευξία καὶ διαμάρτησις καὶ καθόλου ἀναί‐ ρεσις λέγεται στέρησις.
5Γ Ἕξις μέν ἐστι ποιότης τις ἔμμονος, τόκον δὲ ταύτης τὴν ἐνέργειαν λέγω. ΣΤ Ἕξις μέν ἐστι ποιότης τις δυσκίνητος καὶ δυσμετά‐ βλητος, ἡ δὲ διάθεσις ἡ ἀντιδιαστελλομένη τῇ ἕξει εὐμετάβλητος καὶ εὐμετακίνητος.
10Ἕξις τοίνυν λέγεται ἡ καθ’ ἕνα μὲν τρόπον ἐνέργεια τοῦ ἐχομένου καὶ τοῦ ἔχοντος, ὡς τοῦ ὅπλου καὶ τοῦ ὡπλισμένου, καὶ τοῦ ἐνδύματος καὶ τοῦ ἐνδυο‐ μένου. κατὰ δεύτερον δὲ ἐπείσακτοι ἐνέργειαι καὶ μόνιμοι οὐσίαι, εἴτε φυσικαὶ εἴτε ψυχικαί εἰσι,
15φυσικαὶ μέν, ὡς θερμότης ἐν τοῖς θερμαινομένοις σώμασι, ψυχικαὶ δέ, ὡς ἐπιστήμη. κατὰ τρίτον τρόπον ὅπερ οὔπω μὲν ἔχει, ἐπιτηδειότητα δὲ ἔχει πρὸς τὸ δέξασθαι, ὅπερ ἦν τὸ πρῶτον σημαινό‐ μενον τοῦ δυνάμει. κατὰ τέταρτον δὲ τρόπον ἡ
20φυσικὴ ποιότης ἤγουν ἡ φυσικὴ ἕξις, ὡς ἡ θερ‐ μότης τοῦ πυρὸς καὶ τοῦ καθεύδοντος ἡ ὄψις καὶ τῆς χιόνος ἡ ψύξις. καὶ ἡ πέμπτη δὲ ἡ τελικὴ ἐνέργεια, ὡς ἡ ὅρασις καὶ ἡ θερμότης. κατὰ οὖν τὸ τέταρτον σημαινόμενον ἔλαβεν ὁ Ἀριστοτέλης
25τὴν ὡς κατὰ στέρησιν καὶ ἕξιν τῶν ἀντικειμένων ἀντίθεσιν ἤγουν τῆς δυνάμεως, εἴτε τῆς ποιητικῆς ἢ τῆς παθητικῆς. διάθεσις δέ ἐστιν ἡ κατὰ
συμβεβηκὸς τοιάδε ἑκάστου ποιότης.259

260

Ἐπίθετον ὄνομά ἐστι τὸ ἐπὶ κυρίων ἢ προσηγορικῶν ὁμωνύμως τιθέμενον καὶ δηλοῦν ἔπαινον ἢ ψόγον. λαμβάνεται δὲ τριχῶς, ἀπὸ ψυχῆς, ἀπὸ σώματος, ἀπὸ τῶν ἐκτός. ἀπὸ μὲν ψυχῆς, ὡς σώφρων, ἀκό‐
5λαστος, ἀπὸ δὲ σώματος, ὡς ταχύς, βραδύς, ἀπὸ δὲ τῶν ἐκτός, ὡς πλούσιος, πένης. Ἐπουσιώδη δὲ καλοῦσιν οἱ φιλόσοφοι τὰ ἀχώριστα συμβεβηκότα. Ἐνυπόστατον· τὰ περὶ ἐνυποστάτου εἰς τὸ ϋ εὑρίσκεις
10 μετὰ τῶν περὶ ὑποστάσεως. ΓΝ Ἔλεός ἐστιν ἑκούσιος λύπη ἐπ’ ἀλλοτρίοις κακοῖς συνισταμένη. Ἔλεός ἐστιν ἡ ἐπὶ τῶν δυσφορούντων ἐπί τισιν ἀνιαροῖς ἀγαπητικὴ συνδιάθεσις.
15Ι Ἐπιλογισμός ἐστιν ὁ μετὰ τὸν πρῶτον λόγος ἀνελθὼν καὶ τοῦ ἔμπροσθεν ὑπερμαχῶν ἢ ἀντιταττόμενος. Ἕνωσίς ἐστι διαφόρων πραγμάτων συνδρομή. Ἐνεργητικόν ἐστι τὸ δύναμιν ἔχον ἐκπληρῶσαι πρᾶγμα. Ἐπιθυμία ἐστὶ παντὸς ἐμψύχου πρώτη ὁρμὴ πρός τι
20 τῶν φιλουμένων. Εὐλογία ἐστὶ πληθυσμὸς ἀγαθῶν ἐξ ἑκουσιότητος διδόμενος. Εὐφροσύνη ἐστὶν ἀφανισμὸς λύπης ἐν ἐπιδημίᾳ καλῶν. Ι Ζῷόν ἐστιν οὐσία ἔμψυχος αἰσθητική.
25Ζῷόν ἐστιν ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι δημιουργία τοῦ κτίσαντος. Ζωή ἐστιν ἀληθῶς ἀρετὴ ψυχῆς ἑκουσίως γινομένη. Ζωή ἐστι σύστασις τοῦ ζῴου θανάτου ἀπείραστος. Ζάλη ἐστὶν ἡ ἐξ ἀκουσίων πραγμάτων ἐν τῇ ψυχῇ
30γινομένη περίστασις καὶ ταραχὴ βίου.260

261

Ζήτημά ἐστι λόγων ἀνθρώπων διάλεξις ἐπὶ πρᾶγμα. Ζῆλός ἐστι μίμησις δευτέρου πρὸς τὸ πρότερον. Ζηλωτής ἐστιν ὁ πόθῳ θείῳ κατ’ ἐναντίων ὁπλιζόμενος. Ι Ἥλιός ἐστιν ἄστρον ἡμεροφανὲς λαμπρότατον.
5Ι Ἡμέρα ἐστὶ πορεία ἡλίου ἀπὸ ἀνατολῶν ἐπὶ δυσμάς. Ἦθός ἐστι τὸ παράλληλον ἰδικῶς ἐν ἀνθρώπῳ σχημα‐ τιζόμενον. Ἠθική ἐστιν ἡ τῶν εἰωθότων τοῖς ἀνθρώποις ἀληθὴς ἐξήγησις.
10 Ἡδονή ἐστι κίνησις ψυχῆς ὀξεία ἐκ μνήμης γινομένη. Ἡσυχία ἐστὶ κατάστασις μισόκοσμος πρὸς ἑαυτὴν καὶ θεὸν ἀεὶ νεύουσα. ΓΒ Θεός ἐστιν ἀΐδιος οὐσία καὶ ἀπαράλλακτος, δημιουργικὴ τῶν ὄντων, εὐσεβεῖ συνειδήσει προσκυνουμένη. θεὸς
15 καὶ πατὴρ ὁ ὢν ἀεί, γέννησιν μὴ ἔχων. θεὸς καὶ υἱὸς ὁ ὢν ἀεί, γεννηθεὶς δὲ ἀρρήτως παρὰ τοῦ πατρός. θεὸς τὸ πνεῦμα τὸ ἅγιον, δύναμις ἁγια‐ στικὴ ὁμοούσιος πατρὶ καὶ υἱῷ. Β Θυμός ἐστιν οἷον ἔξαψίς τις καὶ ἀναθυμίασις ὀξεία
20 τοῦ πάθους· ὀργὴ δὲ ἔμμονος λύπη καὶ ὁρμὴ διαρκὴς πρὸς τὴν τῶν ἠδικηκότων ἀντίδοσιν. ΕΥ Θυμοῦ φύσις ἐστὶ τὸ τοῖς δαίμοσι μάχεσθαι καὶ ὑπὲρ ἡστινοσοῦν ἡδονῆς ἀγωνίζεσθαι. ΓΒ Θάνατός ἐστι χωρισμὸς ψυχῆς ἀπὸ σώματος, βίου
25 λύσις, φροντίδων ἀπαλλαγή, ἄδηλος πορεία, τέλος παντὸς ζῴου. Θέσις καὶ αἵρεσις καὶ κοινὴ ἔννοια κεῖται εἰς τὸ ἄλφα. Μ Θέλημα μέν ἐστι φυσικὸν ἡ ἁπλῶς καὶ ὡσαύτως
ἔχουσα τῶν κατὰ φύσιν συστατικῶν ὁρμή τε καὶ261

262

ἔφεσις. θέλημα δὲ γνωμικόν ἐστιν ἡ τῶν καθ’ ἡδονὴν συναγερτικῶν ποιὰ καὶ διάφορος κίνησίς τε καὶ ὄρεξις. τὸ μὲν γὰρ ἄτεχνος ἁπλότης χαρα‐ κτηρίζει τὴν ἐν πᾶσι τῶν ὁμογενῶν ἰσότητα δη‐
5μιουργοῦσα ἁπλῶς καὶ φυλάττουσα, τὸ δὲ ποικίλλει καὶ διαπλάττει καὶ σχηματίζει διάφορα, τὴν ἀσύμ‐ βατον τοῖς κατὰ τὴν οὐσίαν συμβαίνουσι κατάλογον ἢ παράλογον ποιοῦσά τε καὶ συγκρατοῦσα διάθεσις, ἥπερ ἐν ἐπιτάσει καὶ ἀνέσει καλοῦ τε καὶ μὴ
10 τοιούτου γινώσκεται. Ι Θνητόν ἐστιν οὐ πᾶν σῶμα, ἀλλὰ τὸ ζωὴν ἔχον χωρισθῆναι δυναμένην. Ἴδιόν ἐστι τὸ παντὶ καὶ μόνῳ καὶ ἀεὶ ὑπάρχον. Ἰδίωμά ἐστι σημαντικὸν πάσης οὐσίας σχῆμά τε καὶ
15 πρᾶγμα. Ἱερεύς ἐστιν ὁ λογικὰς θυσίας ἐν καρδίᾳ ἀναφέρειν ἐπιστάμενος. Ι Ἰδίωμα τοῦ σώματος τὸ φθαρτόν, τὸ θνητόν, τὸ ῥευστόν, ἰδίωμα ψυχῆς ἐστι τὸ λογιστικόν, τὸ
20θελητικόν. Καθ’ ὑπόστασίν ἐστι τὸ ἐκ διαφόρων φύσεων ὑφεστὸς πρᾶγμα. Καθυπόστατόν ἐστι τὸ ἐκ δύο μὲν πραγμάτων, ἐν ἑνὶ δὲ προσώπῳ.
25Λογισμός ἐστι κίνησις ψυχῆς περί τι, ἐπιλογισμὸς δὲ ἐναντίων λογισμός. Λύχνος λέγεται παρὰ τὸ λύειν τὸ νῦχος, τουτέστι τὸ
σκότος, ἀφ’ οὗ καὶ τὸ νὺξ καλεῖται.262

263

Ι Λημμάτιόν ἐστιν, ὅπερ εἴληπται ὡς ὁμολογούμενον πρὸς κατασκευήν τινος. Λαῖλαψ ἐστὶ συστροφὴ ἀνέμου. Λύπη ἐστὶ διάθεσις ἡδονῶν ἐστερημένη.
5Λόγος ἐστὶν ὁ οὐσιωδῶς τῷ πατρὶ ἀεὶ συμπαρῶν. Λόγος ἐστὶν ἐνδιάθετος ὁ ἐν καρδίᾳ λαλούμενος. Λόγος ἐστὶν ἄγγελος νοήματος. Λύπη ἐστὶ στέρησις ἐπιθυμίας. Λογισμός ἐστι τὸ πρῶτον ἐν τῷ νοῒ ἀνελθὸν νόημα.
10ΕΥ Μονογενής ἐστιν, οὗ ἄλλος οὐ προετέχθη καὶ μεθ’ ὃν ἕτερος οὐ γέγονε. Ματαιότης ἐστὶ πρᾶγμα ἀδιανόητον. Γ Μερικὴ οὐσία ἐστὶ λόγος ἔναρθρος καὶ ἀσήμαντος. ΓΒ Νοῦς ἐστι δύναμις ἀσώματος πρὸς πᾶν ἐκτεινομένη.
15Νοῦς ἐστι φύσις ἐπινοητικὴ παντὸς πράγματος. Νοῦς ἐστιν ὅρασις ἀσώματος εἰς πᾶν ἐκτεινομένη. Νοῦς ἐστιν ὥσπερ ὄψις τις ὑπὸ τοῦ δημιουργοῦ ἐν τῇ ψυχῇ ἀποκείμενος ἤτουν ὀφθαλμός. Νόμος ἐστὶ χαλινὸς αὐτεξουσιότητος.
20Θ Οὐσία ἐστὶν ἡ καθ’ ὑποκειμένων τῶν ὑποστάσεων λεγομένη καὶ ἐν πάσαις αὐταῖς ἐπίσης καὶ ὁμο‐ τίμως θεωρουμένη. Οὐσία ἐστὶ τὸ ταυτὸν καὶ ἓν ἀριθμῷ τῶν ἐναντίων παρὰ μέρος δεκτικόν. τοῦτον τὸν ὅρον ὡς ἐπίπαν
25οἱ ἔξω τῆς μερικῆς παρ’ αὐτοῖς λεγομένης ἔθηκαν οὐσίας.
ΓΒ Ὄψις ἐστὶ διάκρισις αἰσθητῶν.263

264

ΓΒ Ὄσφρησίς ἐστιν ἀέρος μετάληψις, διάκρισις ἀτμῶν. Β Ὀργή ἐστιν ἔμμονος λύπη καὶ ὁρμὴ πρὸς τὴν τῶν ἠδικηκότων ἀντίδοσιν. Β Ὅρος ἐστὶ λόγος σύντομος δηλωτικὸς τῆς φύσεως τοῦ
5ὑποκειμένου πράγματος. Ὄρεξίς ἐστιν ἐπιθυμία τοῦ ἐλλείποντος πρὸς ἀναπλή‐ ρωσιν τοῦ ὑπεκρύσαντος. Πίστις ἐστὶν ἀπράγμων σύνεσις. Πίστις ἐστὶν ὁμολογία ψυχῆς ἀπερίεργος.
10Προσευχή ἐστιν ὁμιλία νοῦ πρὸς θεὸν ἢ ἀνάβασις νοῦ πρὸς θεὸν ἢ κατάστασις νοῦ φθαρτικὴ παντὸς ἐπιγείου νοήματος. Πατήρ ἐστιν ὄνομα πρός τι τῆς οὐσίας αὐτοῦ λεγόμενον. Πρός τι εἰσίν, οἷς τὸ εἶναι ταυτόν ἐστι τῷ πρός τί
15 πως ἔχειν. Πρός τι ταῦτά ἐστιν, οἷς τὸ εἶναι ταυτά ἐστιν ἐν τῷ πρὸς ἕτερον λέγεσθαι. Β Πόλις ἐστὶ σύστημα ἱδρυσμένον κατὰ νόμον διοικού‐ μενον.
20ΓΝ Προαίρεσίς ἐστιν ἀδούλωτόν τι χρῆμα καὶ αὐτεξούσιον, ἐν τῇ ἐλευθερίᾳ τῆς διανοίας κείμενον. ΣΤ Ποιότης ἐστὶν ἐκείνη, καθ’ ἣν παρωνύμως τὰ μετέ‐ χοντα αὐτῆς λέγεται. Ι Παρώνυμά ἐστι τὰ ἀπό τινος ἔχοντα τὴν προσηγορίαν,
25ὡς ἀπὸ τῆς δικαιοσύνης δίκαιος. Πῦσμά ἐστιν ἐρώτημα διεξοδικὴν ἀπαιτοῦν ἀπόκρισιν. Συγκριτικόν ἐστι πρότασις διὰ τοῦ μᾶλλον καὶ ἧττον
προσαγομένη.264

265

Τετρακτύς ἐστιν, ἣν καὶ ὅρκον οἱ Πυθαγόρειοι ποιοῦνται, καθὼς Εἰρηναῖος ἐν τοῖς κατὰ Οὐαλεν‐ τίνου ἔγραψε, „βυθὸς καὶ σιγή, νοῦς καὶ ἀλήθεια“. τινὲς γὰρ τέσσαρα στοιχεῖα ὑπέλαβον λέγεσθαι ὑπὸ
5τῶν Πυθαγορείων τὴν τετρακτύν. Τριάς ἐστιν ἀρρήτου οὐσίας τριώνυμα πρόσωπα ἢ ἰδιότητες. Ὑπόστασίς ἐστι συνδρομὴ τῶν περὶ ἕκαστον ἰδιωμάτων. Υἱός ἐστιν ὄνομα πρός τι τῶν ἀφ’ οὗ ἐστι λεγόμενον.
10Ὕπνος ἐστὶν ἀτονία τοῦ αἰσθητικοῦ πνεύματος. Ὑποκείμενον λέγεται αὐτὴ ἡ οὐσία. καθ’ ὑποκειμένου δὲ λέγεται, ὅταν τὰ καθόλου τῶν μερικῶν κατη‐ γορῆται, ὡς τὸ χρῶμα τοῦ λευκοῦ. καθ’ ὑπο‐ κειμένου γὰρ καὶ συνωνύμως κατηγορεῖται. ἐν ὑπο‐
15κειμένῳ δέ, ὡς ἐν ταῖς οὐσίαις τὰ συμβεβηκότα, οἷον ὡς τὸ λευκὸν ἐν κύκνῳ. διττὸν δὲ τὸ ὑπο‐ κείμενον, τὸ μὲν πρὸς ὕπαρξιν, τὸ δὲ πρὸς κατη‐ γορίαν, καὶ πρὸς ὕπαρξιν μὲν ὑποκεῖσθαι λέγουσι τὴν οὐσίαν τοῖς συμβεβηκόσι, πρὸς κατηγορίαν δὲ
20 τὰ μερικὰ τοῖς καθόλου. Γ Ὑπόκρισίς ἐστιν ἦθος πεπλασμένον, λανθάνουσα πικρία. Χρόνος ἐστὶν ἡλίου κίνησις· ἡλίου πορεία μέτρον φορᾶς. Χριστός ἐστιν ἐναντίων οὐσιῶν μοναδικὸν πρόσωπον. Χριστός ἐστι σύμβολον θεότητος καὶ ἐμψύχου σαρκὸς
25ἄτρεπτος ἕνωσις. Χριστιανισμός ἐστιν εὐαγγελικῶν προσταγμάτων φυλακή. Ψυχὴ οὐσία ἀσώματος αὐτοκίνητος.
Ψυχὴ ἄϋλος οὐσία ἀθάνατος.265

266

Ψυχὴν καὶ ἄγγελον καὶ δαίμονα νόησον ἐκεῖνα εἶναι τὰ ὕλης καὶ παχύτητος καὶ βάρους χωρίς. Ψυχή ἐστι γενητὴ οὐσία ζῶσα νοερά, σώματος κινητική. Ὥρα ἐστὶ ῥοπῶν διαφόρων συνδρομή.
5 Ὥρα ἐστὶν ἡ τὸν ἡλίου δρόμον ἐμφαίνουσα κατανόησις. Κεφάλαιον ΛΔʹ. Τοῦ μακαρίου Ἐπιφανίου περὶ αἱρέσεων σύντομος ἔκθεσις. Πασῶν αἱρέσεων μητέρες καὶ πρωτότυποι τέσσαρες, ἐξ
10ὧν αἱ ἄλλαι ἀνεφύησαν· αʹ Βαρβαρισμός, ἥτις καθ’ ἑαυτήν ἐστι διαρκέσασα— ἀπεδίδουν καὶ ὄνομα. Οὗτος ὁ πρῶτος τόμος περιέχων τὰς προτεταγμένας κʹ αἱρέσεις, ἐν ᾧ καὶ περὶ τῆς τοῦ Χριστοῦ ἐκδημίας ὑπόθεσις
15καὶ ἡ τῆς ἀληθείας ὁμολογία.266

267

Ὁ δὲ δεύτερος τόμος περιέχει αἱρέσεις ιγʹ. καʹ Σιμωνιανοί, οἱ ἀπὸ Σίμωνος τοῦ μάγου— κατά τι δὲ καὶ οὗτοι διαφέρονται. Αὕτη καὶ ἡ τοῦ δευτέρου τόμου τῶν ιγʹ αἱρέσεων ἡ
5κεφαλαίωσις. Τάδε ἔνεστι καὶ ἐν τῷ τρίτῳ τοῦ αʹ βιβλίου τόμῳ, ἐν ᾧ εἰσιν αἱρέσεις ιγʹ. λδʹ Μαρκοσαῖοι· Μάρκος τις γεγένηται Κολορβάσου— ἀπὸ Μεσοποταμίας ὁρμᾶσθαι.
10Ταῦτα τὰ κεφάλαια τῶν τριῶν τοῦ αʹ βιβλίου τόμων.267

268

Ἀνακεφαλαίωσις τοῦ βʹ βιβλίου τόμου δʹ, ἐν ᾧ εἰσιν αἱρέσεις ιηʹ· μζʹ Ἐγκρατηταί, οἱ ἀπόσπασμα τυγχάνοντες Τατιανοῦ— καὶ δαίμοσι σταυρωθέντα Χριστὸν τερατεύονται.
5Τοῦ τετάρτου τόμου τέλος. Ἐν τῷ πέμπτῳ τόμῳ τοῦ 〈βʹ〉 βιβλίου εʹ αἱρέσεις· ξεʹ Παυλιανισταί, ἀπὸ Παύλου τοῦ Σαμοσατέως—
οὐχὶ δὲ καὶ ψυχήν.268

269

Ἐν τῷ ϛʹ τόμῳ, τρίτῳ δὲ βιβλίῳ αἱρέσεις ζʹ· οʹ Αὐδιανοί, σχίσμα καὶ ἀφηνιασμός—τῇ νομιζο‐ μένῃ αὐτῶν πίστει. Ἐν τῷ ζʹ τόμῳ, τρίτῳ δὲ βιβλίῳ αἱρέσεις δʹ·
5 〈οζʹ〉 Διμοιρῖται οἱ καὶ Ἀπολινάριοι, οἱ μὴ τελείαν— νοῦν αὐτόν φασι μὴ εἰληφέναι. Μεθ’ οὓς τέταχεν Ἀντιδικομαριανίτας, Κολλυριδιανούς, Μασσαλιανούς. Αὗται μὲν ἕως Μαρκιανοῦ αἱ αἱρέσεις.
10 Ἀπὸ δὲ Μαρκιανοῦ δεῦρο καὶ μικρῷ πρὸς καὶ ἐπὶ Λέοντος ἀνεφύησαν αἱ αἱρέσεις αὗται· 〈παʹ〉 Νεστοριανοί, οἱ ἰδίως καὶ κεχωρισμένως—τῷ
αὐτῷ προσώπῳ προσάγοντες.269

270

〈πβʹ〉 Εὐτυχιανισταί, οἱ ἀπὸ Εὐτυχέως τοὔνομα τὴν αἵρε‐ σιν—τοῦ πρωτοπλάστου ἦν ἐνδεδυκώς. 〈πγʹ〉 Αἰγυπτιακοί, οἱ καὶ Σχηματικοί, Μονοφυσῖται— οἰκονομίας συγχέουσι μυστήριον.
5〈πδʹ〉 Ἀφθαρτοδοκηταί, οἱ ἀπὸ Ἰουλιανοῦ τοῦ Ἀλικαρνα‐ σέως—φύσεως νόμοις μὴ δουλεῦσαι. 〈πεʹ〉 Ἀγνοῆται, οἱ καὶ Θεμιστιανοί. 〈πϛʹ〉 Βαρσανουφῖται, οἱ καὶ Σεμιδαλῖται—αὐτοῖς ἀντὶ κοινωνίας λελόγισται.
10〈ϙδʹ〉 Ἐθνόφρονες, οἱ ταῖς συνηθείαις τῶν ἐθνῶν— ἐνιαυτοὺς παρατηρούμενοι. 〈ϙθʹ〉 Μονοθελῆται, οἱ ἀπὸ τοῦ Ἀλεξανδρείας Κύρου— ἰσχυρῶς ἀντιποιούμενοι. 〈ρʹ〉 Ἔστι δὲ καὶ ἡ μέχρι νῦν κρατοῦσα λαοπλανὴς θρησκεία
15τῶν Ἰσμαηλιτῶν—εἰς τὸν οὐρανὸν διὰ τὸ φιλεῖν αὐτόν. ἔστι δὲ τοῦτο τὸ ἔθνος πάντων 〈τῶν〉 ἐθνῶν σχεδὸν ἀσωτότερον καὶ ἀκρατέστερον. Εἰσὶ δὲ καὶ ἄλλαι αἱρέσεις, ἃς οὐ συντετάχαμεν διὰ τὸ ἐξηλεῖφθαι αὐτοὺς παντάπασιν καὶ τὴν μνήμην
20αὐτῶν ἐσβέσθαι.270

271

Κεφάλαιον ΛΕʹ. Ἔτι περὶ αἱρέσεων καὶ αἱρεσιαρχῶν, ἐκ τῶν συνοδικῶν τοῦ ἁγίου Σωφρονίου πατριάρχου Ἱεροσολύμων. Ἀνάθεμα τοίνυν καὶ κατάθεμα—ὁμόφυλοι καὶ
5τὴν ἀσέβειαν σύστοιχοι. Πρὸς τούτοις ἀνάθεμα ἔστωσαν Κῦρος ὁ τῆς Ἀλεξαν‐ δρέων μοιχὸς ἀθεσμότατος, Θεόδωρος Φαρανίτης, Σέργιος Κωνσταντινουπόλεως, Ὁνόριος Ῥώμης, οἱ τῆς τῶν Μονοθε‐ λητῶν αἱρέσεως ἀρχηγοὶ καὶ συνήγοροι, Πύρρος, Παῦλος,
10Πέτρος οἱ τῆς μὲν βασιλίδος πρόεδροι, τῆς ἀσεβείας δὲ πρόβολοι, ἑαυτοῖς καὶ τῇ ἀληθείᾳ μαχησάμενοι, Μακάριος Ἀντιοχείας καὶ Στέφανος ὁ τούτου μαθητὴς καὶ τῆς ἀπονοίας διδάσκαλος, Πολυχρόνιος ὁ νέος Σιμὼν μάγος καὶ ὁ κατὰ τὴν Ἀλεξανδρείαν μέχρι νῦν τῇ ἀληθείᾳ μαχόμενος Ἁρμάσιος
15τὸ ἀκάθαρμα οἵ τε σὺν αὐτῷ αἱρετικοὶ καὶ τῆς ὀρθοδοξίας
πολέμιοι σαρακηνικῷ φρυάγματι σεμνυνόμενοι.271

272

Βαλλέσθωσαν δὲ τοῖς ἴσοις αὐτοῖς ἀναθέμασι καὶ πᾶσαι αἱ αἱρέσεις αἱ μετὰ τὴν Χριστοῦ παρουσίαν ἀκμάσασαι καὶ τὴν Χριστοῦ ἐκκλησίαν πολεμεῖν θρασυνόμεναι, τουτέστιν ἡ Νικολαϊτῶν, ἡ Εὐτυχιτῶν, ἡ Καϊανῶν, ἡ Ἀδαμαντίνων,
5ἡ Βαρδηλιωτῶν, ἡ Βορβοριανῶν, ἡ Ναασιανῶν, ἡ Στρα‐ τιωτικῶν, ἡ Ὀφιονιτῶν, ἡ Σηθιανῶν, ἡ Σοφιανῶν, ἡ Ὀφιτῶν, ἡ Ἀντιτακτικῶν, ἡ Περατικῶν, ἡ Ὑδροπαραστατικῶν, ἡ Ἐγ‐ κρατητῶν, ἡ Μαρκιανιστῶν, ἡ Φρυγῶν, ἡ Πεπουζιανῶν, ἡ Ἀρτοτυρητῶν, ἡ Ἀσκοδρυγῶν, ἡ Τεσσαρεσκαιδεκατητῶν,
10ἡ Ναζαραίων, ἡ Μελχισεδεκιτῶν, ἡ Ἀντιδικομαριτῶν, ἡ Ψα‐ θυριανῶν, ἡ Κυρτιανῶν, ἡ Δουλιανῶν, ἡ Ἀνθρωπομορφιτῶν, ἡ Ἱερακιτῶν, ἡ Μεσαλιανῶν, ἡ Νεστοριανῶν, ἡ Εὐτυχιτῶν, ἡ Ἀκεφάλων, ἡ Οὐρσουνουφιτῶν, ἡ Ἡσαϊνῶν, ἡ Ἀγνοητῶν, ἡ Ἰακωβιτῶν, ἡ Τριθεϊτῶν, ἡ Μονοθελητῶν, καὶ εἴ τις
15ἑτέρα παρὰ ταύτας καθέστηκε δυσσεβὴς καὶ θεήλατος αἵρεσις. Κεφάλαιον Λϛʹ. Περὶ φύσεως καὶ ὑποστάσεως, ὅπως οἱ ἐκ Σευήρου δοξάζουσι καὶ ὅπως τὰς μερικὰς δογματί‐ ζουσιν οὐσίας.
20 Ἰωάννου γραμματικοῦ τοῦ τριθεΐτου τοῦ λεγομένου Φιλοπόνου ἐκ τοῦ δʹ λόγου τοῦ διαιτητοῦ. Ὁ γὰρ κοινὸς καὶ καθόλου τῆς τοῦ ἀνθρώπου φύσεως λόγος, εἰ καὶ αὐτὸς καθ’ ἑαυτὸν εἷς ἐστιν, ἀλλ’ οὖν ἐν πολλοῖς ὑποκειμένοις γινόμενος πολλὰ γίνεται, ὁλόκληρος ἐν
25ἑκάστῳ καὶ οὐκ ἀπὸ μέρους ὑπάρχων, ὥσπερ καὶ ὁ ἐν τῷ ναυπηγῷ τοῦ πλοίου λόγος εἷς ὢν πληθύνεται ἐν πολλοῖς ὑποκειμένοις γινόμενος. οὕτω δὲ καὶ τὸ ἐν τῷ διδασκάλῳ θεώρημα ἓν ὂν τῷ ἰδίῳ λόγῳ, ὅταν ἐν τοῖς διδασκομένοις
γένηται, συμπληθύνεται αὐτοῖς ὅλον ἐν ἑκάστῳ γινόμενον.272

273

προσέτι δὲ καὶ ὁ ἐν τῷ δακτυλίῳ τύπος εἷς ὢν ἐν πλείοσιν ἐκμαγείοις ὅλος ἐν ἑκάστῳ γινόμενος πολλὰ λοιπόν ἐστί τε καὶ λέγεται. ὥστε τὰ πολλὰ πλοῖα καὶ οἱ πολλοὶ ἄνθρωποι καὶ τὰ ἐκμαγεῖα τὰ πολλὰ καὶ τὰ ἐν τοῖς πλείοσι μαθηταῖς
5νοήματα τοῖς μὲν ἀτόμοις πλείονα τυγχάνει κατὰ τὸν ἀριθμὸν καὶ ταύτῃ διῃρημένα ἐστὶ καὶ οὐχ ἡνωμένα, τῷ κοινῷ δὲ εἴδει οἱ πολλοὶ ἄνθρωποι εἷς τυγχάνουσι καὶ τὰ πολλὰ πλοῖα ἓν καὶ τὰ νοήματα δὲ ὡσαύτως καὶ τὰ ἐκμαγεῖα ἐν τῇ ταυτό‐ τητι τοῦ ἐκτυπώματος τὸ ἓν ἔχουσιν. ὥστε ταῦτα κατ’ ἄλλο
10μὲν πολλά ἐστι καὶ διῃρημένα, κατ’ ἄλλο δὲ ἡνωμένα καὶ ἕν. ἀλλὰ καὶ ἐπὶ τῶν συνεχῶν πολλάκις φέρομεν τὸν ἀριθμόν, δύο φέρε πήχεων εἶναι τὸ ξύλον λέγοντες· ἀλλὰ δυνάμει δύο φαμὲν εἶναι τὸ ἕν, οὐκ ἐνεργείᾳ, ἐπεί τοί γε ἕν ἐστιν ἐνεργείᾳ καὶ οὐ δύο· τῷ δὲ δύνασθαι τομὴν ὑπομένον δύο γενέσθαι,
15ταύτῃ φαμὲν αὐτὸ δύο τινῶν εἶναι. Ἐκ τοῦ αὐτοῦ διαιτητοῦ κεφαλαίου ζʹ. Ἕβδομος ἔστω λόγος ὁ, ἐξ ὧν οἷον τἀναντία πρε‐ σβεύοντες ὑποτίθενται, τὴν ἰδίαν ἐπισφραγίζων ἀλήθειαν. δύο γὰρ εἶναι τὰς τοῦ Χριστοῦ φύσεις ὑποτιθέμενοι μίαν αὐτοῦ
20καὶ μόνην ἀξιοῦσιν εἶναι τὴν ὑπόστασιν ἤγουν πρόσωπον, ὁμοίως ἀποσκευαζόμενοι τοὺς ἢ μίαν εἶναι τὴν Χριστοῦ φύσιν μετὰ τὴν ἕνωσιν ἢ δύο τούτου τὰς ὑποστάσεις προσβεύοντας. Σκόπει μοι ἐνταῦθα τὸν διαιτητὴν ἐπαγγειλάμενον, ἀντὶ συνηγόρου λαβόντα πρόσωπον καὶ πρὸς ἐλέγχους τὴν
25ὁρμὴν ἔχοντα. Ἀλλὰ πρὶν εἰς τοὺς ἐλέγχους ἡμᾶς ἐμβαλεῖν ταύτης τῆς ὑποθέσεως, εὔλογον οἶμαι πρότερον ἀφορίσασθαι, τί μὲν τῷ τῆς φύσεως ἡ τῶν ἐκκλησιῶν διδασκαλία σημαίνειν βούλεται
ὀνόματι, 〈τί〉 δὲ τῷ τοῦ προσώπου καὶ τῆς ὑποστάσεως.273

274

Ὡς τὸ τῆς ἐκκλησίας δόγμα παραθέμενος· ὅπερ ἡμεῖς παντὶ σθένει περιέπομεν, ἐκείνοις μᾶλλον προτίθεσθαι ὁμο‐ λογεῖ, τῇ ἐκκλησιαστικῇ ἀπειθῶν παραδόσει, καὶ ἴδια λοιπὸν εἰσάγει τινά, συγχεῖν τὰς φύσεις καὶ τὰς ὑποστάσεις βου‐
5λόμενος. Φύσιν μὲν οὖν οἴεται τὸν κοινὸν τοῦ εἶναι λόγον τῶν τῆς αὐτῆς μετεχόντων οὐσίας, ὡς ἀνθρώπου παντὸς τὸ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν· τούτῳ γὰρ οὐδεὶς ἀνθρώπων διενήνοχεν. οὐσίαν δὲ καὶ φύσιν εἰς ταυ‐
10τὸν ἄγει. ὑπόστασιν δὲ ἤγουν πρόσωπον τὴν ἰδιοσύστατον τῆς ἑκάστου φύσεως ὕπαρξιν καί, ἵν’ οὕτως εἴπω, περι‐ γραφὴν ἐξ ἰδιοτήτων τινῶν συγκειμένην, καθ’ ἃς ἀλλήλων οἱ τῆς αὐτῆς κενοινωνηκότες φύσεως διαφέρουσι, καὶ συν‐ τόμως εἰπεῖν, ἅπερ ἄτομα προσαγορεύειν τοῖς ἐκ τοῦ Περι‐
15πάτου φίλον, ἐν οἷς ἡ τῶν κοινῶν γενῶν τε καὶ εἰδῶν ἀποτελευτᾷ διαίρεσις, ταῦτα οἱ τῆς ἐκκλησίας διδάσκαλοι ὑποστάσεις, ἔσθ’ ὄτε καὶ πρόσωπα προσηγόρευσαν. τοῦ γὰρ ζῴου εἰς τὸ λογικὸν διαιρουμένου καὶ τὸ ἄλογον, καὶ τοῦ λογικοῦ πάλιν εἰς ἄγγελον καὶ ἄνθρωπον καὶ δαίμονα, τὰ
20εἰς ἃ λοιπὸν ὑποτέμνεται ἐσχάτων τῶν εἰδῶν τούτων ἕκαστον, οἷον ἄνθρωπος μὲν εἰς Πέτρον καὶ Παῦλον, ἄγγελος δὲ εἰς Μιχαὴλ φέρε καὶ Γαβριὴλ καὶ τῶν λοιπῶν ἀγγέλων ἕκαστον, ἄτομα προσαγορεύουσι, διότι μὴ οἷόν τε τούτων ἕκαστον ὑποτέμνεσθαι λοιπὸν εἰς ἕτερα τὴν φύσιν αὐτῶν μετὰ τὴν
25τομὴν διασώζοντα. ἡ μὲν γὰρ εἰς ψυχὴν καὶ σῶμα τοῦ ἀνθρώπου διαίρεσις τοῦ παντὸς ζῴου φθορὰν ἐργάζεται. ἔνθεν ἄτομα ταῦτα καλεῖν ἐκείνοις φίλον. ὑποστάσεις δὲ τὰ τοιαῦτα ὁ ἐκκλησιαστικὸς ὠνόμασε λόγος, διότι ἐν τούτοις τὰ γένη καὶ εἴδη λαμβάνει τὴν ὕπαρξιν. εἰ γὰρ καὶ ἴδιον
30ἔχει τὸν τοῦ εἶναι λόγον τὸ ζῷον, φέρε καὶ ὁ ἄνθρωπος,274

275

ὧν τὸ μέν ἐστι γένος, τὸ δὲ εἶδος, ἀλλ’ ἐν τοῖς ἀτόμοις τὴν ὕπαρξιν ἔχουσιν, οἷον Πέτρῳ καὶ Παύλῳ, χωρὶς τούτων οὐχ ὑφιστάμενα. τί μὲν οὖν ὑπόστασίς ἐστι καὶ τί φύσις κατὰ τὴν ἐκκλησιαστικὴν ὑφήγησιν, εἴπομεν.
5 Τὸ τῆς ἀληθείας ἐκθέμενος μετὰ τῆς ἀληθείας δόγμα, τότε ἄρχεται λοιπὸν τὰ ἴδια εἰσάγειν ἐναντιούμενα προδήλως τῷ ἐκκλησιαστικῷ κανόνι· τὸν γὰρ τῆς ὑποστάσεως λόγον εἰς τὴν οὐσίαν κατ’ ἐξουσίαν μετάγων συγχεῖν ἅπαν ἀγωνίζεται.
10 Αὕτη δὴ οὖν ἡ κοινὴ φύσις, ἡ ἀνθρώπου, καθ’ ἣν οὐδεὶς ἄνθρωπος οὐδενὸς διενήνοχεν, ἐν ἑκάστῳ τῶν ἀτόμων γινομένη ἰδία λοιπὸν ἐκείνου καὶ οὐδενὸς ἑτέρου κοινὴ γίνεται, καθὼς ἐν τῷ τετάρτῳ κεφαλαίῳ ὡρισάμεθα. Ἐρωτῆσαι καλὸν τὸν σοφὸν τοῦτον καὶ γενναῖον τῶν
15λογικῶν σκεμμάτων ἐξεταστήν· εἰ τὸ ἐν ἐμοὶ ζῷον λογικὸν θνητὸν οὐδενὶ τῶν λοιπῶν ἀνθρώπων κοινόν ἐστι, ποίαν κοινωνίαν λοιπὸν λέγει ἔχειν τοὺς λοιποὺς ἀνθρώπους, εἰ μὴ κατὰ τὸ ἐν ἐμοὶ ζῷον λογικὸν θνητὸν τὸ ταυτὸν καὶ ὅμοιόν μοι πρὸς ἐκείνους;
20 Τὸ γὰρ ἐν ἐμοὶ ζῷον λογικὸν θνητὸν οὐδενὸς ἄλλου κοινόν ἐστιν. ἀμέλει παθόντος ἀνθρώπου τινὸς ἢ βοὸς ἢ ἵππου ἀπαθῆ μένειν τὰ ὁμοειδῆ τῶν ἀτόμων οὐκ ἀδύνατον. καὶ γὰρ Παύλου τεθνεῶτος μηδένα τεθνάναι τῶν λοιπῶν ἀνθρώπων ἐνδέχεται, καὶ γενομένου Πέτρου καὶ εἰς τὸ εἶναι
25παρενεχθέντος οἱ ἐσόμενοι μετ’ αὐτὸν ἄνθρωποι οὔπω τῶν ὄντων εἰσίν. οὐκοῦν ἑκάστη φύσις οὐ μοναχῶς λέγεται τοῦθ’ ὅπερ ἐστίν, ἀλλὰ διχῶς. καθ’ ἕνα μὲν τρόπον, ὅταν τὸν κοινὸν ἑκάστης φύσεως λόγον αὐτὸν ἐφ’ ἑαυτοῦ θεωρῶμεν, οἷον τὴν ἀνθρώπου φύσιν ἢ τὴν ἵππου ἐν οὐδενί πω τῶν
30ἀτόμων γινομένην, καθ’ ἕτερον δέ, ὅταν αὐτὴν δὴ ταύτην
τὴν κοινὴν φύσιν ἐν τοῖς ἀτόμοις γινομένην κατίδωμεν καὶ275

276

μερικωτάτην ἐν ἑκάστῳ αὐτῶν λαμβάνουσαν ὕπαρξιν, οὐδενὶ ἄλλῳ πλὴν ἐκείνῳ μόνῳ λοιπὸν ἐφαρμόζουσαν. Ἀλλ’ οὐχ ἡ φύσις λαμβάνει μερικὴν ὕπαρξιν ἐν τῷ ἀτόμῳ γινομένη, προσλαβοῦσα δὲ τὰ ἰδιώματα καὶ τοῦ
5ἑνὸς ἐγένετο χαρακτήρ· ἃς ὑποστάσεις ἀποτελεῖ, καὶ λοιπὸν τὰ ἄτομα καλοῦνται, οὐχ ἡ φύσις. ὁλόκληρος γὰρ καὶ ἐν τῷ ἀτόμῳ οὖσα ἡ οὐσία καὶ οὕτως οὐσία καλεῖται καὶ φύσις, πλὴν μετὰ ἰδιωμάτων, δι’ ὧν τῶν λοιπῶν χωρίζεται. οὐ γὰρ καθὸ ζῷον λογικὸν θνητὸν χωρίζεται τῶν λοιπῶν,
10κἂν ἐν τῷ Πέτρῳ γένηται ἢ τῷ Παύλῳ, ἀλλὰ καθὸ προσελάβετο ἰδίωμα. Τὸ γὰρ ἐν ἐμοὶ ζῷον λογικὸν θνητὸν οὐδενὶ τῶν ἄλλων ἀνθρώπων ἐστὶ κοινὸν οὐδὲ ἡ ἐν τῷδε τῷ ἵππῳ τοῦ ζῴου φύσις ἐν ἄλλῳ τινὶ γένοιτ’ ἄν, ὡς ἀρτίως δεδείχαμεν. ὅτι
15δὲ ταύτας τὰς ἐννοίας περί τε φύσεων ἔχει καὶ ὑποστάσεων ἡ τῆς ἐκκλησίας διδασκαλία, δῆλον ἐξ ὧν μίαν μὲν φύσιν πατρός τε καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ὁμολογοῦμεν, τρεῖς δὲ τὰς τούτων ὑποστάσεις ἤγουν τὰ πρόσωπα δογματίζομεν, καθ’ ἃς ἕκαστον ἰδιότητί τινι ἐκ τῶν λοιπῶν διακρίνεται.
20 Εἰ ἤκουες τοῦ λέγοντος· „οὐ φθάνω τὸ ἓν νοῆσαι καὶ τοῖς τρισὶ περιλάμπομαι“, οὐκ ἂν ἐτόλμησας οὐδ’ αὐτῇ τῇ ἐπινοίᾳ τὸ κοινὸν τῆς θεότητος χωρὶς τῶν ὑπο‐ στάσεων θεωρῆσαι. τοῦτο γὰρ ἐπὶ τῶν κτιστῶν γίνεται, ἐν οἷς τὸ κοινὸν καὶ τὸ ἓν λόγῳ μόνῳ θεωρητόν, οὐχ
25ὡς ἐπὶ θεοῦ, ὥς φησι Γρηγόριος, „οὐδ’ αὕτη μερὶς τοῦ Ἰακώβ“. ὁ γὰρ Βασίλειος παραπλῆγας καλεῖ τοὺς τὴν θεότητα „κοινότητά τινα“ λέγοντας „λόγῳ μόνῳ θεωρητήν“. Τί γὰρ ἂν εἴη μία φύσις θεότητος ἢ ὁ κοινὸς τῆς θείας φύσεως λόγος αὐτὸς καθ’ ἑαυτὸν θεωρούμενος καὶ τῇ ἐπινοίᾳ
30τῆς ἑκάστης ὑποστάσεως ἰδιότητος κεχωρισμένος;276

277

Οὐδεὶς πώποτε τῶν τῆς ἐκκλησίας διδασκάλων τὸν κοινὸν τῆς οὐσίας λόγον ἴδιον τῆς ὑποστάσεως ἐθεώρησε. φησὶ δὲ Βασίλειος, ὡς ὁ καθέκαστα ἄνθρωπος „καὶ τῷ κοινῷ τῆς οὐσίας λόγῳ τοῦ εἶναι μετέχει καὶ τοῖς περὶ
5αὐτὸν ἰδιώμασιν ὁ δεῖνά ἐστι καὶ ὁ δεῖνα“. Ὅτι δὲ καὶ ἰδικώτερον πάλιν τὸ τῆς φύσεως γινώσκομεν ὄνομα, τὸν κοινὸν λόγον τῆς φύσεως ἐφ’ ἑκάστου τῶν ἀτόμων ἤγουν τῶν ὑποστάσεων ἑκάστης ἴδιον γενόμενον θεωροῦντες καὶ οὐδενὶ λοιπὸν ἑτέρῳ τῶν ὑπὸ τὸ κοινὸν εἶδος ἐφαρμόζειν
10δυνάμενον, δῆλον πάλιν ἐξ ὧν ἐπὶ Χριστοῦ δύο φύσεων ἕνωσιν, τῆς θείας φημὶ καὶ τῆς ἀνθρωπείας, πρεσβεύομεν. Ἀλλ’ ἡμεῖς κατὰ τὸν θεόσοφον Διονύσιον „ὁλικῶσ“ τὴν θεότητα ἤγουν τὴν θείαν οὐσίαν ἀμερίστως „ἐν μιᾷ τῶν αὐτῆς ὑποστάσεων κεκοινωνηκέναι ἡμῖν“ ὁμολογοῦμεν,
15καὶ εἰ „ἀμέριστος ἐν μεμερισμένοισ“ κατὰ τὸν θεολόγον Γρηγόριον ἡ θεότης ἐν ταῖς αὐτῆς ὑποστάσεσι θεωρεῖται, πῶς οὖν αὐταῖς μερικὴν οὐσίαν ἐφ’ ἑκάστῃ γνωρίζεις ὑποστάσει; Οὐ γὰρ δὴ τὴν κοινὴν ἐπὶ τῆς ἁγίας τριάδος νοουμένην
20τῆς θεότητος σεσαρκῶσθαί φαμεν· οὕτω γὰρ ἂν τοῦ πατρὸς καὶ τοῦ ἁγίου πνεύματος κατηγοροῦμεν τὴν ἐνανθρώπησιν. ἀλλ’ οὐδὲ τὸν κοινὸν τῆς ἀνθρωπίνης φύσεως λόγον ἡνῶσθαι τῷ θεῷ λόγῳ πρεσβεύομεν· οὕτω γὰρ πάλιν καὶ τοῖς πρὸ τῆς τοῦ λόγου ἐπιδημίας γενομένοις ἀνθρώποις καὶ τοῖς μετ’
25αὐτὴν ἐσομένοις ἅπασιν ἡνῶσθαι ἂν ὁ τοῦ θεοῦ λόγος δικαίως ἐλέγετο. Σημειωτέον ὅπως τὴν οὐσίαν διαιρεῖ τοῦ υἱοῦ ἀπὸ
τοῦ πατρὸς καὶ τοῦ πνεύματος βλασφημῶν.277

278

Ἀλλὰ δῆλον ὅτι φύσιν θεότητος ἐνταῦθά φαμεν τὴν ἐν τῇ ὑποστάσει τοῦ λόγου τῆς κοινῆς θεότητος ἐξιδιασθεῖσαν φύσιν. ὅθεν καὶ μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην ὁμολογοῦμεν, αὐτῷ τῷ προσθεῖναι τοῦ θεοῦ λόγου ἀποκρί‐
5ναντες αὐτὴν τοῦ τε πατρὸς καὶ τοῦ ἁγίου πνεύματος. Δίδαξον ἡμᾶς, ὦ γενναῖε, πῶς τὸ κοινόν, καθὸ κοινόν ἐστι καὶ ἁπλοῦν καὶ ἑνιαῖον καὶ ἀμερὲς καὶ ἀδιαίρετον, ἴδιον λέγεις τοῦ τινος γενέσθαι. εἰ γὰρ ἴδιον, οὐ κοινόν, καὶ εἰ κοινόν, οὐ πάντως ἴδιον. τὸ γὰρ ἰδιάζον οὐδεὶς
10τῶν ἱερῶν ἡμῶν διδασκάλων ἐν τῇ οὐσίᾳ ἐδίδαξε γνωρί‐ ζεσθαι, ἀλλ’ ἐν ταῖς ὑποστάσεσιν. Ὥστε κἀνταῦθα τὸν κοινὸν τῆς θείας φύσεως λόγον ἴδιον λοιπὸν τοῦ θεοῦ λόγου νενοηκότες σεσαρκῶσθαί φαμεν τοῦ λόγου τὴν φύσιν. καὶ φύσιν πάλιν ἀνθρωπότητος λέγομεν
15ἡνῶσθαι τῷ λόγῳ τὴν μερικωτάτην ἐκείνην ὕπαρξιν, ἣν μόνην ἐκ πασῶν ὁ λόγος προσείληφεν. ὥστε σχεδὸν κατὰ τοῦτο τῆς φύσεως τὸ σημαινόμενον ταυτὸν ἂν εἴη φύσις καὶ ὑπό‐ στασις, πλὴν ὅτι τὸ τῆς ὑποστάσεως ὄνομα συνεπινοουμένας ἔχει καὶ τὰς ἐπιγινομένας παρὰ τὴν κοινὴν φύσιν ἑκάστῳ
20τῶν ἀτόμων ἰδιότητας, καθ’ ἃς ἀλλήλων κεχώρισται. ἔνθεν τῶν ἡμετέρων πολλοὺς διαφόρως εὑρεῖν ἔστι λέγοντας φύσεων ἤγουν ὑποστάσεων ἕνωσιν γεγονέναι. ἡ γὰρ ὑπόστασις, ὡς ἐδείξαμεν, τὴν ἰδικὴν ἑκάστου καὶ ἄτομον σημαίνει ὕπαρξιν. ἐκ παραλλήλου δὲ τούτοις πολλάκις κέχρηνται τοῖς ὀνόμασι,
25δῆλον ὡς καὶ τὴν ἰδικωτάτην φύσιν σημαίνειν ἡμῖν διὰ τούτων ἐθέλουσιν, ἐπεὶ καὶ ἐν τῇ ἀνὰ χεῖρα ὁμιλίᾳ καὶ ἐν τῇ χρήσει τῶν τὰ τοιαῦτα πεφυσιολογηκότων ἔθος ἅπασι καὶ τὸν κοινὸν τῆς φύσεως λόγον ἄνθρωπον προσαγορεύειν, ὡς ὅταν λέγωσιν εἶδος εἶναι τοῦ ζῴου τὸν ἄνθρωπον, εἴπερ μηδὲν τῶν ἀτόμων
30μήτε ἐστὶν εἶδος τὸ ὑπὸ τὸ γένος μήτε λέγεται. ἀλλὰ καὶ
ἄνθρωπον ἵππου διαφέρειν λέγομεν, αὐτὰς δηλονότι τὰς καθ‐278

279

όλου λέγοντες φύσεις. καὶ πάλιν Πέτρον ἄνθρωπον εἶναί φαμεν καὶ Παῦλον καὶ Ἰωάννην καὶ γεγονέναι ἄνθρωπον καὶ τεθνάναι, τὸν καθέκαστα δηλονότι, καὶ τοῦ κοινοῦ λόγου τῆς ἀνθρώπου φύσεως οὕτως ἔχοντος. καὶ τοῦτο δὲ πάλιν
5εὔλογον προδιαστείλασθαι, ὡς τὸ τοῦ προσώπου καὶ τῆς ὑποστάσεως ὄνομα πολλάκις μὲν τῆς αὐτῆς ἐστι παρ’ ἡμῖν σημασίας δηλωτικόν, ὡσεὶ καὶ ξίφος τις τὸ αὐτὸ καλοίη καὶ μάχαιραν. οὕτω γοῦν ἐπὶ τῆς ἁγίας τριάδος ἀδιαφόρως πρόσωπα τρία καὶ ὑποστάσεις τρεῖς προσαγορεύομεν, τῷ ἐκ
10παραλλήλου τρόπῳ δι’ ἑκατέρου ταυτὸν σημαίνοντες. πολλάκις δὲ τὸ πρόσωπον τῆς ὑποστάσεως διακρίνουσι, πρόσωπον κα‐ λοῦντες τήν τινων σχέσιν πρὸς ἄλληλα, οὐκ ἀγνοούσης οὐδὲ τῆς συνήθους χρήσεως τοῦτο τοῦ προσώπου τὸ σημαινόμενον. φαμὲν γὰρ τὸ ἐμὸν ἀνειληφέναι πρόσωπον τὸν δεῖνα, καὶ
15εἰς πρόσωπον τοῦδε τὴν δίκην εἰσαγαγεῖν τὸν δεῖνα, καὶ τὸν ὕπαρχον δὲ πρόσωπον ἔχειν τοῦ βασιλέως λέγομεν. ἔνθεν καὶ οἱ τῶν Νεστορίου δογμάτων κατήκοοι οὔτε φύσιν μίαν ἐπὶ Χριστοῦ οὔτε ὑπόστασιν λέγειν ἀνεχόμενοι, ἐπεὶ μήτε τῶν φύσεων μήτε τῶν ὑποστάσεων καθ’ αὑτὰς πρεσβεύουσιν
20ἕνωσιν, ἄνθρωπον δὲ εἶναι τὸν ἐκ Μαρίας ψιλὸν ὑποτίθενται, ὅλην ἐν ἑαυτῷ τὴν θείαν χωρήσαντα ἔλλαμψιν καὶ ταύτῃ τῶν ἄλλων ἁπάντων θεοφόρων ἀνθρώπων διαφέροντα, μερι‐ κωτέρας ἐν ἐκείνων ἑκάστῳ γενομένης τῆς θείας ἐλλάμψεως, ὅμως θαρρούντως ἓν εἶναι τοῦ Χριστοῦ πρόσωπον διισχυρί‐
25ζονται, τὴν σχέσιν τοῦ θεοῦ λόγου πρὸς τὸν ἐκ Μαρίας ἄνθρωπον μίαν οὖσαν πρόσωπον ἓν λέγοντες, ἐπεὶ πᾶσαν ἐκεῖνος τὴν θείαν οἰκονομίαν εἰς πρόσωπον ἐποιεῖτο τῆς τοῦ θεοῦ λόγου θεότητος. ὅθεν δικαίως καὶ τὴν εἰς τὸν ἄνθρωπον
ὕβριν εἰς θεὸν ἀναφέρεσθαι, ἐπεὶ καὶ ἡ τῶν ὑπηκόων εἰς279

280

τὸν ὕπαρχον γινομένη τιμή τε καὶ ὕβρις εἰς αὐτὸν ἀναφέ‐ ρεται τὸν βασιλέα. Ἐπισκεπτέον ὡς, ἐν ὅσῳ λέγει ὁ σοφὸς μὴ προϋφε‐ στάναι τῆς ἑνώσεως τὸ τοῦ κυρίου ἀνθρώπινον, παρυφε‐
5στάναι λέγει τὸ αὐτὸ τοῦτο ἰδιοσυστάτως μετὰ τὴν ἕνωσιν, ἰδίαν αὐτῷ διδοὺς ὑπόστασιν. ἡ δὲ ἐκκλησία οὐχ οὕτως δοξάζει, ἀλλὰ τὴν τοῦ λόγου ὑπόστασιν κοινὴν γενέσθαι τῶν δύο φύσεων ὑπόστασιν ἐν ἑαυτῇ τὴν ἀνθρωπίνην φύσιν ὑποστήσασαν μετὰ τῶν ἀπὸ τῶν λοιπῶν ὁμοειδῶν ἀφορι‐
10ζόντων αὐτὴν ἰδιωμάτων, καὶ κατὰ τοῦτο σώζεται τὸ μὴ εἶναι φύσιν ἀνυπόστατον ἐν τῷ τὴν προσληφθεῖσαν φύσιν τὴν τοῦ λόγου ἐπιγράφεσθαι ὑπόστασιν. Ταύτης οὖν τῆς σχέσεως καὶ τὴν Χριστὸς προσηγορίαν κυρίως δηλωτικὴν εἶναί φασιν, ὅθεν καὶ Χριστὸν ἕνα καλεῖν
15ἀξιοῦσιν, ἐπεὶ καὶ σχέσις, ὡς εἴρηται, μία, κἂν πλείονα εἴη τὰ ταύτης μετέχοντα. δῆλον οὖν οἶμαι τοῖς εὐσεβοῦσι περὶ τὴν τοῦ σωτῆρος ἐνανθρώπησιν, ὡς ἓν εἶναι τὸ τοῦ Χριστοῦ πρόσωπον λέγοντες ἡμεῖς οὐχ, ὡς τοῖς Νεστορίου φίλοις ἔδοξεν, ἐπ’ αὐτῆς ψιλῆς τῆς σχέσεως τοῦ θεοῦ πρὸς τὸν
20ἄνθρωπον τὸ τοῦ προσώπου φέρομεν ὄνομα, ἀλλ’ ἐκ παραλ‐ λήλου τῇ τῆς ὑποστάσεως καὶ τῇ τοῦ προσώπου προσηγορίᾳ χρώμεθα, οὕτω λέγοντες ἓν εἶναι τὸ τοῦ Χριστοῦ πρόσωπον, ὡς ἀνθρώπου μίαν ὑπόστασιν, Πέτρου τυχὸν ἢ Παύλου. Προδιαιτήσθω δὲ ἡμῖν μετὰ τῶν ἄλλων καὶ τοῦτο, ὡς,
25εἰ καὶ τὰ μάλιστα μηδὲ τὸν τυχόντα χρόνον χωρὶς τῆς πρὸς τὸν λόγον ἑνώσεως τὸ ἀνθρώπινον ὑπέστη τοῦ Χριστοῦ, ἀλλ’ ἅμα τε τὴν ἀρχὴν τῆς εἰς τὸ εἶναι παρόδου καὶ τὴν πρὸς τὸν λόγον ἀνείληφεν ἕνωσιν, ἀλλ’ οὐκ ἀνυπόστατον εἶναί φαμεν τὴν φύσιν ἐκείνην, εἴπερ ἰδιοσύστατον εἶχε παρὰ τοὺς
30λοιποὺς ἀνθρώπους καὶ ἰδιοπερίγραφον τὴν ὕπαρξιν ἰδιώμασί
τισι παρὰ τὴν κοινὴν φύσιν τῶν λοιπῶν ἀνθρώπων ἁπάντων280

281

διακρινομένην· τοῦτο γὰρ σημαίνειν ἀρτίως τὸ τῆς ὑπο‐ στάσεως ἐδείξαμεν ὄνομα. οὐκοῦν ὡς ἐπὶ τῆς θεότητος τοῦ Χριστοῦ καὶ φύσιν αὐτῆς καὶ ὑπόστασιν ὁμολογοῦμεν, οὕτω δήπου καὶ ἐπὶ τῆς ἀνθρωπότητος αὐτοῦ, ὥσπερ φύσιν, οὕτω
5καὶ τὴν ἰδικὴν ταύτην ὑπόστασιν ὁμολογεῖν ἀνάγκη, ἵνα μὴ ἀνυπόστατον, ὅπερ εἴρηκα, τὴν φύσιν ἐκείνην λέγειν ἀναγ‐ καζώμεθα. ἓν γὰρ δηλονότι τῶν ὑπὸ τὴν κοινὴν φύσιν τελούντων ἀτόμων τὸ τοῦ σωτῆρος ὑπῆρχεν ἀνθρώπινον. Τούτων οὕτω διευκρινημένων σαφῶς καὶ ὑπὸ πάντων,
10οἶμαι, συμφωνουμένων, λεγέτωσαν ἡμῖν οἱ δύο εἶναι τὰς τοῦ Χριστοῦ φύσεις, μίαν δὲ τὴν ὑπόστασιν ὑποτιθέμενοι, ἐπειδὴ τῶν ἑνωθέντων ἑκάτερον φύσιν τε ἅμα καὶ ὑπόστασιν εἶχεν, ὡς ὁ λόγος ἔδειξε, πότερον ὁμοτίμως τῶν τε φύσεων καὶ τῶν ὑποστάσεων ὁμολογοῦσι γεγονέναι τὴν ἕνωσιν, ἢ
15μᾶλλον ἡνῶσθαι τὰς ὑποστάσεις οἴονται, ἐπεὶ καὶ μία ἐξ ἀμφοῖν ὑπόστασις γέγονεν, ἧττον δὲ τὰς φύσεις, ὅθεν καὶ δύο μετὰ τὴν ἕνωσιν μεμενήκασι. Καὶ μεθ’ ἕτερα πάλιν, ἐν οἷς γυμνάζει, ὅτι τὸ μᾶλλον καὶ ἧττον ἡ οὐσία οὐκ ἐπιδέχεται, φησὶν ἐν τῷ αὐτῷ
20 ζʹ κεφαλαίῳ οὕτως· Μίαν μὲν γὰρ φύσιν πλειόνων ὑποστάσεων γεννητικὴν ἐναργές, οἶμαι, τυγχάνει ἅπασιν. οὕτω γοῦν μίαν εἶναι φύσιν τῆς θεότητος ὁμολογοῦντες τρεῖς εἶναι τὰς ὑποστάσεις αὐτῆς πρεσβεύομεν. καὶ ἀνθρώπων μία ἐστὶν ἡ φύσις τῶν ὑπ’
25αὐτὴν ὑποστάσεων ἐπ’ ἄπειρον σχεδὸν ἐκτεινομένων τῷ πλήθει, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. δύο δὲ φύσεις σωζούσας κατ’ ἀριθμὸν τὴν δυάδα μίαν ἀποτελέσαι ὑπόστασιν ἀδύνατον. καὶ τοῦτο οὐ μόνον ἐκ τῆς τῶν κατὰ μέρος ἁπάντων ἐπα‐ γωγῆς ἔστι πιστώσασθαι (πῶς γὰρ ἂν εἴη λίθου καὶ ξύλου
30μία ὑπόστασις, τουτέστιν ἄτομον ἕν, ἢ βοὸς καὶ ἵππου;),
ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς τοῦ λόγου ἐνεργείας.281

282

Ἀλλ’ οὐ προϋπέστη τῆς πρὸς τὸν λόγον ἑνώσεως, ὦ γεννάδα, ἡ ὑπ’ αὐτοῦ προσληφθεῖσα σάρξ, ἵνα ἰδίαν ἔσχῃ ὑπόστασιν· ἐν δὲ τῇ ὑποστάσει τοῦ υἱοῦ τὸ εἶναι ἔχουσα κοινὴν ἔσχε μετὰ τοῦ λόγου τὴν μίαν ὑπόστασιν.
5 Εἰ γὰρ ἐν ταῖς ὑποστάσεσι (ταυτὸν δὲ εἰπεῖν ἐν τοῖς ἀτόμοις) ἑκάστη φύσις λαμβάνει τὴν ὕπαρξιν, ἀνάγκη πᾶσα δύο τῶν φύσεων οὐσῶν δύο τοὐλάχιστον καὶ τὰς ὑποστάσεις εἶναι, ἐν αἷς τὴν ὕπαρξιν αἱ φύσεις ἔλαβον· ἀδύνατον γὰρ φύσιν ὑποστῆναι καθ’ ἑαυτὴν μὴ ἐν ἀτόμῳ τινὶ θεωρουμένην,
10ἄτομον δὲ ταυτὸν εἶναι καὶ ὑπόστασιν ἀρρήτως δεδείχαμεν. ὥστε ὅσοι μὲν μὴ μόνον τὴν ὑπόστασιν μίαν, ἀλλὰ καὶ τὴν φύσιν διὰ τὴν ἕνωσιν γεγονέναι φασί, σύμφωνοι καὶ ἑαυτοῖς καὶ τῇ ἀληθείᾳ φαίνονται, ὅσοι δὲ τὴν μὲν ὑπόστασιν μίαν, τὰς δὲ φύσεις δύο φασὶν εἶναι, καὶ ἑαυτοῖς ἀσύμφωνοι καὶ
15τῇ ἀληθείᾳ πεφήνασιν. ἀλλ’ ἐπειδὴ τὸ ἀνθρώπινον τοῦ Χριστοῦ, φασίν, ἐν τῷ λόγῳ τὴν ὑπόστασιν ἔσχε καὶ οὐ προϋπέστη τῆς τοῦ λόγου ἑνώσεως, διὰ τοῦτο μίαν φαμὲν εἶναι τὴν τοῦ Χριστοῦ ὑπόστασιν. Πότερον οὖν φαίημεν ἂν καὶ ἡμεῖς ἓν καὶ ταυτὸν
20ἡγεῖσθαι σημαίνειν τὴν φύσιν καὶ τὴν ὑπόστασιν, ὡς ὀνό‐ ματα μόνον εἶναι διάφορα καθ’ ἑνὸς σημαινομένου πίπτοντα, ὡς μάχαιρα καὶ ξίφος, ἢ ἕτερον καὶ ἕτερον; Σημειωτέον· περὶ τῆς ἐν τῷ λόγῳ ὑποστάσης ἑνώσεως ὀρθῶς ὑπὸ τῆς ἐκκλησίας κηρυττομένης ἀπορήσας ἀνα‐
25λῦσαι γριφώδη τινὰ παρεισάγει καὶ ἀσύμβατα. Εἰ μὲν οὖν ταυτόν, μιᾶς τῆς ὑποστάσεως οὔσης μίαν εἶναι καὶ τὴν φύσιν ἀνάγκη, ὡς, εἰ τὸ ξίφος ἓν εἴη, καὶ τὴν μάχαιραν μίαν εἶναι ἀνάγκη, ἢ εἰ αἱ φύσεις δύο, καὶ ὑποστάσεις ἐξ ἀνάγκης δύο ἔσονται. εἰ δὲ ἄλλο μὲν σημαίνει
30τὸ τῆς φύσεως ὄνομα, ἄλλο δὲ τὸ τῆς ὑποστάσεως, αἴτιον
δὲ τοῦ μίαν εἶναι τοῦ Χριστοῦ τὴν ὑπόστασιν ἡγοῦνται τὸ282

283

μὴ προϋπάρξαι τὴν τοῦ ἀνθρώπου ὑπόστασιν ἤγουν πρόσ‐ ωπον τῆς πρὸς τὸν λόγον ἑνώσεως, οὐκοῦν καὶ τοῦ δύο τοῦ Χριστοῦ τὰς φύσεις εἶναι αἴτιον ἂν εἴη τὸ προϋπάρξαι τὴν τοῦ ἀνθρώπου φύσιν τῆς πρὸς τὸν λόγον ἑνώσεως. ἀλλ’
5εἰ προϋπέστη ἡ ἑνωθεῖσα τῷ λόγῳ μερικὴ φύσις, ἀνάγκη πᾶσα προϋποστῆναι καὶ τὴν αὐτῆς ὑπόστασιν. τούτων γὰρ οὐκ ἐνδέχεται θάτερον εἶναι τοῦ λοιποῦ μὴ ὄντος, τὴν μερικὴν λέγω φύσιν ἄνευ τῆς ἰδίας αὐτῆς ὑποστάσεως ἢ τὴν μερικὴν ὑπόστασιν ἄνευ τῆς ἰδίας αὐτῆς φύσεως. ἓν γάρ ἐστιν ἄμφω
10τῷ ὑποκειμένῳ καὶ εἰς ταυτὸν πολλάκις συντρέχουσι παρὰ τοῖς χρησαμένοις, ὡς μικρῷ πρόσθεν ἐδείξαμεν. εἰ τοίνυν ὥσπερ ἡ ὑπόστασις, οὕτω καὶ ἡ φύσις ἡ τῷ λόγῳ ἑνωθεῖσα οὐ προϋπέστη τῆς πρὸς αὐτὸν ἑνώσεως, διόπερ ἄρα μίαν τὴν τοῦ Χριστοῦ ἀξιοῦσιν ὑπόστασιν, διὰ τοῦτο καὶ φύσιν
15αὐτοῦ μίαν ἀξιούτωσαν εἶναι. μὴ διαφέρουσαι γὰρ κατὰ τὸ ἡνῶσθαι οὐδὲ κατὰ τοῦτο ἂν διαφέροιεν. Κεφάλαιον ΛΖʹ. 〈Τὸ σύμβολον τῆς ἁγίας πίστεως. ὅπερ ἡ ἐκκλησία διδάσκει, καὶ τοῦ θαυματουργοῦ Γρηγορίου ἡ ἀπο‐
20κάλυψις, καὶ σύντομος ἔκθεσις ὀρθοδοξίας.〉 Τὸ σύμβολον τῆς ἁγίας πίστεως, ὅπερ ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ λέγειν ἐδιδάχθημεν. Πιστεύομεν εἰς ἕνα θεόν, πατέρα παντοκράτορα—
ζωὴν τοῦ μέλλοντος αἰῶνος. ἀμήν.283

284

Ἀποκάλυψις ὀφθεῖσα τῷ ἁγίῳ Γρηγορίῳ, δι’ ἧς ἐδιδάχθη παρὰ τῆς ἀχράντου θεοτόκου διὰ τοῦ ἁγίου Ἰωάννου τοῦ θεολόγου τὴν πίστιν τὴν ὀρθόδοξον. Εἷς θεὸς ἀρχὴ καὶ πατὴρ λόγου ζῶντος, σοφίας ὑφε‐
5στώσης καὶ δυνάμεως καὶ χαρακτῆρος ἰδίου, τέλειος τελείου γεννήτωρ, πατὴρ υἱοῦ μονογενοῦς. καὶ εἷς κύριος, μόνος ἐκ μόνου, θεὸς ἐκ θεοῦ, χαρακτὴρ τῆς ὑποστάσεως τοῦ πατρός, εἰκὼν θεοῦ θεός, λόγος ἐνεργὸς καὶ τῆς πάντων ὑποστάσεως αὐτουργός, σοφία τῆς τῶν ὅλων ὑποστάσεως
10περιεκτικὴ καὶ δύναμις τῆς ὅλης κτίσεως ποιητική, υἱὸς ἀληθινὸς ἐξ ἀληθινοῦ πατρός, ἀόρατος ἀοράτου, ἄφθαρτος ἀφθάρτου καὶ ἀθάνατος ἀθανάτου καὶ ἀΐδιος ἀϊδίου. καὶ ἓν πνεῦμα ἅγιον ἐκ θεοῦ τὴν ὕπαρξιν ἔχον καὶ δι’ υἱοῦ πεφηνὸς τοῖς ἀνθρώποις, εἰκὼν τοῦ υἱοῦ τελείου τελεία, ζωὴ ζώντων,
15ἁγιότης καὶ πηγὴ ἁγιωσύνης, ἁγιασμοῦ χορηγόν, δι’ οὗ θεὸς ἐν τοῖς πιστεύουσιν ἅπασιν ὁ ἐπὶ πάντων καὶ υἱὸς ὁ διὰ πάντων. τριὰς τελεία, δόξῃ καὶ ἀϊδιότητι καὶ βασιλείᾳ μὴ μεριζομένη μηδ’ ἀπαλλοτριουμένη. οὔτε οὖν κτιστόν τι καὶ δοῦλον ἐν τῇ τριάδι οὔτε ἐπείσακτον, ὡς πρότερον μὲν οὐχ
20ὑπάρχον, ὕστερον δὲ ἐπεισελθόν, οὐδὲ ἐνέλιπέ ποτε υἱὸς πατρὶ καὶ υἱῷ τὸ πνεῦμα, οὐδὲ ηὔξηται μονὰς εἰς δυάδα οὐδὲ δυὰς εἰς τριάδα, ἀλλ’ ἄτρεπτος καὶ ἀναλλοίωτος ἡ αὐτὴ τριάς. Διδασκαλία ὀρθόδοξος, ἐν ᾗ ἐστήρικται ἡ ἁγία καθολικὴ τοῦ θεοῦ ἐκκλησία.
25 Τριὰς ἁπλῆ καὶ ἀσύνθετος, ἀσυνείκαστος, ἄφθαρτος, ἀΐδιος, ἄρευστος, ἀθάνατος, ὁμοούσιος, ὁμόθρονος, ὁμο‐ δύναμος, πατήρ, υἱὸς καὶ ἅγιον πνεῦμα, μία θεότης ἐν
τρισὶν ὑποστάσεσι. πατὴρ υἱοῦ γεννήτωρ, ἀΐδιος ἀϊδίου καὶ284

285

ἄχρονος ἀχρόνου, πρὸ πάντων τῶν αἰώνων, οὐ χρονικῶς, οὐ σωματικῶς, οὐ ῥευστῶς, ἀλλ’ ὑπὲρ νοῦν καὶ λόγον τέλειον γεννήσας υἱόν, οὐ νόμῳ σωματικῆς γεννήσεως, ἀλλ’ ὡς αὐτὸς μόνος ἐπίσταται θεοπρεπῶς. πνεῦμα ἅγιον κύριον καὶ ζωο‐
5ποιόν, πατρὶ καὶ υἱῷ ὁμοούσιον καὶ ὁμόθρονον, ἐκ πατρὸς ἐκπορευόμενον καὶ ἐν υἱῷ ἀναπαυόμενον. τριὰς τελεία τελείαις τρισὶν ὑποστάσεσιν ἐν οὐσίᾳ μιᾷ καὶ θεότητι γνωριζομένη. Διδάσκει ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἕνα τῆς ἁγίας ὁμοουσίου
10καὶ προσκυνητῆς τριάδος, βουλήσει τοῦ πατρὸς καὶ συν‐ εργείᾳ τοῦ ἁγίου πνεύματος κατελθόντα ἐκ τῶν οὐρανῶν δι’ οἶκτον φιλανθρωπίας, σαρκωθῆναι ἐκ Μαρίας τῆς ἁγίας ἀειπαρθένου καὶ θεοτόκου διὰ πνεύματος ἁγίου, καὶ τοῦτον ἐνανθρωπῆσαι ἀληθῶς καὶ οὐ δοκήσει, καὶ σταυρωθῆναι
15ὑπὲρ ἡμῶν καὶ ταφῆναι καὶ ἀναστῆναι καὶ ἀναληφθῆναι εἰς οὐρανοὺς μετὰ τῆς ἐξ ἡμῶν σαρκός, μεθ’ ἧς καὶ ἐλεύ‐ σεται κρῖναι ζῶντας καὶ νεκρούς. τούτου δύο πρεσβεύει τὰς γεννήσεις, μίαν τὴν ἐκ πατρὸς καὶ ἀΐδιον, δευτέραν τὴν ἐξ ἡμῶν καὶ ἐν χρόνῳ. τούτου δύο τὰς φύσεις κηρύττει,
20τὸν αὐτὸν ἐν θεότητι καὶ ἐν ἀνθρωπότητι· ἐξ ὧν γὰρ καὶ ἐν αἷς καὶ ἅπερ ἐστὶ Χριστὸς ὁ εἷς καὶ μόνος ὑποστάσει, φυλάττονται καθ’ ἕνωσιν ἀδιάσπαστον „ἀσυγχύτως, ἀτρέ‐ πτως, ἀδιαιρέτως, οὐ τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν, σωζομένης δὲ μᾶλλον καὶ εἰς ἓν πρόσ‐
25ωπον καὶ μίαν ὑπόστασιν συντρεχούσησ“. τούτου δύο καὶ τὰ θελήματα καὶ τὰς ἐνεργείας κατ’ ἄλλο καὶ ἄλλο „μετὰ τῆς θατέρου κοινωνίασ“ ἐκδιδάσκει, δι’ ὧν αἱ φύσεις ἀφαν‐ τασιάστως κατοπτεύονται, τοῦ μὲν ἀνθρωπίνου θελήματος οὐκ ἀντιτασσομένου τῷ θείῳ καὶ πανσθενεῖ θελήματι, ἀλλ’
30εἴκοντος καὶ ὑποκεκλιμένου, ἐν ἑκατέρᾳ δὲ μορφῇ „μετὰ285

286

τῆς θατέρου κοινωνίασ“ δρῶντος τά τε θεῖα καὶ τὰ ἀνθρώ‐ πινα, τοῦ ἑνὸς καὶ μόνου σωτῆρος ἡμῶν καὶ θεοῦ Ἰησοῦ Χριστοῦ τοῦ τὴν μὲν ἀνθρωπίνην φύσιν, ἣν ἑνώσας ἑαυτῷ ἰδίαν ἐπεγράψατο, τῇ θείᾳ καταπλουτίζοντος δόξῃ, εἰς δὲ
5τὴν θείαν ἀγαθότητα διὰ τὴν ἄκραν ἕνωσιν καὶ χάριν ἐπαναφέροντος τὰ τοῦ σώματος, ἅπερ οὐκ ἐμπαθῶς ἐτελεῖτο, τῆς δὲ τῶν ἀνθρώπων ἕνεκεν σωτηρίας. Κεφάλαιον ΛΗʹ. 〈Πόσοις ὀνόμασι σημαίνεται ὁ σωτὴρ παρὰ τῇ γραφ,
10ὁμοίως καὶ ἡ θεοτόκος καὶ Ἰωάννης ὁ πρόδρομος.〉 Πόσοις ὀνόμασι σημαίνεται ὁ σωτὴρ παρὰ τῇ θεοπνεύστῳ γραφῇ. Τινές φασι τὸν σωτῆρα κυρίως ὀνομάζεσθαι σοφίαν, τινὲς δὲ λόγον, τὰ δὲ λοιπὰ οὐ κυρίως, ἀλλὰ τροπικῶς.
151 Σοφία 2 Λόγος 3 Υἱὸς θεοῦ 4 Θεὸς λόγος 5 Φῶς κόσμου
206 Φῶς ἀληθινόν 7 Ἀνάστασις 8 Ὁδός 9 Ἀλήθεια 10 ΖωήColumn end
2511 Θύρα
12 Ποιμήν286

287

13 Μεσσίας 14 Χριστός 15 Ἰησοῦς 16 Κύριος
517 Διδάσκαλος 18 Ῥῆμα 19 Βασιλεύς 20 Δίκαιος 21 Ἄμπελος ἀληθινός
1022 Ἄρτος ζωῆς 23 Ὁ πρῶτος καὶ ὁ ἔσχατος 24 Ὁ ζῶν καὶ γενόμενος νεκρός
1525 Τὸ α καὶ τὸ ω, ἀρχὴ καὶ τὸ τέλος 26 Ὁ ὤν 27 Ὁ ἦν 28 Ὁ ἐρχόμενος
2029 Πιστός
30 Ἀληθινός 31 Βέλος ἐκλεκτόν 32 Δοῦλος θεοῦ 33 Φῶς ἐθνῶνColumn end
2534 Ἀρνίον ἄκακον 35 Ἀμνὸς θεοῦ 36 Ἀνήρ 37 Παράκλητος 38 Ἱλασμός
3039 Θεοῦ δύναμις 40 Θεοῦ σοφία 41 Ἱλαστήριον 42 Πῦρ καταναλίσκον 43 Ἁγιασμός
3544 Ἀπολύτρωσις 45 Δικαιοσύνη 46 Ἀρχιερεύς 47 Ἰούδας 48 Σκύμνος λέοντος
4049 Λέων 50 Ἰακώβ
51 Ἰσραήλ287

288

52 Δαβίδ 53 Ἅγιος 54 Ῥίζα 55 Ῥάβδος
556 Ἄνθος 57 Βλαστός 58 Λίθος 59 Πέτρα 60 Μονόκερως
1061 Ἄστρον 62 Προφήτης 63 Ἀρχιστράτηγος 64 Ἱερεύς 65 Θυσία
1566 Θυσιαστήριον 67 Ἠγαπημένος ὡς υἱὸς μονοκέρωτος 68 Λυτρωτής 69 Ἄνθρωπος
2070 Ὕψιστος 71 Σκώληξ
72 Ὄνομα κυρίου 73 Παῖς πένης 74 Ἀνὴρ πένης καὶ σοφόςColumn end
2575 Νυμφίος 76 Πανθήρ 77 Ἡγούμενος 78 Ἄρχων 79 Παντοκράτωρ
3080 Χείρ 81 Δεξιά 82 Βραχίων 83 Ἅγιος 84 Δύναμις θεοῦ
3585 Ὄνομα θεοῦ 86 Ἄγγελος 87 Ἥλιος δικαιοσύνης 88 Πρόβατον 89 Νεφέλη δικαία
4090 Ἀνατολὴ ὄνομα αὐτοῦ 91 Υἱὸς ἀνθρώπου 92 Νόμος 93 Δίκαιος κριτής
94 Ἐμμανουήλ288

289

95 Μεγάλης βουλῆς ἄγ‐ γελος 96 Θαυμαστός 97 Σύμβουλος
598 Θεὸς ἰσχυρός 99 Ἐξουσιαστής 100 Ἄρχων εἰρήνης 101 Πατὴρ τοῦ μέλλοντος αἰῶνος
10102 Νεφέλη 103 Ἀγαπητός 104 Μάρτυς 105 Σωτηρία 106 Δικαιοσύνη
15107 Δόξα κυρίου 108 Ὕψος θεοῦ 109 Σωτήριον 110 Διαθήκη γένους 111 Παῖς, ὃν ἐξελεξάμην
20112 Θεὸς τοῦ Ἰσραήλ 113 Σωτήρ 114 Ἀγαλλίαμα 115 Εἰκὼν θεοῦ
116 ΜορφήColumn end
25117 Ἀπαύγασμα 118 Χαρακτήρ 119 Πρωτότοκος 120 Νυμφίος 121 Ἀδελφιδός
30122 Νάρδος 123 Ἀπόδεσμος στάκτης 124 Ἄνθος τοῦ πεδίου 125 Κρῖνον 126 Μῆλον
35127 Δορκάς 128 Νεβρὸς ἐλάφου 129 Ἀγαπητός 130 Σολομών 131 Ποιμήν
40132 Βότρος Κύπρου 133 Φοῖνιξ 134 Ξύλον ζωῆς 135 Ἀπόστολος 136 Ἀγαθός
45137 Υἱὸς ἀγαπητός 138 Παιδίον 139 Βρέφος
140 Λίθος προσκόμματος289

290

141 Πέτρα σκανδάλου 142 Εἰρήνη 143 Δύναμις θεοῦ 144 Παντοκράτωρ
5145 Μονογενής 146 Ἄρτος 147 Πόμα 148 Πηγή 149 Θύρα
10150 Ἥλιος 151 Φῶς 152 Ἀμνός 153 Ἀρνίον 154 Θυσία
15155 Προσφορά 156 Λύτρον 157 Σύμβουλος 158 Δαβίδ 159 Ἱερεμίας
20160 Παῦλος 161 Ἡσαΐας 162 Δανιήλ 163 Συμεών
164 ΜαλαχίαςColumn end
25165 Μάρκος 166 Λουκᾶς 167 Ζαχαρίας 168 Ἰωάννης 169 Σολομών
30170 Χαρακτήρ 171 Κληρονόμος 172 Ἀνατολή 173 Πραΰς 174 Σωτήρ
35175 Ταπεινός 176 Μάρτυς 177 Δίκαιος 178 Κατάρα 179 Εὐλογία
40180 Ὁδός 181 Ἀλήθεια 182 Βαλαάμ 183 Πτῶσις καὶ ἀνάστασις 184 Παράκλητος
45185 Ἐντυγχάνων 186 Πνεῦμα
187 Ὕδωρ ζωῆς290

291

Πόσοις ὀνόμασι κέκληται ἡ θεοτόκος. 1 Μαρία 2 Κυρία 3 Σμύρνα θαλάσσιος
54 Βάτος 5 Κιβωτός 6 Λυχνία 7 Ῥάβδος 8 Στάμνος
109 Σκηνή 10 Θυμιατήριον 11 Τράπεζα 12 Ναός 13 Ἁγίασμα
1514 Τόπος κυρίου 15 Οἶκος θεοῦ 16 Πύλη 17 Οὐρανός 18 Θρόνος
2019 Χερουβείμ 20 Μήτηρ ἄνανδρος 21 Παρθένος γεννήσασα
22 Σφραγὶς βασιλική 23 Βιβλίον ἐσφραγισμένονColumn end
2524 Τόμος καινός 25 Πηγὴ ἐσφραγισμένη 26 Κῆπος κεκλεισμένος 27 Ῥόδον ἀμάραντον 28 Μῆλον εὐωδιάζον
3029 Κρῖνον 30 Ἄνθος 31 Νάρδος 32 Στάκτη 33 Κιννάμωμον
3534 Θυγάτηρ 35 Ἀδελφή 36 Νύμφη 37 Μῦρον 38 Θυμίαμα
4039 Χρυσίον καθαρόν 40 Ξύλον ἄσηπτον 41 Πορφύρα βασιλική 42 Βύσσος κεκλωσμένη 43 Ὑάκινθος
4544 Νεφέλη κούφη291

292

45 Ἄχραντος 46 Ἀλόχευτος 47 Ἁγνή 48 Ἀμόλυντος
549 Ἀξιόθεος 50 Θεόνυμφος 51 Χωρίον θεοῦ 52 Θεοῦ μήτηρ 53 ΘεοδόχοςColumn end
1054 Θεοτόκος κυρίως καὶ ἀληθῶς Πόσοις ὀνόμασι καλεῖται ὁ πρόδρομος. 1 Υἱός 2 Βρέφος 3 ΠαιδίονColumn end
154 Μέγας 5 Ἰωάννης 6 Ἄνθρωπος 7 Προφήτης 8 Ἡλίας
209 Διδάσκαλος 10 Ἑτοιμαστής 11 Κῆρυξ
12 Φωνή 13 ΒαπτιστήςColumn end
2514 Ὁμολογητής 15 Μάρτυς 16 Τριάδος ὑπογραφεύς 17 Δίκαιος 18 Ἅγιος
3019 Ἀπόστολος 20 Εὐαγγελιστής 21 Νυμφαγωγός 22 Λύχνος 23 Ἔλεγχος Ἡρῴδου
3524 Πρόδρομος Κεφάλαιον ΛΘʹ. Περὶ τῶν παρ’ Ἑβραίοις βιβλίων, ὅπως αὐτὰ καλοῦσι, καὶ περὶ δυσνοήτων λέξεων ἐν τῇ γραφῇ κειμένων καὶ ὀνομάτων καὶ σημάντρων, καὶ περὶ ἀριθμο.Column end
40Ἀδάμ
Σήθ ἘνώςColumn end
Καϊνάν292

293

Μαλελεήλ Ἰάρεδ Ἐνώχ Μαθουσάλα
5Λάμεχ Νῶε Σήμ Ἀρφαξάδ
ΣάλαColumn end
10Ἕβερ Φαλέκ Ῥαγαῦ Σερούχ Ναχώρ
15Θάρα Ἀβραάμ Ἰσαάκ
Ἰακὼβ ὁ καὶ Ἰσραήλ Ὁμοῦ γενεαὶ κβʹ. διὸ καὶ κβʹ γράμματά εἰσι παρ’Column end
20αὐτοῖς, ἀλλὰ καὶ βίβλοι κβʹ, κζʹ μὲν οὖσαι, κβʹ δὲ ἀριθ‐ μούμεναι διὰ τὸ διπλοῦσθαι παρ’ αὐτοῖς πέντε τῶν στοιχείων, οἷον χάμ, μέμ, νοῦν, φέ, τζάδε. Ὀνόματα τῶν βιβλίων. Βρισίθ, ἥ ἐστι γένεσις
25Ἐλισημώθ, ἔξοδος Ὁδοϊκρά, λευϊτικόν Οὐιδαβήρ, ἀριθμοί Ἐλεδεββάρη, δευτερονόμιον Δεϊησοῦ, Ἰησοῦ τοῦ Ναυῆ
30Δασοφτιμῆ, τῶν κριτῶν Δαρούθ, τῆς Ῥούθ Διϊώβ, τοῦ Ἰώβ Σφερτελήμ, ψαλτήριον Δεμουήλ, τῶν βασιλειῶν αʹ
35Δαδδουδεμουήλ, βασιλειῶν βʹ Δαμαλαχήμ, βασιλειῶν γʹ
Ἀμαλαχήμ, βασιλειῶν δʹ Δεβριϊαμήν, παραλειπομένων αʹ Δεβριϊαμήν, παραλειπομένων βʹColumn end
40Δμασαλώθ, παροιμιῶν Δκοελέθ, ἐκκλησιαστής Σιρασιρήμ, ᾆσμα ᾀσμάτων Δαθαρασιαρά, δωδεκαπρό‐ φητον
45Δησαΐου, Ἡσαΐου Διερεμίου, Ἱερεμίου Διεζεκιήλ, Ἱεζεκιήλ Δαδανιήλ, Δανιήλ Δέσδρα, Ἔσδρα αʹ

293

(50)

Δαδέσδρα, Ἔσδρα βʹ
Δεσθήρ, Ἐσθήρ293

294

Αὗται μέν εἰσι κζʹ βίβλοι, κβʹ δὲ ἀριθμοῦνται κατὰ ἀριθμὸν τῶν στοιχείων, ἐπειδή, καθὼς προείρηται, πέντε τῶν στοιχείων διπλοῦνται. ἔστι δὲ καὶ ἄλλη μικρὰ βίβλος, ἣ καλεῖται κινώθ, τουτέστι θρῆνοι Ἱερεμίου· αὕτη δὲ τῷ Ἱερεμίᾳ
5σὺν τῷ Βαροὺχ καὶ τῇ ἐπιστολῇ συνάπτεται. Οὗτοι οἱ κβʹ ἀριθμοὶ πανταχοῦ εὑρισκόμενοι καὶ ἐν διαφόροις εἴδεσιν ἀριθμούμενοι, ἔν τε τοῖς κβʹ ἔργοις, οἷς ἐποίησεν ὁ θεὸς ἐν ταῖς ϛʹ ἡμέραις τῆς κοσμοποιΐας, καὶ ἐν ταῖς κβʹ γενεαῖς ἀπὸ τοῦ Ἀδὰμ ἄχρι τοῦ Ἰσραήλ, καὶ ἐν
10τοῖς κβʹ στοιχείοις τῶν γραμμάτων ἀπὸ τοῦ ἄλεφ ἄχρι τοῦ θαῦ, καὶ ἐν ταῖς κβʹ βίβλοις ἀπὸ τῆς γενέσεως ἄχρι τῆς Ἐσθήρ, μέτρον ἡμῖν ἐγέννησαν κβʹ ξεστῶν, ὃ καλεῖται παρ’ Ἑβραίοις μόδη, ὃ μόδιον Ἕλληνες ἑρμηνεύσαντες κα‐ λοῦσι, παραπλησίως δὲ καὶ Αἰγύπτιοι μὸς λέγουσιν, ὁμοίως
15καὶ Σύροι καὶ Ἄραβες μόδιον λέγουσιν· ὃ ἑρμηνεύεται ἐκ τῆς ἑβραΐδος „ὁμολογεῖ“, ὅ ἐστι μόδιον. ἐὰν γὰρ μὴ πλη‐ ρωθῇ ὁ μόδιος, οὐχ ὁμολογεῖ, ὅτι „πεπλήρωμαι“. καὶ κατ’ ἄλλας δὲ ἑρμηνείας διαφόρως ἐκλήθη. καλεῖται γὰρ γνώμων, ὅ ἐστι μέτρον. καλεῖται ὁμολογεῖ καὶ ὁμολόγημα καὶ ὁμό‐
20λογος. τῷ γὰρ ἀριθμῷ τῶν κβʹ ἔργων τοῦ θεοῦ τῶν ἀπ’ ἀρχῆς καὶ τῶν κβʹ γενεῶν ἕως τοῦ Ἰακὼβ καὶ τῶν κβʹ βιβλίων ἕως τῆς Ἐσθὴρ καὶ τῆς τῶν κβʹ γραμμάτων ὑπερ‐ θέσεως, ἐξ ὧν νόμος ἡμῖν πάρεστι καὶ θεοῦ διδασκαλία, τὰ πάντα ἡμῖν προτετύπωται.
25 Εἰσὶ δὲ καὶ ἄλλαι βίβλοι παρ’ αὐτοῖς ἐν ἀμφιλέκτῳ· ἡ σοφία τοῦ Σιρὰχ καὶ ἡ τοῦ Σολομῶντος, χωρὶς ἄλλων
τινῶν βιβλίων ἀποκρύφων. ἕως γὰρ τῆς ἐκ Βαβυλῶνος294

295

ἐπανόδου ἀριθμοῦσι τὰς βίβλους, πλὴν ὅτι καὶ Ἀγγαῖος καὶ Ζαχαρίας καὶ Μαλαχίας μετὰ τὴν ἐπάνοδον προεφήτευον. Χρὴ δὲ τὸν φιλολόγον εἰδέναι, εἰς πόσα μέρη διῄρηνται αἱ προφητίαι. εἰς γὰρ δέκα μέρη διῄρηνται περιέχουσαι
5διδασκαλίας, θεωρίας, προτροπάς, ἐλέγχους, ἀπειλάς, ὀλο‐ φυρμούς, θρήνους, εὐχάς, ἱστορίας, προρρήσεις. Περὶ δυσνοήτων λέξεων καὶ ὀνομάτων. Ἐπίσπαστρον, βῆλον συρτόν. Αὐλαῖαι, αἱ κορτῖναι.
10 Ἐλίμ, ἡ Ῥαϊθώ. Ῥαφίδιν, ἡ Φαράν. Θῖνας ὁ Ἀκύλας τοὺς βουνοὺς ἑρμήνευσεν, εἰσὶ δὲ κυρίως οἱ αἰγιαλοί. Ἐπωμίς ἐστι τὸ ἐφούδ, ὅπερ ἐν ταῖς βασιλείαις κεῖται
15ἑβραϊστί· οἱ γὰρ οʹ ἐν τῇ ἐξόδῳ τὸ ἐφοὺδ ἐφίστριδα ἐκάλεσαν. Ἐδώμ, πόλις Ἀραβίας, ἥτις λέγεται Πέτραι. Τὸ ἐπὶ τοῦ κυρίου ταττόμενον ἀνεκφώνητον ὄνομα διὰ τεσσάρων γράφεται στοιχείων, διὰ τοῦ ιωθ, διὰ τοῦ ηπ, διὰ τοῦ ουαυ καὶ διὰ τοῦ ηθπ. τούτων μέσον παρεντεθὲν μετὰ
20τὰ πρῶτα δύο τὸ παρ’ Ἑβραίοις στοιχεῖον καλούμενον σεν, ὅ ἐστιν ὀδόντες, ὡς εἶναι τὸν εἱρμὸν τῶν πέντε γραμμάτων οὕτως· ἀρχὴ αὕτη ὀδόντες ἐν αὐτῇ ὁ ζῶν. ἑρμηνεύεται τὰ τέσσαρα στοιχεῖα, τὸ ιωθ ἀρχή, καὶ διὰ τοῦ ηπ αὕτη, καὶ
διὰ τοῦ ουαυ ἐν αὐτῇ, καὶ διὰ τοῦ ηθπ ὁ ζῶν.295

296

Ψυχῆς δυνάμεις· νοῦς, διάνοια, δόξα, αἴσθησις, φαντασία. Αἰσθήσεις εʹ· ὅρασις, ὄσφρησις, ἀκοή, γεῦσις, ἁφή. Ἀρεταὶ αἱ γενικώταται δʹ· σωφροσύνη, ἀνδρεία, δικαιο‐ σύνη, φρόνησις.
5 Στοιχεῖα κοσμικὰ δʹ· ἀήρ, ὕδωρ, πῦρ, γῆ. ἡ γῆ ψυχρὰ καὶ ξηρά, τὸ ὕδωρ ὑγρὸν καὶ ψυχρόν, ὁ ἀὴρ ὑγρὸς καὶ θερμός, τὸ πῦρ θερμὸν καὶ ξηρόν. ἐξ ὧν ἁπάντων ὑπέστη τὸ μέγα καὶ θεῷ περιπόθητον κτίσμα ὁ ἄνθρωπος, ἐν οἷς τε πέφυκε καὶ ὧν χωρὶς οὐ ζωογονεῖται.
10Περὶ ἀριθμοῦ ἐκ τοῦ ἁγίου Μαξίμου. Ὁ ἓξ ἀριθμὸς τὴν πρακτικὴν σημαίνει φιλοσοφίαν. Ὁ ἑπτὰ τὸν χρόνον. Ὁ ὀκτὼ τὸν μέλλοντα αἰῶνα. Ὁ τέσσαρα τὰ στοιχεῖα ἢ τὰς ἀρετάς.
15 Ὁ πέντε τὰς αἰσθήσεις ἢ δυνάμεις 〈τοῦ σώματοσ〉. Ὁ τρία τὴν θεολογίαν ἢ τὰς τρεῖς δυνάμεις τῆς ψυχῆς ἢ τοὺς τρεῖς νόμους, τὸν φυσικὸν καὶ τὸν γραπτὸν καὶ τὸν πνευματικόν. Ὁ δέκα τὸ πλήρωμα τῶν ἐντολῶν ἢ τὸ τέλειον ἢ τὸν
20τῆς φύσεως νόμον εἰς δέκα συνεστηκότα, λέγω δὴ τῶν τριῶν τῆς ψυχῆς δυνάμεων καὶ τῶν πέντε αἰσθήσεων καὶ τῆς φωνητικῆς ἐνεργείας καὶ τῆς φυσικῆς γονιμότητος. Ὁ δώδεκα τὴν αἴσθησιν καὶ τὸν χρόνον διὰ τὸ ἐκ πέντε καὶ ἑπτὰ συνάγεσθαι.
25Ὁ τριάκοντα τὸν περὶ προνοίας λόγον. Ὁ εἴκοσι περιεκτικός ἐστι τῆς ἐπὶ τοῖς αἰσθητικοῖς ἐνερ‐
γείας, ἐπειδὴ τετράκις πέντε εἴκοσι.296

297

Παντὸς ἀριθμοῦ περιοχὴ καὶ τέλος ἐστὶν ἡ δεκάς. Ὅτι ὁ ἑπτὰ ἀριθμὸς παρὰ τῇ γραφῇ ἀδιορίστου πλήθους ἐστὶ σημαντικός, ὁ Χρυσόστομος ἀπεφήνατο. Σημεῖα.
5 Heavenοὐρανός Earth γῆ Sea θάλασσα River ποταμός Ο ὄνομα ΟΟ ὀνόματα ἐστίν ˙//. εἰσίν εἶναι ἡλιακόν symbolἥλιος σελήνη ἀστήρ. Κεφάλαιον Μʹ. Ὅτι αὐτεξούσιος ἡ λογικὴ καὶ καθ’ ἡμᾶς τοῦ κυρίου
10ψυχὴ καὶ νοερὰ ὑπῆρχε, καὶ ὅτι τὸ τῆς δουλείας ὄνομα καὶ δεσποτείας οὐ φύσεως, ἀλλ’ ἀξίας σημαν‐ τικόν ἐστι, καὶ οὐδὲν δοῦλον ἐν Χριστ, εἰ καὶ προσηγορικῶς λέγεται, οὐκ αὐτὸς ὢν τοῦτο, δι’ ἡμᾶς δὲ δούλου μορφὴν ὑποδὺς καὶ κεκλημένος.
15 Γρηγορίου Νύσσης ἐκ τοῦ κατὰ Ἀπολιναρίου λόγου. Τοῦτο γὰρ κελεύει τοῦ Ἀπολιναρίου ὁ μῦθος— ἐκείνης τὸ αὐτεξούσιον. Τοῦ αὐτοῦ ἐκ τοῦ κατηχητικοῦ λόγου. Ἡ δὲ λογική τε καὶ νοερὰ φύσις, ἐὰν τὸ κατ’ ἐξουσίαν
20ἀπόθηται, καὶ τὴν χάριν τοῦ νοεροῦ συναπώλεσεν.297

298

Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὸν ἐκκλησιαστὴν λόγου. Τὸ δὲ ἀκρότατον ἐλευθερίας εἶδος τὸ αὐτεξούσιόν ἐστι γενέσθαι. Τοῦ ἁγίου Διαδόχου ἐπισκόπου Φωτικῆς Ἠπείρου ἐκ τοῦ εʹ κεφαλαίου τῶν ἀσκητικῶν αὐτοῦ.
5 Αὐτεξουσιότης ἐστὶ ψυχῆς λογικῆς θέλησις ἑτοίμως κινουμένη εἰς ὅπερ ἂν θέλῃ, ἥντινα περὶ μόνον τὸ καλὸν ἑτοίμως ἔχειν πείσωμεν. Τοῦ ἁγίου Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας ἐκ τοῦ περὶ πίστεως μείζονος λόγου.
10 Οὕτω μὲν οὖν Ἄρειος κατασκευάσας τὸν τοῦ θεοῦ λόγον κτιστὸν οὐκ ἔγνω πεποιηκὼς ἄλογον τὸν πατέρα· πᾶν γάρ, ᾧ φυσικῶς μὴ πρόσεστι λόγος, ἄλογον φύσει πάντως ἐστίν. ἔπειτα ψυχῆς νοερᾶς ἐστερημένην αὐτῷ σάρκα διδοὺς φύσει παθητὸν αὐτὸν δείκνυσι καὶ θνητὸν καὶ τὸ πάθος ἀκούσιον,
15ὡς τῆς μηδὲν ἐχούσης ἑκούσιον ἀψύχου σαρκὸς κινητικόν. ἡ γὰρ ἀνόητος σὰρξ πάσης ἠλλοτρίωται κατὰ φύσιν θελήσεως, εἴπερ οὐδέν ἐστι θέλησις ἢ νοῦς περί τι κινούμενος ἢ ψυχῆς νοερᾶς αὐτεξούσιος κίνησις, ἧς γυμνῶν τοῦ κυρίου τὴν σάρκα πτηνοῦ τινος ἢ χερσαίου ἢ νηκτοῦ ζῴου ταύτην πεποίηται,
20καὶ σαφέστερον εἰπεῖν, οὐδὲ τούτων τινός, εἴπερ οὐδενὸς ζῴου ψυχῆς ἐστέρηται σάρξ. Ἀμφιλοχίου Ἰκονίου ἐκ τῆς πρὸς Παγχάριον διάκονον Σίδης δογματικῆς ἐπιστολῆς, ἧς ἡ ἀρχή· Ἤισθην ἐπί σοι, δοκιμώτατε.
25Ἀσεβὴς ὄντως ἐστὶ καὶ τῆς ἀληθείας ἀλλότριος ὁ μὴ
λέγων τὸν Χριστὸν τὸν σωτῆρα τῶν ὅλων καὶ ποιητὴν κατ’298

299

ἄμφω τὰ ἐξ ὧν ἐστι φύσει αὐτεξούσιον καὶ ἐνεργῆ καὶ πάσης ἀνάγκης ἐλεύθερον. Ἐπιφανίου Κύπρου ἐκ τοῦ περὶ πίστεως λόγου. Καὶ ἵνα δείξῃ, ὅτι „μεσίτησ“ ἐστὶ „θεοῦ καὶ ἀνθρώ‐
5πων“ τὰ ἀμφότερα ἔχων, ἐξ ἀνθρώπων μὲν τὴν σάρκα, ἐκ δὲ παρτὸς τὴν ἀόρατον οὐσίαν, λαλεῖ μὲν ὡς θεὸς τὰ θεῖα καὶ θεοπρεπῆ, ὡς δὲ ἄνθρωπος ὁ αὐτὸς τὰ ἀνθρώπινα καὶ ἀνθρωποπρεπῆ, ἔχων ἐν ἀμφοτέροις τὴν ἐξουσίαν φυσικῶς καὶ οὐσιωδῶς, ἀσυγχύτως καὶ ἀδιαιρέτως, θεϊκῶς τε καὶ
10ἀνθρωπίνως. Κυρίλλου Ἀλεξανδρείας ἐκ τοῦ θησαυροῦ. Λαλεῖ γὰρ ὡς ἄνθρωπος—„καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν“. Ἀθανασίου Ἀλεξανδρείας ἐκ τοῦ περὶ ἐνανθρωπήσεως λόγου
15 κατὰ Ἀπολιναρίου. Ὅτε τὸν Ἀδὰμ ἀρχῆθεν ἔπλασεν—καὶ θέλησιν αὐτεξούσιον. Ἐκ τοῦ προσφωνητικοῦ τῆς ἁγίας καὶ οἰκουμενικῆς ϛʹ συνόδου πρὸς τὸν εὐσεβέστατον Κωνσταντῖνον. Εἰ γὰρ ἀθέλητόν τε καὶ ἀνενέργητον τὴν ἀνθρωπίνην
20τοῦ κυρίου φύσιν λέγειν παρήσωμεν, ποῦ τὸ τέλειον ἐν
ἀνθρωπότητι σέσωσται; οὐδὲν γὰρ συνίστησιν ἕτερον τῆς299

300

ἀνθρωπίνης οὐσίας τὴν τελειότητα, εἰ μήτοιγε τὸ οὐσιῶδες θέλημα, δι’ οὗ καὶ ἡ τῆς αὐτεξουσιότητος ἐν ἡμῖν χαρα‐ κτηρίζεται δύναμις. οὕτως ἐχέτω καὶ ἡ οὐσιώδης ἐνέργεια. Τοῦ μακαρίου ἀββᾶ Μαξίμου.
5 Ἄνουν καὶ ἄλογον αὐτὸν ἀποφαίνουσιν, ὡς τῆς ἡμετέρας γνώρισμα λογικῆς καὶ νοερᾶς οὐσίας, φημὶ δὴ τὴν κατὰ φύσιν αὐτεξούσιον θέλησιν, ἀκυροῦντες αὐτοῦ καὶ ἀπο‐ σκευάζοντες. Τοῦ ἁγίου Ἱππολύτου.
10 Ἐνέργεια φυσικὴ τῆς νοερᾶς ψυχῆς ἐστιν ἡ κατὰ φύσιν αὐτῆς αὐτοκίνητος καὶ πρώτη δύναμις ἤγουν ὁ ἀεικίνητος λόγος φυσικῶς αὐτῇ πηγαζόμενος. Τοῦ ὁσίου Κλήμεντος τοῦ Στρωματέως. Θέλησίς ἐστι φυσικὴ αὐτοκράτορος νοῦ κίνησις αὐτεξ‐
15ούσιος. —Θέλησίς ἐστι φυσικὴ νοῦς περί τι αὐθαιρέτως κινούμενος. —Αὐτεξουσιότης ἐστὶ νοῦς κατὰ φύσιν κινούμενος. Τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ τοῦ „ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν“. Ἐπειδὴ γὰρ τοῖς μὲν ἄλλοις ἅπασιν ἐν τῇ φύσει τοὺς ὅρους
20ἔπηξε, τῷ δὲ ἀνθρώπῳ τὸ αὐτεξούσιον μετὰ τῆς φύσεως ἔδωκε, τὸ μὲν „κατ’ εἰκόνα“ τῇ φύσει συνέζευξε, τὸ δὲ „καθ’ ὁμοίωσιν“ τῇ ἐξουσίᾳ συνεχώρησεν, ἵνα οἰκείοις πόνοις κατορθώσῃ τὸ τῆς δημι‐
ουργίας ἐπάγγελμα.300

301

Πολλαὶ τοῖς βουλομένοις ἀποδείξεις ἔκ τε τῆς παλαιᾶς καὶ καινῆς προκείσονται, ὅτι θεὸς καὶ κύριος ὁ Χριστός, ἐκ θεοῦ πατρὸς υἱὸς ὁμοούσιος, οὐ κατά τι κτιστὸς οὐδὲ δοῦλος ὡς τὰ κτίσματα.
5 Τοῦ Δαβίδ· „Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου“. „Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν· κύριος ὄνομα αὐτῷ“. Ἡσαΐου· „Παιδίον ἐγεννήθη ἡμῖν υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα
10αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνοσ“. „Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ“. Τοῦ εὐαγγελίου· „Καί“, εἶπεν Ἐλισάβετ, „πόθεν μοι
15τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ κυρίου μου πρός με“; Συμεών· „Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ“, καὶ τὰ ἑξῆς. Ἰωάννης ὁ πρό‐ δρομος· „Ἴδε, ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου“. Ναθαναήλ· „Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, ὁ βασι‐
20λεὺς τοῦ Ἰσραήλ“. Πέτρος· „Σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντοσ“. Ἰωάννης ὁ θεολόγος· „Ταῦτα δὲ γέγραπται, ἵνα πιστεύσητε, ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, καὶ ἵνα πιστεύοντες ζωὴν αἰώνιον ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ“. Οἱ ἀπόστολοι πρὸ
25τὸν Θωμᾶν· „Ἑωράκαμεν τὸν κύριον“. Καὶ ὁ Θωμᾶς φησιν· „Ὁ κύριός μου καὶ ὁ θεός μου“. Ὁ κύριος πρὸς τοὺς μαθητάς φησιν· „Ὑμεῖς φωνεῖτέ με· ὁ κύριος καὶ
ὁ διδάσκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ“.301

302

Τοῦ ἀποστόλου· „Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ“, δηλονότι τοῦ πατρός. „Ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα
5τὴν υἱοθεσίαν ἀπολάβωμεν. ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν κρᾶζον· ἀββᾶ ὁ πατήρ. ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλὰ υἱόσ“. Εἰ τοίνυν ἡμεῖς χάριτι πρὸς υἱοθεσίαν καλούμενοι οὐκέτι δοῦλοί ἐσμεν, πῶς τινες οὐ φρίττουσι τόν, δι’
10οὗ τὴν ἐλευθερίαν ἐλάβομεν, ὁπωσοῦν εἰς δούλου κατά‐ γοντες τάξιν; Γρηγορίου τοῦ θεολόγου ἐκ τῶν ἐπῶν περὶ υἱοῦ. Τίς δὲ λόγος σε μὲν ἔνθεν ἀφορμηθέντα, φέριστε, τοῖς Χριστοῦ παθέεσσι θεὸν μετέπειτα γενέσθαι,
15 τὸν δ’ ὑπὸ δεσμὰ φέρειν καὶ σὸν καλέσειν ὁμόδουλον δουλοσύνης γεράεσσι τιμώμενον ἀντὶ θέοιο. Κεφάλαιον ΜΑʹ. Χρήσεις θεοστυγῶν αἱρετικῶν, ὧν ὁμόφρονές εἰσιν οἱ μίαν ἐνέργειαν καὶ θέλησιν ὁμολογοῦντες
20ἐπὶ Χριστοῦ τοῦ θεο. Ἐβίωνος ἐκ τῆς περὶ προφητῶν ἐξηγήσεως. Κατ’ ἐπαγγελίαν μέγας καὶ ἐκλεκτὸς προφήτης ἐστὶν
Ἰησοῦς ὡς μεσίτης καὶ νομοθέτης τῆς κρείττονος διαθήκης302

303

γενόμενος, ὅστις ἑαυτὸν ἱερουργήσας ὑπὲρ πάντων μίαν ἐφάνη καὶ θέλησιν καὶ ἐνέργειαν ἔχων πρὸς τὸν θεόν, θέλων ὥσπερ ὁ θεὸς „πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν“ τῆς δι’ αὐτοῦ τῷ κόσμῳ δι’ ὧν
5εἰργάσατο φανερωθείσης. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐξηγήσεως. Σχέσει γὰρ τῇ κατὰ δικαιοσύνην καὶ πόθῳ τῷ κατὰ φιλανθρωπίαν συναφθεὶς τῷ θεῷ οὐδὲν ἔσχε μεμερισμένον πρὸς τὸν θεὸν διὰ τὸ μίαν αὐτοῦ καὶ τοῦ θεοῦ γενέσθαι
10τὴν θέλησιν καὶ τὴν ἐνέργειαν τῶν ἐπὶ τῇ σωτηρίᾳ τῶν ἀνθρώπων ἀγαθῶν. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐξηγήσεως. Εἰ γὰρ ἠθέλησεν αὐτὸς θεὸς σταυρωθῆναι καὶ κατε‐ δέξατο λέγων· „μὴ τὸ ἐμόν, ἀλλὰ τὸ σὸν γενέσθω θέλημα“,
15δῆλον ὅτι μίαν ἔσχε μετὰ τοῦ θεοῦ τὴν θέλησιν καὶ τὴν πρᾶξιν, ἐκεῖνο θελήσας καὶ πράξας, ὅπερ ἔδοξε τῷ θεῷ. Παύλου Σαμοσατέως ἐκ τῶν (αὐτοῦ) πρὸς Σαβῖνον λόγων. Τῷ ἁγίῳ πνεύματι χρισθεὶς προσηγορεύθη Χριστός, πάσχων κατὰ φύσιν, θαυματουργῶν κατὰ χάριν τῷ γὰρ
20ἀτρέπτῳ τῆς γνώμης ὁμοιωθεὶς τῷ θεῷ καὶ μείνας καθαρὸς ἁμαρτίας ἡνώθη αὐτῷ καὶ ἐνηργήθη ποιεῖσθαι τὴν τῶν θαυμάτων δυναστείαν, ἐξ ὧν μίαν αὐτῷ καὶ τὴν αὐτὴν πρὸς τῇ θελήσει ἐνέργειαν ἔχων δειχθεὶς λυτρωτὴς τοῦ γένους καὶ σωτὴρ ἐχρημάτισεν.
25Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν. Αἱ διάφοροι φύσεις καὶ τὰ διάφορα πρόσωπα ἕνα καὶ
μόνον ἑνώσεως ἔχουσι τρόπον, τὴν κατὰ τὴν θέλησιν σύμ‐303

304

βασιν, ἐξ ἧς ἡ κατ’ ἐνέργειαν ἐπὶ τῶν οὕτως συμβάντων ἀλλήλοις ἀναφαίνεται
μονάς. Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν. Ἅγιος καὶ δίκαιος γέγονεν ἡμῶν ὁ σωτὴρ ἀγῶνι καὶ
5πόνῳ τῆς τοῦ προπάτορος ἡμῶν κρατήσας ἁμαρτίας, οἷς κατορθώσας τὴν ἀρετὴν συνήφθη τῷ θεῷ, μίαν καὶ τὴν αὐτὴν πρὸς αὐτὸν βούλησιν καὶ ἐνέργειαν ταῖς τῶν ἀγαθῶν προκοπαῖς ἐσχηκώς, ἣν ἀδιαίρετον φυλάξας τὸ ὄνομα κληροῦ‐ ται τὸ „ὑπὲρ πᾶν ὄνομα“, στοργῆς ἔπαθλον αὐτῷ χαρισθέν.
10 Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν. Μὴ θαυμάσῃς, ὅτι μίαν μετὰ τοῦ θεοῦ τὴν θέλησιν ἔσχεν ὁ σωτήρ. ὥσπερ γὰρ ἡ φύσις μίαν τῶν πολλῶν καὶ τὴν αὐτὴν ὑπάρχουσαν φανεροῖ τὴν οὐσίαν, οὕτως ἡ σχέσις τῆς ἀγάπης μίαν τῶν πολλῶν καὶ τὴν αὐτὴν ἐργάζεται
15θέλησιν διὰ μιᾶς καὶ τῆς αὐτῆς φανερουμένης εὐαρεστήσεως. Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν. Τὰ κρατούμενα τῷ λόγῳ τῆς φύσεως οὐκ ἔχουσιν ἔπαινον, τὰ δὲ σχέσει φιλίας κρατούμενα ὑπεραινετά, μιᾶ καὶ τῇ αὐτῇ γνώμῃ κρατούμενα, διὰ μιᾶς καὶ τῆς αὐτῆς ἐνεργείας βεβαι‐
20ούμενα καὶ τῆς κατ’ ἐπαύξησιν οὐδέποτε παυομένης κινή‐ σεως, καθ’ ἣν τῷ θεῷ συναφθεὶς ὁ σωτὴρ οὐδέποτε δέχεται μερισμὸν εἰς τοὺς αἰῶνας, μίαν αὐτῷ καὶ τὴν αὐτὴν ἔχων θέλησιν καὶ ἐνέργειαν ἀεὶ κινουμένην τῇ φανερώσει τῶν ἀγαθῶν. Νεστορίου Κωνσταντινουπόλεως ἐξ ὧν ἐσκέψατο κεφαλαίων,
25τῶν καὶ ἀνεκδότων μεινάντων. Τῷ κατ’ οὐσίαν λόγῳ φύσει φύσις οὐχ ἑνοῦται χωρὶς
ἀφανισμοῦ· οὐκέτι γὰρ αὐταῖς σώζεται ὁ τοῦ πῶς εἶναι λόγος.304

305

ἡ δὲ κατὰ τὴν θέλησιν ἕνωσις καὶ τὴν ἐνέργειαν ἀτρέπτους αὐτὰς διατηρεῖ καὶ ἀδιαιρέτους, μίαν αὐτῶν δεικνῦσα πεποιη‐ μένην τὴν θέλησιν καὶ τὴν ἐνέργειαν, αἷς ὁ κατὰ τὴν ἀντέν‐ δειξιν αὐταῖς μυστικῶς διαδείκνυται λόγος.
5 Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν. Ἡ καθ’ ὑπόστασιν καὶ φύσιν ἕνωσις ξένον ἐπάγεται πρὸς τὸ τοῦ Χριστοῦ μυστήριον τὸν λόγον· οὐ γὰρ ἐπι‐ δέχεται σύνθεσιν θεότης εἰς ἑτέρας ὑπόστασιν φύσεως. ἡ δὲ κατ’ εὐδοκίαν ἕνωσις μίαν τῶν ἡνωμένων ἀποσώζουσα
10θέλησιν καὶ ἐνέργειαν, ἀντενδείκνυσθαι τοῦ μὴ φαινομένου ποιεῖ τὸ φαινόμενον. Θεοδώρου Μοψουεστίας ἐκ τῆς πρὸς Δόμνον ἐπιστολῆς. Ἡ κατ’ εὐδοκίαν τῶν φύσεων ἕνωσις μίαν ἀμφοτέρων τῷ τῆς ὁμωνυμίας λόγῳ ἐργάζεται τὴν προσηγορίαν, τὴν
15θέλησιν, τὴν ἐνέργειαν, τὴν αὐθεντίαν, τὴν δυναστείαν, τὴν δεσποτείαν, τὴν ἀξίαν, τὴν ἐξουσίαν, μηδενὶ τρόπῳ διαιρου‐ μένην, ἑνὸς ἀμφοτέρων κατ’ αὐτὴν προσώπου καὶ γενομένου καὶ λεγομένου. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς.
20 Καὶ τί δεῖ πολλὰ λέγειν; ὁ τῆς κατ’ οὐσίαν ἑνώσεως ἐπὶ μόνων τῶν ὁμοουσίων ἠλήθευται λόγος, ἐπὶ δὲ τῶν ἑτεροουσίων διέψευσται, συγχύσεως εἶναι καθαρὸς οὐ δυνά‐ μενος. ὁ δὲ τῆς κατ’ εὐδοκίαν ἑνώσεως τρόπος ἀσυγχύτους φυλάττων τὰς φύσεις καὶ ἀδιαιρέτους, ἓν ἀμφοτέρων τὸ πρόσ‐
25ωπον δείκνυσι καὶ μίαν τὴν θέλησιν καὶ μίαν τὴν ἐνέργειαν
μετὰ τῆς ἑπομένης τούτοις μιᾶς αὐθεντίας καὶ δεσποτείας.305

306

Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Κατὰ γὰρ τὸν τῆς εὐδοκίας τρόπον τῷ θεῷ λόγῳ συναφθείς, ὡς ἔφαμεν, ἐξ αὐτῆς τῆς μήτρας ὁ τεχθεὶς ἐκ τῆς παρθένου ναὸς μεμένηκεν ἀδιαίρετος, τὴν ἐν πᾶσιν
5αὐτῷ ταυτοβουλίαν καὶ ταυτουργίαν ἐσχηκώς, ὧν οὐδέν ἐστι συναφέστερον. Μοντανοῦ ἐκ τῶν ᾠδῶν. Μίαν ὁ Χριστὸς ἔχει τὴν φύσιν καὶ τὴν ἐνέργειαν καὶ πρὸ τῆς σαρκὸς καὶ μετὰ τῆς σαρκός, ἵνα μὴ διάφορος
10γένηται, ἀνόμοια καὶ διάφορα πράττων. Μάνου Πέρσου ἐκ τῆς πρὸς Ζεβινᾶν αὐτοῦ ἐπιστολῆς. Μία τοῦ φωτός ἐστιν ἁπλῆ καὶ ἀπαθὴς ἡ φύσις καὶ μία αὐτοῦ ἡ ἐνέργεια. „τὸ φῶσ“ γὰρ „ἐν τῇ σκοτίᾳ φαίνει καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν“. οὐ γὰρ οὐσίας ἥψατο
15σαρκός, ἀλλ’ ὁμοιώματι καὶ σχήματι σαρκὸς ἐσκιάσθη, ἵνα μὴ κρατηθῇ διὰ τῆς οὐσίας τῆς σαρκὸς καὶ πάθῃ καὶ φθαρῇ, τῆς σκοτίας φθειρούσης αὐτοῦ τὴν ἐνέργειαν τὴν φωτεινήν. πῶς οὖν ἔπαθε, μήτε τῆς σκιᾶς κρατουμένης μήτε τῆς ἐνεργείας αὐτοῦ σκοτισθείσης;
20 Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Ἁπλῆ φύσις οὐκ ἀποθνήσκει καὶ σκιὰ σαρκὸς οὐ σταυ‐ ροῦται. μίαν οὖν ἔχον ἔμεινε τὴν φύσιν καὶ τὴν ἐνέργειαν τὸ φῶς μηδὲν παθοῦσαν τῷ ἐπισκιάσματι τῆς σαρκὸς οὐκ
ἔχοντι φύσιν κρατουμένην.306

307

Ἀπολιναρίου Λαοδικείας ἐκ τοῦ πρὸς Ἰουλιανὸν τὸν ἑαυτοῦ μαθητὴν λόγου, οὗ ἡ ἀρχή· Χαίρω, δοκεῖ μοι, γράφων τι περὶ τῆς γνώσεως τοῦ Χριστοῦ. Δακτύλῳ γλύφουσι πέτραν οἱ δύο νόας ἐπὶ Χριστοῦ
5δογματίζοντες, θεῖόν φημι καὶ ἀνθρώπινον. εἰ γὰρ πᾶς νοῦς αὐτοκράτωρ ἐστὶν ἰδικῷ θελήματι κατὰ φύσιν κινού‐ μενος, ἀδύνατόν ἐστιν ἐν ἑνὶ καὶ τῷ αὐτῷ ὑποκειμένῳ δύο τοὺς τἀναντία θέλοντας ἀλλήλοις συνυπάρχειν, ἑκατέρου τὸ θεληθὲν ἑαυτῷ καθ’ ὁρμὴν αὐτοκίνητον ἐνεργοῦντος.
10 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Οὐδὲ τοῦτο συνιδεῖν ἠδυνήθησαν, καίτοι πᾶσιν ὂν κατα‐ φανές, ὅτι ὁ μὲν θεῖος νοῦς αὐτοκίνητός ἐστι καὶ ταυτο‐ κίνητος (ἄτρεπτος γάρ), ὁ δὲ ἀνθρώπινος αὐτοκίνητος μέν, οὐ ταυτοκίνητος δὲ (τρεπτὸς γάρ), καὶ ὅτιπερ ἀτρέπτῳ νῷ
15τρεπτὸς οὐ μίγνυται νοῦς εἰς ἑνὸς ὑποκειμένου σύστασιν. στασιασθήσεται γὰρ τοῖς τῶν ἐξ ὧν ἐστι διελκόμενος ἐναντίοις θελήμασι. δι’ ἣν αἰτίαν ἡμεῖς ἕνα τὸν Χριστὸν ὁμολογοῦμεν καὶ μίαν ὡς ἑνὸς αὐτοῦ τήν τε φύσιν καὶ τὴν θέλησιν καὶ τὴν ἐνέργειαν προσκυνοῦμεν, θαύμασιν ὁμοῦ καὶ παθήμασι
20σώζουσαν. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Οἱ γὰρ λέγοντες ἕνα τὸν Χριστὸν καὶ δύο φύσεις αὐτοῦ νοερὰς αὐτοτελεῖς κατηγοροῦντες οὐκ ἴσασιν αὐτὸν σάρκα γενόμενον λόγον καὶ μείναντα τῆς φυσικῆς αὐτοῦ μονάδος
25ἐντός, ἐκφέροντες αὐτὸν εἰς ἀνομοίους φύσεις καὶ θελήσεις
καὶ ἐνεργείας τεμνόμενον.307

308

Ἰουλιανοῦ μαθητοῦ Ἀπολιναρίου ἐκ τῆς πρὸς Πολέμωνα τὸν συμμαθητὴν ἀντιγράφου ἐπιστολῆς. Ἐκ κινητικοῦ καὶ ἀκινήτου, ἐνεργητικοῦ τε καὶ παθη‐ τικοῦ τὸν Χριστὸν εἶναι μίαν οὐσίαν καὶ φύσιν σύνθετον
5ἑνί τε καὶ μόνῳ κινουμένην θελήματι καὶ μιᾷ ἐνεργείᾳ τά τε θαύματα πεποιηκέναι καὶ τὰ πάθη, μόνος καὶ πρῶτος ὁ πατὴρ ἡμῶν Ἀπολινάριος ἐφθέγξατο, τὸ κεκρυμμένον πᾶσι καταφωτίσας μυστήριον, ὡς ἓν καὶ μόνον οὐσίας μονάδι τιμήσας καὶ φύσεως καὶ τοὺς κομψείᾳ λόγων αὐτὸ διαιροῦντας
10ἀλλοτρίους τῆς ἐν αὐτῷ κεκρυμμένης σοφίας ἀποδείξας. Πολέμωνος μαθητοῦ Ἀπολιναρίου ἐκ τῆς πρὸς Ἰουλιανὸν συμ‐ μαθητὴν αὐτοῦ δογματικῆς ἐπιστολῆς, ἧς ἡ ἀρχή· Μανίας ὁ τῶν διφυσιτῶν πεπλήρωται λόγος καὶ τρόπος. Οἱ τὸν Ἀθανάσιον ἐπὶ γνώσει θαυμάσαντες τῇ τε
15Βασιλείου καὶ Γρηγορίου εὐγλωττίᾳ καθηδονευθέντες τῷ τῆς διαιρέσεως κατεπόθησαν χάσματι, σὺν ἐκείνοις τὸν ἕνα Χρι‐ στὸν ἤγουν τὴν συντεθεῖσαν σαρκὶ μίαν τοῦ λόγου φύσιν δύο φύσεις ἔχειν νοερὰς αὐτοκινήτους καὶ δύο θελήσεις καὶ τοσαύτας ἐνεργείας ἀποφηνάμενοι, μὴ σκοπήσαντες, ὅτι ἡ
20μία φύσις οὐδέποτε γίνεται διφυὴς οὔτε δυάδι κατατέμνεται θελημάτων πρὸς ἀνομοίους ἐνεργητικὰς ἐκφερομένη κινήσεις. ἀλλ’ εἴπερ εἷς ἐστιν ὁ τοῦ θεοῦ λόγος, μία πάντως αὐτοῦ ὡς ἑνὸς καὶ ἡ φύσις καὶ ἡ θέλησις καὶ ἡ τῶν θαυμάτων τε καὶ παθημάτων ἐνεργητικὴ καθέστηκε κίνησις.
25Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Ἔλαθε γὰρ αὐτούς, ὅτιπερ ἑνουμένη δυὰς οὐ μένει
δυάς· εἰ δὲ μένει δυάς, ἐκ δυάδος αὐτοῖς ὁ Χριστὸς ἔσται308

309

δυάς, ὅπερ ἀνόητον· εἰ δὲ καὶ θελημάτων δυάδι μερίζεται καὶ ἐνεργειῶν, ἔτι ἀνοητότερον. τῆς γὰρ τῶν φύσεων δυάδος οὔσης νοερᾶς, ἐξ ἀνάγκης καὶ θελημάτων αὐτῇ συνεισαχθή‐ σεται δυάς· οὐ γάρ ἐστι νοῦς ἀθελής.
5 Εὐνομίου Βεροίης Θρᾴκης ἐκ τῆς πρὸς Ζώσιμον μοδεράτορα ἐπιστολῆς. Οὐ γέγονε διφυὴς ἢ διθελὴς σαρκωθεὶς ὁ λόγος κατὰ τὴν τῶν Αἰγυπτίων καὶ Καππαδοκῶν καὶ Ῥωμαίων ταυτο‐ νομίαν, ἀλλὰ σύνθετος. οὐ γὰρ ποσότητι φύσεων ἐπηυξήθη
10σαρκωθείς, ἀλλ’ ἐξ ἁπλοῦ γέγονε σύνθετος, τῆς οἰκείας φυσικῆς κατ’ οὐδένα τρόπον μονάδος ἐκστάς. εἰ δὲ ταύτης οὐχ ὑπέμεινεν ἔκστασιν, μίαν αὐτοῦ δὴ σαφῶς ὡς ἑνὸς τήν τε φύσιν καὶ τὴν θέλησιν καὶ τὴν ἐνέργειαν μεγάλῃ κηρύτ‐ τομεν τῇ φωνῇ.
15 Σευήρου Ἀντιοχείας ἐκ τῆς πρὸς Ἰωάννην τὸν ἡγούμενον γʹ ἐπιστολῆς. Ἡμεῖς, καθὼς ἤδη φθάσαντες ἐν ἄλλοις διὰ πλάτους γεγραφήκαμεν, τὴν φωνὴν τοῦ πανσόφου Διονυσίου τοῦ Ἀρεοπαγίτου τὴν λέγουσαν· „ἀλλ’ ἀνδρωθέντος θεοῦ καινήν
20τινα τὴν θεανδρικὴν ἐνέργειαν ἡμῖν πεπολιτευμένοσ“, μίαν ἐνοήσαμεν σύνθετον καὶ νοοῦμεν, ἑτέρως ἡμῖν νοηθῆναι μὴ δυναμένην, ὡς πάσης ἔχουσαν δυάδος ἀπέμφασιν, καὶ τὸν ἀνδρωθέντα θεὸν τὸν ταύτην καινοπρεπῶς πεπολιτευμένον μίαν ὁμολογοῦμεν φύσιν τε καὶ ὑπόστασιν θεανδρικήν, ὥσπερ
25καὶ τὴν μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην. ὁ γὰρ309

310

τῆς οἰκονομίας λόγος καινοτομήσας τὰς φύσεις συνεκαινοτό‐ μησεν αὐταῖς καὶ τὰς προσηγορίας. ἕως ἂν οὖν εἷς ἐστιν ὁ Χριστός, μίαν ὡς ἑνὸς αὐτοῦ τήν τε φύσιν καὶ τὴν ὑπό‐ στασιν καὶ τὴν ἐνέργειαν σύνθετον ἐπ’ ὄρους ὑψηλοῦ, τὸ
5δὴ λεγόμενον, ἀναβάντες κηρύττομεν, ἀναθεματίζοντες καὶ πάντας τοὺς ἐπ’ αὐτοῦ μετὰ τὴν ἕνωσιν δυάδα φύσεων καὶ ἐνεργειῶν δογματίζοντας. Καὶ μετ’ ὀλίγα· Ἀκόλουθον οὖν ἐστι συνθέτου νοουμένης ἡμῖν καὶ μιᾶς τῆς θεανδρικῆς ἐνεργείας, τοιαύτην εἶναί τε
10καὶ λέγεσθαι καὶ τὴν τοῦ ταύτην προφέροντος φύσιν τε καὶ ὑπόστασιν, ὡς ἂν μηδὲν ἔχοι κατὰ τὴν ἐνέργειαν πρὸς τὴν ἑαυτοῦ φύσιν ἀπεοικός. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς τὸν ἰατρὸν Προσδόκιον ἐπιστολῆς. Ἡ σύνοδος Χαλκηδόνος καὶ Λέων ὁ τῶν Ῥωμαίων
15ἡγησάμενος ἐκκλησίας, δύο φύσεις ἐπὶ Χριστοῦ καὶ δύο τού‐ των ἐνεργείας ὁρισάμενοι μετὰ τὴν ἄφραστον ἕνωσιν, δικαίως ἀναθεματιζέσθωσαν ὡς τὸν ἕνα Χριστὸν εἰς δύο πρόσωπα καταμερίσαντες· οὐ γὰρ ἐνεργεῖ ποτε φύσις οὐχ ὑφεστῶσα προσωπικῶς.
20 Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Εἰ δὲ τῆς οἰκείας διαιρέσεως ποιοῦνται πρόφασιν τοὺς ἁγίους πατέρας, δύο φύσεις ἐπὶ Χριστοῦ καὶ δύο τούτων φυσικὰς ἐνεργείας εἰρηκότας καὶ δυάδα θελημάτων, τολμηρῶς ἡμῖν ὁριζέσθωσαν, ἐπεὶ καὶ τοῦτο φανερῶς εἰρήκασιν οἱ
25πατέρες. ἐκεῖνοι γὰρ πρὸς τὴν Ἀρείου κτισματολατρείαν ἀράμενοι τὴν μάχην, πολλαῖς ἐχρήσαντο φωναῖς, ἃς οὐ δεῖ προφέρεσθαι νῦν ὡς ἀλυσιτελεῖς τοῖς τὸ μυστήριον διαγυ‐ μνάζουσι τῆς ἀπορρήτου σαρκώσεως, ἐφ’ οὗ τὸ δυϊκὸν δογ‐ ματίζεσθαι οἱ μετὰ ταῦτα παντελῶς ἀπηγόρευσαν, ἑκάστῳ
30νοήματι προσφόρως ἐπινοεῖσθαι φωνὰς ἐκδιδάξαντες.310

311

Ἀετίου Ἀρειανοῦ ἐκ τῆς πρὸς Μάζωνα τριβοῦνον ἐπιστολῆς. Ἀθανάσιος ὁ Αἰγύπτιος ἀγωνιζόμενος ταυτὸν δεῖξαι τῷ πατρὶ κατ’ οὐσίαν τὸν υἱόν, δύο φύσεις αὐτῷ καὶ δύο θελή‐ σεις καὶ δύο ἐνεργείας ἐπεγράψατο, σκαιῶς ἀγνοήσας, ὡς
5αὐτὸν ἑαυτῷ δυσσεβῶς ἐναντιοκίνητον ἔδειξε· διχὰς γὰρ πᾶσα δυάς. τὴν αὐτὴν δὲ νόσον αὐτῷ καὶ πάντες οἱ τῷ ὁμοουσίῳ προσθέμενοι ἀπηγάγοντο. Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν σκεμμάτων. Φύσει μόνος δημιουργὸς ὁ πατήρ· οὐ γὰρ ἐξ ἄλλου
10τοῦτο λαβὼν ἔχει δοτόν. θέσει μόνος δημιουργὸς ὁ υἱός· ἐκ τοῦ πατρὸς γὰρ τοῦτο λαβὼν ἔχει δοτόν. „πάντα“ γὰρ „ἐδόθη μοι παρὰ τοῦ πατρός μου“, καὶ „ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆσ“. εἰ δὲ θέσει δημιουργός, φύσει παθητός· παθητὸν γὰρ ἅπαν τὸ μὴ φύσει δημιουργόν. εἰ δὲ
15φύσει παθητός, καὶ τὴν βούλησιν καὶ τὴν ἐνέργειαν ἔχει πάσχουσαν· οὐδὲν γὰρ ἀπαθὲς ἔχει τὸ φύσει παθητόν. Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν. Οὐκ ἦν, εἰ μὴ γέγονεν, ὁ υἱός, καὶ εἰ μὴ γέγονεν, οὐκ ἐγεννήθη· οὐ γὰρ ἔστιν ἀγένητος γέννησις. εἰ δὲ γεγέν‐
20νηται γεγονὼς ὁ υἱός, οὐ ταυτὸν τῷ πατρὶ μηδέτερον τούτων ὄντι φυσικῶς, εἰ δὲ μὴ ταυτόν, ἕτερον τὴν φύσιν, εἰ δὲ τὴν φύσιν, καὶ τὴν θέλησιν δηλονότι καὶ τὴν ἐνέργειαν. οὐ γὰρ ὃ θέλω, πάτερ, ἀλλ’ εἴ τι σύ, καὶ ὅσα βλέπω τὸν πατέρα ποιοῦντα, ὁμοίως ποιῶ· ὅπερ ἐστὶν μιμήσεως, ἀλλ’ οὐ φύσεως.
25Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν. Εἰ σὰρξ γενόμενος ὁ λόγος τὴν φύσιν γέγονε σύνθετος,
οὐκ ἂν τοῦτο γεγονώς, εἰ φύσει συνθέσεως ἦν ἀνεπίδεκτος,311

312

εἰ δὲ τὴν φύσιν γέγονε σύνθετος, δηλονότι καὶ τὴν βούλησιν καὶ τὴν ἐνέργειαν· πῶς οὖν ταυτὸν τῷ πατρὶ τῷ κατ’ οὐδένα λόγον ἐπιδεχομένῳ σύνθεσιν ὁ πεφηνὼς ταύτης δεκτικός; Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν.
5 Εἰ μόνος ἐστίν, ὡς εἷς φύσει ἀλλ’ οὐκ ἀριθμῷ, ὁ υἱός, μία αὐτοῦ ἡ φύσις ἐστὶ καὶ ἡ βούλησις καὶ ἡ ἐνέργεια. ἐν δὲ μιᾷ δύο ποτ’ ἂν οὐ γενήσεται φύσεις, κἂν γέγονε σάρξ, ἐπεὶ τοῦ φύσει μόνος υἱὸς εἶναι σαφῶς διαπέπτωκεν. Εὐνομίου ἐκ τῆς πρὸς Ζώσιμον μοδεράτορα ἐπιστολῆς.
10 Ἑνὶ δὲ λόγῳ τὸ ζητούμενον εἰπεῖν, ἐξ αὐτοκινήτων οὐ γίνεται σύνθεσις· ἰδικὴν γὰρ ἑκατέρων ὡς νοερὰν τὴν ἐκ φύσεως ἐπάγει θέλησιν, κατ’ ἐξουσίαν περὶ τὸ δοκοῦν ἐνερ‐ γουμένην. πῶς οὖν σύνθεσις ἐναντίοις ἐκ φύσεως διασπωμένη θελήμασι πρὸς ἀνομοίους ἐνεργείας;
15Εἰρηναίου Ἁρπάσου ἐξ ὧν ἔγραψε κατὰ τῆς ἐν Χαλκηδόνι συνόδου καὶ τοῦ ἁγίου Λέοντος, ἡνίκα τὸ Ζήνωνος ἑνωτικὸν προσεδέξατο. Καὶ τάχα οὐδεὶς τῆς ἐπαρχίας ἡμῶν, τάχα οὐδεὶς τῶν ὑφ’ ἡλίῳ ἔχει βάπτισμα ἢ χειροτονίαν, ὅσον τὸ ἐπ’ αὐτοῖς,
20ἐὰν μὴ νῦν, ὡς προεῖπον, ἀναθεματίσαντες τοὺς ὀρθῶς ἡμῖν τὴν πίστιν παραδεδωκότας μανίας ἄξια φθεγξώμεθα ῥήματα, δοξάζοντες τὸν κύριον ἡμῶν καὶ θεὸν διπλοῦν καὶ διμερῆ
καὶ δύο φύσεις ἔχοντα καὶ δύο ἐνεργείας.312

313

Κύρου ἐπισκόπου Τυάνης ἐξ ὧν ἔγραψε πρὸς Ἰουλιανὸν καὶ Σευῆρον τοὺς εἰρημένους αἱρετικοὺς κατὰ τῆς ἐν Χαλκηδόνι συνόδου καὶ τοῦ τόμου τοῦ ἁγίου Λέοντος· ὃς ἐδέξατο τὸ Ζήνωνος ἑνωτικόν.
5 Τὰ μέντοι γε ἐν Χαλκηδόνι συναγωγῆς πονηρεύματα καὶ τὸν τῆς λυμῆς ἰόν, ὃν ὁ δυσσεβὴς ἀπέπτυσε Λέων κατὰ τῆς ὀρθῆς καὶ ἀμωμήτου πίστεως, ἔξω τῶν ἁγίων ποιούμεθα τόπων, κοινῇ γε ψήφῳ τούς τε συνειλεγμένους ἐν Χαλκη‐ δόνι καὶ τὰ κακῶς ὑπ’ αὐτῶν πραχθέντα ἀμεταμελήτως καὶ
10τὴν τοῦ προέδρου τῶν Ῥωμαίων ἐπιστολὴν τῷ ἴσῳ περι‐ βάλλοντες ἀναθέματι. Τοῦ αὐτοῦ ἐκ τῶν αὐτῶν. Τοὺς δὲ λέγοντας· ἐν δύο φύσεσι μετὰ τὴν ἄφραστον ἕνωσιν διῃρημέναις ἢ ἡνωμέναις καὶ τούτων μορφαῖς τε καὶ
15ἰδιότησι καὶ διπλαῖς ἐνεργείαις ὁρίζεσθαι τὸν σαρκωθέντα τοῦ θεοῦ λόγον τὸν κύριον ἡμῶν καὶ Χριστὸν Ἰησοῦν ἐπι‐ στάμεθα, καὶ τούτους ἀναθεματίζομεν. Ἰουλιανοῦ τοῦ Ἀλικαρνασέως ἀφθαρτοδοκητοῦ ἐκ τοῦ κατὰ Μανιχαίων λόγου.
20 Εἴ τις μετὰ τὴν ἄφραστον καὶ ἀπερινόητον ἕνωσιν τολμήσει λέγειν δύο φύσεις ἢ δύο οὐσίας ἢ δύο ἐνεργείας, ὡς δύο πρόσωπα λέγων καὶ δύο ὑποστάσεις ἀναθεματιζέσθω. Κολλούθου τοῦ αἱρετικοῦ ἐκ τῆς ὑπὲρ Θεοδοσίου ἀπολογίας.
25 Ἕν ἐστι τὸ θέλημα τοῦ Χριστοῦ, κἂν ποτὲ μὲν θεϊκῶς, ποτὲ δὲ ἀνθρωπίνως ἐκινεῖτο. οὕτως ἄρα καὶ οὐκ ἄλλως
καὶ μία τοῦ ἑνὸς ἡ γνῶσις.313

314

Θεμεστίου ἀγνοήτου ἐξ ἐπιστολῆς γραφείσης αὐτῷ πρὸς Σαλαμίτας. Μία μὲν γὰρ ἡ γνῶσις ἐπὶ Χριστοῦ, καθάπερ καὶ ἡ θέλησις καὶ ἡ ἐνέργεια. καὶ γὰρ εἷς ἦν ὁ γινώσκων, ὥσπερ
5ἀμέλει τοι καὶ θέλων καὶ ἐνεργῶν. Τοῦ αὐτοῦ ἐκ τῆς κατὰ Κολλούθου τοῦ αἱρετικοῦ γενομένης αὐτῷ συγγραφῆς. Ὅτι γάρ τοι καὶ ὁ μακάριος Σευῆρος περὶ Χριστοῦ λέγων, ὡς τὰ μὲν θεϊκῶς, τὰ δὲ ἀνθρωπίνως ὁ αὐτὸς ἐνήρ‐
10γησε, τὸ τῆς ἐνεργείας θεανδρικὸν οὐ μόνον, μέντοι θεοπρεπὲς ὁμοίως δεῖξαι προῄρητο, καταθεάσασθαι ῥᾷον. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς. Εἰ γὰρ μία τοῦ λόγου θεανδρική, καθὰ πολλάκις εἰρή‐ καμεν, ἐνέργειά τε καὶ γνῶσις, πῶς μία καὶ μία νοοῖτο κατὰ
15μιαρὸν καὶ δύο μᾶλλον καὶ οὐ μία; Θεοδοσίου Ἀλεξανδρείας ἐκ τοῦ πρὸς Θεοδώραν τὴν βασιλίδα τόμου. Ὡς λοιπὸν καὶ ἐνέργειαν εἶναι τοῦ συναμφοτέρου θεο‐ πρεπῆ μίαν, ἐπειδὴ ἑνὸς εἶναι καὶ τοῦ αὐτοῦ φαμεν τὰ
20θεοπρεπῆ πάντα καὶ ἀδιάβλητα πάθη. Σευήρου ἐξ ἧς ἔγραψε πρὸς Ἰωάννην τὸν αἱρετικὸν ἐπιστολῆς ἐπίσκοπον Ἀλεξανδρείας. Κατὰ προσθήκην καὶ καινοτομίαν πίστιν ὡρίσατο ἡ ἐν Χαλκηδόνι σύνοδος καὶ διεῖλεν εἰς δύο τὸν σαρκωθέντα καὶ
25ἐνανθρωπήσαντα δι’ ἡμᾶς θεὸν λόγον καὶ κύριον Ἰησοῦν314

315

Χριστὸν τὸν σωτῆρα τοῦ ἡμετέρου γένους καὶ λυτρωτήν, ἐν δύο φύσεσι γνωρίζεσθαι αὐτὸν πείσασα καὶ τοσαύτας τούτου ἐνεργείας ἢ ἰδιότητας μετὰ τὴν ἀπερινόητον καὶ ἄφραστον ἕνωσιν, καὶ τὸν Λέοντος τοῦ τῆς Ῥωμαίων ἐκκλη‐
5σίας ἡγησαμένου τόμον προσήκατο, στήλην αὐτὸν ὀρθοδοξίας ἀποκαλέσασα. Θεοδώρου Πέρσου Νεστοριανοῦ ἐκ τοῦ αʹ λόγου, ὃν ἔγραψε περὶ συμφωνίας τῆς παλαιᾶς καὶ νέας διαθήκης. Ἓν μὲν οὖν τὸ ἀξίωμα τοῦ βασιλέως, μία δὲ ἀμφοῖν
10ἡ ἐνέργεια. Καὶ μεθ’ ἕτερα· Ἐμφανῆ δὲ λοιπὸν τὴν τιμὴν τῆς βα‐ σιλείας διὰ πάντων κομίζεται· ἓν μὲν γὰρ λοιπὸν τὸ ἀξίωμα τῆς εἰκόνος καὶ τοῦ ταύτην προστησαμένου θεοῦ, μία δὲ ἀμφοῖν ἡ ἐνέργεια.
15Ἀπολιναρίου αἱρετικοῦ ἐκ τοῦ λόγου, οὗ ἔγραψε περὶ τῆς θείας σαρκώσεως τοῦ λόγου πρὸς τοὺς κατ’ αὐτῆς ἀγωνιζομένους προφάσει τοῦ ὁμοουσίου. Καὶ Ἰουδαῖοι τὸ σῶμα σταυρώσαντες θεὸν ἐσταύρωσαν, καὶ οὐδεμία διαίρεσις τοῦ λόγου καὶ τῆς σαρκὸς αὐτοῦ ἐν
20ταῖς θείαις φέρεται γραφαῖς, ἀλλ’ ἔστι μία φύσις, μία ὑπό‐
στασις, μία ἐνέργεια.315

316

Κεφάλαιον ΜΒʹ. Χρήσεις πατρικαὶ περὶ τοῦ τρισαγίου ὕμνου, ὅτι τῆς ἁγίας τριάδος, τῶν τριῶν αὐτῆς ὑποστάσεών φημι, καὶ οὐχ ἑνὸς προσώπου ἐστὶ δηλωτικός, καὶ ὅτι ἰδικὸν ἰδιωμάτων
5ἀριθμουμένων γνωρίζεται ἀριθμός. Τοῦ ἁγίου Γρηγορίου τοῦ θεολόγου ἐκ τοῦ εἰς τὸ πάσχα λόγου. Οὕτω μὲν οὖν τὰ ἅγια—κάλλιστά τε καὶ ὑψηλότατα. Τοῦ ἁγίου Βασιλείου ἐκ τοῦ περὶ πίστεως λόγου.
10 Διὰ τοῦτο γάρ, οἶμαι—κατὰ φύσιν ἁγιασμὸς θεωρεῖται. Τοῦ ἁγίου Ἐπιφανίου. Διὰ δὲ τῆς τρίτης μαρτυρίας—ἐν ἁγίοις ἀναπαυόμενος. Τοῦ ἁγίου Κυρίλλου ἐκ τοῦ δʹ λόγου τοῦ αʹ βιβλίου τῶν εἰς τὸν Ἡσαΐαν.
15 „Ἅγιος, ἅγιος, ἅγιος κύριοσ“—τῶν ἁγίων σεραφίμ. Ἰουλίου ἐπισκόπου Ῥώμης ἐκ τῆς πρὸς Ἀκάκιον ἐπιστολῆς. Πᾶς, ὃς τὸν ἐκ Μαρίας υἱὸν μὴ ὁμολογεῖ θεὸν λόγον ἔνσαρκον, ὁμοούσιον τῷ πατρὶ ἐξ ἀρχῆς ὄντα, ἄτρεπτον δὲ ἐν τῇ σαρκώσει καὶ
ἀπαθῆ ἐν τοῖς πάθεσι, ἀνάθεμα ἔστω.316

317

Πᾶς ὁ προστιθεὶς ἑτέραν δοξολογίαν παρὰ τὰς ἁγίας φωνὰς τῶν σεραφὶμ „ἅγιος, ἅγιος, ἅγιος κύριος σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ“ ἀνυμνούντων εἰς τὴν θεϊκὴν τριάδα, ἀνάθεμα ἔστω.
5 Ἐπιφανίου Κύπρου ἐκ τοῦ περὶ τριάδος λόγου. Μία δοξολογία πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καὶ μία προσκύνησις· ὅτε γὰρ δοξολογοῦσι τὰ σεραφὶμ τὸν θεὸν „ἅγιος, ἅγιος, ἅγιοσ“, πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον δοξολογοῦσι. Γρηγορίου Νύσσης ἐκ τοῦ κατ’ Εὐνομίου λόγου.
10 Ὡσαύτως δὲ καὶ παρὰ τῷ Ἡσαΐᾳ—θαυμαστικῶς ἐξεβόησαν. Ἀττικοῦ ἐπισκόπου Κωνσταντινουπόλεως ἐκ τοῦ λόγου τοῦ εἰς τὸν προηγησάμενον Πέτρον καὶ περὶ τριάδος. Ἐρωτῶ τὰ σεραφίμ· εἴπατε, ὦ σεραφίμ, ὑμεῖς ἐστε ζῷα τὰ ἅγια τὰ κυκλοῦντα, ἃ ἐθεάσατο ὁ θεωρὸς Ἡσαΐας· „εἶδον“ γὰρ „τὸν
15κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. 〈καὶ σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ〉, ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί, καὶ ταῖς μὲν δυσὶ κατεκάλυπτον τὸ πρόσωπον καὶ ταῖς δυσὶ κατεκάλυπτον τοὺς πόδας καὶ ταῖς δυσὶν ἐπέταντο. καὶ ἐκέκραγεν ἕτερος πρὸς τὸν ἕτερον
20καὶ ἔλεγον· ἅγιος, ἅγιος, ἅγιος κύριος σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ“. ἐρωτῶ, εἰπέ· πότε ἐγεννήθη ὁ υἱός, πῶς ἐγεν‐ νήθη; φύσιν περιεργάζεσθαι οὐκ οἴδαμεν, δοξάζειν ἐπιστάμεθα, ἐκ τοῦ ἀριθμοῦ γίνωσκε· „ἅγιος, ἅγιος, ἅγιος κύριοσ“· τρίτον ἅγιος, ἅπαξ ὁ κύριος. ὁ πατὴρ ἅγιος, ὁ υἱὸς ἅγιος, τὸ πνεῦμα ἅγιον,
25μὴ ἄλλῃ προορίσει ὁ πατὴρ ὀνομάζεται, ἄλλῃ δὲ ὁ υἱός, ἄλλῃ δὲ τὸ πνεῦμα τὸ ἅγιον· „ἅγιος, ἅγιος, ἅγιος κύριος σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ“. καὶ τὰ σεραφὶμ „κύκλῳ αὐτοῦ“. οὐχ ὅτι κυκλοῦνται τὸ θεῖον, ἀλλ’ ἵνα δειχθῇ τὰ προτιμότερα τῶν κτισμάτων, ἵνα δειχθῇ τὰ τῇ ἀφάτῳ δυνάμει ὑπηρετούμενα.
30Καὶ μεθ’ ἕτερα· Ἐμὲ εἰ δὲ ἐρωτήσεις, λέγω· ἡ τριάς, ἣν
ὑμνεῖ τὰ σεραφίμ· „ἅγιος, ἅγιος, ἅγιος κύριοσ“, τρεῖς ὑποστάσεις.317

318

μία κυριότης, ὥστε, κἂν 〈ὁ〉 πατὴρ ἔπεμψεν, ὁ υἱὸς συνέπεμψε καὶ τὸ πνεῦμα τὸ ἅγιον. Ἐκ τῆς ἁγίας δʹ συνόδου· ἐν τῷ τέλει κεῖται τῆς αʹ πράξεως ἡ χρῆσις.
5 Οἱ Ἀνατολικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι εἶπαν· αὕτη ἡ δικαία κρίσις. Οἱ Ἰλλυρικιανοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι εἶπαν· πάντες ἐσφάλημεν, πάντες συγγνώμης ἀξιωθῶμεν. Οἱ Ἀνατολικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι εἶπαν·
10πολλὰ τὰ ἔτη τῆς συγκλήτου. ἅγιος ὁ θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς. πολλὰ τὰ ἔτη τῶν βασιλέων. ὁ ἀσεβὴς ἀεὶ φεύγει. Διόσκορον ὁ θεὸς καθεῖλεν. Ἐκ τῆς ἐγκυκλίου ἐπιστολῆς Συμμάχου ἐπισκόπου Ῥώμης κατὰ Πέτρου τοῦ Γναφέως.
15 Ἀνασκολοπίζομεν καὶ Σαβελλιανοὺς ὡς τὴν τριάδα εἰς τὸν υἱὸν ἀναπλάττοντας, ἵνα ὡς ἐκ τούτου ἀρνῶνται τὸν υἱόν, πνεῦμα καὶ πατέρα φωνοῦντες. Ἐκ τῆς ἐπιστολῆς Κυντιλιανοῦ κατὰ Πέτρου τοῦ Γναφέως. Εἰ δὲ τρισαγία φωνὴ τριὰς οὐχ ὑφίσταται, δηλονότι μιᾶς ὑπο‐
20στάσεως εἶναι λέγεις τὴν τριάδα, καὶ πῶς οὐ δείκνυσαι εἶναι Σαβελλιανός; Ἐκ τῆς ἐπιστολῆς Φίλικος κατὰ Πέτρου τοῦ Γναφέως. Τί γὰρ τούτου ἀπηγορευτικώτερον, πατρὸς παρ’ ὑμῶν καὶ ἁγίου πνεύματος ἀδοξουμένου, καὶ συκοφαντίαν τοῖς σεραφὶμ ὑμῶν παρεισ‐ φερόντων, ὅτι οὐ τὴν τριάδα φάσκουσι δοξολογεῖν· „ἅγιος, ἅγιος,
25ἅγιοσ“, ἀλλὰ μὴν μονοπροσώπως τὸν υἱόν.318

319

Χρήσεις αἱρετικαὶ περὶ τοῦ τρισαγίου ὕμνου. Σευήρου τοῦ δυσσεβοῦς ἐκ τοῦ λόγου τοῦ εἰς τὸ τρισάγιον καὶ τὸν εὐαγγελισμόν. Ἤδη γάρ τινες εἰς τοῦτο ἦλθον ἀσεβείας, ὡς τῇ τρισαγίῳ ᾠδῇ,
5ἣν ἀναφέρομεν τῷ σωτῆρι Χριστῷ λέγοντες· ἅγιος ὁ θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, μὴ συναναπέμπειν τὸ σταυρωθείς. Καὶ μεθ’ ἕτερα· Ἡμεῖς μὲν ἐν οὐρανοῖς ἕνα υἱὸν καὶ σαρκω‐ θέντα τὸν τοῦ θεοῦ λόγον ἔγνωμεν, καὶ προσθήκην οὐδεμίαν τῇ τρισαγίῳ ᾠδῇ πεποιήκαμεν, ἀλλὰ τρίτον τὸ ἅγιος ἀναπέμπομεν εἰς
10ἕνα κύριον σαβαὼθ καταλήγουσαι, τὴν μίαν ἐν τρισὶν ὑποστάσεσι κυριότητα καὶ θεότητα. Τοῦ αὐτοῦ. Διὰ τοῦτο δὲ αὐτῷ τρίτον τὸ ἅγιος ἀναπέμπομεν, ἵνα δείξωμεν, ὡς οὐκ ἄλλος ἐστὶ παρὰ τὴν ἁγίαν τριάδα, ὡς ἓν τῶν κτισμάτων
15τὸν κατὰ μέθεξιν πλουτήσας ἁγιασμόν, καθὸ κατὰ φύσιν ἐστὶν ἅγιος ὡς θεός, ἀλλ’ εἷς ὑπάρχει τῶν τριῶν ὑποστάσεων, ἐξ ὧν τοῖς ἄλλοις τὸ ἁγιάζεσθαι· καὶ ὅτι ἡ δόξα τοῦ υἱοῦ δόξα ἐστὶ πατρὸς καὶ ἁγίου πνεύματος. ὧν γὰρ ἡ οὐσία μία, τούτων καὶ ἡ δόξα μία καθέστηκε, καὶ ὁ δοξάζων μίαν τῶν τριῶν ὑποστάσεων οὐδαμῶς τὰς ἄλλας δύο
20τῆς δοξολογίας ἐχώρησεν· ἐν γὰρ τῇ δοξολογίᾳ τοῦ υἱοῦ ἕν ἐστιν ἡ δοξολογία τοῦ πατρὸς καὶ τοῦ ἁγίου πνεύματος. Βασιλείου πρὸς Τερέντιον. Ὃ γὰρ ὁμολογοῦσι, φησὶν ὁ θεῖος Βασίλειος, καὶ ἀριθμείτωσαν. Ἐκ τῶν συνοδικῶν τοῦ ἁγίου Σωφρονίου Ἱεροσολύμων.
25 Πᾶς γὰρ ἀριθμὸς τὴν διαφορὰν κέκτηται σύνοικον, καὶ πᾶσα διαφορὰ καὶ διάκρισις τὸν ἀριθμὸν συνεπάγεται σύμφυτον. Τοῦ ἁγίου Γρηγορίου τοῦ θεολόγου ἐκ τοῦ περὶ πνεύματος ἁγίου λόγου. Ἢ ἀγνοεῖς, ὅτι πᾶς ἀριθμὸς τῆς ποσότητος τῶν ὑποκειμένων
30ἐστὶ δηλωτικός, οὐ τῆς φύσεως τῶν πραγμάτων;319

320

Κεφάλαιον ΜΓʹ. 〈Ὅτι πατὴρ ὁ θεὸς καὶ πατὴρ ἐν τῷ νόμῳ κηρύττεται, ὡσαύτως καὶ 〈υἱὸσ〉 ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον πνεῦμα.〉
5 Ὅτι πατὴρ ὁ θεὸς καὶ πατὴρ ἐν τῇ θείᾳ γραφῇ ὀνομάζεται. Μωυσέως· „Οὐκ αὐτὸς οὗτός σου πατὴρ ἐκτίσατό σε καὶ ἐποίησέ σε καὶ ἔπλασέ σε“; Δαβίδ· „Αὐτὸς ἐπικαλέσεταί με· πατήρ μου εἶ σύ, θεός μου
10καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου, κἀγὼ πρωτότοκον θήσομαι αὐτόν.“ Καὶ πάλιν· „Τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν“. Ζαχαρίου· „Εἰ πατήρ εἰμι ἐγώ, ποῦ ἐστί μου ἡ δόξα, καὶ εἰ κύριός εἰμι ἐγώ, ποῦ ἐστί μου ὁ φόβοσ“; Ἡσαΐου· „Καὶ σύ, κύριε, πατὴρ ἡμῶν εἶ, ἡμεῖς δὲ πηλός,
15ἔργα χειρῶν σου“. Μαρτυρίαι περὶ τοῦ υἱοῦ τοῦ θεοῦ. Ἐκ τοῦ Μωυσέως· „Προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου“. Καὶ πάλιν· „Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες υἱοὶ θεοῦ“. Τοῦ Δαβίδ· „Κύριος εἶπε πρός με· υἱός μου εἶ σύ, ἐγὼ
20σήμερον γεγέννηκά σε“. Καὶ πάλιν· „Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ“. Καὶ ἡ ἐπιγραφὴ τοῦ θʹ ψαλμοῦ· „Εἰς τὸ τέλος ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ, ψαλμὸς τοῦ Δαβίδ“.
25 Καὶ ἐν τῷ μδʹ· „Εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων τοῖς υἱοῖς Κορὲ εἰς σύνεσιν, ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ“. Ἡσαΐας· „Ἄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ τῷ ἀμπελῶνί μου· ἀμπελὼν ἐγενήθη τῷ ἀγαπητῷ“. Καὶ πάλιν· „Ὅτι παιδίον ἐγεννήθη ἡμῖν υἱόσ“.
30Καὶ πάλιν·〉 „Καὶ ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ
τέξεται υἱόν“.320

321

Δαβίδ· „Ὁ θεός, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς καὶ τὴν δικαιο‐ σύνην σου τῷ υἱῷ τοῦ βασιλέωσ“. Καὶ πάλιν· „Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε“. Καὶ πάλιν· „Καὶ ἐπὶ υἱόν, ὃν ἐκραταίωσας ἑαυτῷ“.
5 Ἐν ταῖς παροιμίαις· „Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με“. Δανιήλ· „Καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοία υἱῷ θεοῦ“. Περὶ δὲ τοῦ ἁγίου πνεύματος εὑρίσκεις ἐν τῷ λδʹ κεφαλαίῳ. Κεφάλαιον ΜΔʹ. Τοῦ ἁγίου Ἱππολύτου ἐπισκόπου Πόρτου ἤγουν τοῦ λιμένος
10Ῥώμης καὶ μάρτυρος τῆς ἀληθείας ἐκ τοῦ κατὰ Βήρωνος καὶ Ἡλίκονος τῶν αἱρετικῶν περὶ θεολογίας καὶ σαρκώ‐ σεως κατὰ στοιχεῖον λόγου, οὗ ἡ ἀρχ· „Ἅγιος, ἅγιος, ἅγιος κύριος σαβαὼθ ἀσιγήτῳ φωνῇ βοῶντα τὰ σεραφὶμ τὸν θεὸν δοξάζουσιν.
15 Ἀπειροδυνάμῳ γὰρ θελήσει τοῦ θεοῦ καὶ γέγονε πάντα καὶ σώζεται τὰ γενόμενα κατὰ τοὺς ἑαυτῶν εὐκρινῶς ἕκαστα συντηρού‐ μενα λόγους, αὐτῷ τῷ κατὰ φύσιν ἀπειροδυνάμῳ θεῷ καὶ ποιητῇ τῶν ὅλων τῆς θείας αὐτοῦ θελήσεως, ἢ τὰ πάντα πεποίηκέ τε καὶ κινεῖ τοῖς ἑαυτῶν ἕκαστα φυσικοῖς διεξαγόμενα νόμοις, ἀκινήτου
20συνδιαμενούσης. τὸ γὰρ ἄπειρον κατ’ οὐδένα τρόπον ἢ λόγον ἐπι‐ δέχεται κίνησιν, οὐκ ἔχον ὅπου καὶ περὶ ὃ κινηθήσεται. τροπὴ γὰρ τοῦ κατὰ φύσιν ἀπείρου κινεῖσθαι μὴ πεφυκότος ἡ κίνησις. διὸ καὶ καθ’ ἡμᾶς ἀληθῶς γενόμενος ἄνθρωπος χωρὶς ἁμαρτίας ὁ τοῦ θεοῦ λόγος, ἐνεργήσας τε καὶ παθὼν ἀνθρωπίνως, ὅσα τῆς φύσεώς ἐστιν
25ἀναμάρτητα, καὶ φυσικῆς σαρκὸς περιγραφῆς ἀνασχόμενος δι’ ἡμᾶς, τροπὴν οὐχ ὑπέμεινε, μηδενὶ παντελῶς. ὃ ταυτόν ἐστι τῷ πατρί, γενόμενος ταυτὸν τῇ σαρκὶ διὰ τὴν κένωσιν. ἀλλ’ ὥσπερ ἦν δίχα σαρκός, πάσης ἔξω περιγραφῆς μεμένηκε καὶ διὰ σαρκὸς θεϊκῶς ἐνεργήσας, ἅπερ θεότητός ἐστιν, ἀμφότερα δεικνὺς ἑαυτόν, δι’ ὧν
30ἀμφοτέρως, θεϊκῶς δή φημι καὶ ἀνθρωπίνως, ἐνήργησε, κατ’ αὐτὴν
τὴν ὄντως ἀληθῆ καὶ φυσικὴν ὕπαρξιν θεὸν ἄπειρον ὁμοῦ καὶ περί‐321

322

γραπτον ἄνθρωπον ὄντα τε καὶ νοούμενον, τὴν οὐσίαν ἑκατέρου τελείως τελείαν ἔχοντα μετὰ τῆς αὐτῆς ἐνεργείας ἤγουν φυσικῆς ἰδιό‐ τητος. ἐξ ὧν μένουσαν ἀεὶ κατὰ φύσιν δίχα τροπῆς τὴν αὐτῶν ἴσμεν διαφοράν, ἀλλ’ οὐχ, ὥς τινές φασι, κατὰ σύγκρισιν, ἵνα μὴ
5τὸν αὐτὸν ἑαυτῷ κατὰ τὸ αὐτό, παρ’ ὃ δεῖ, μείζονα καὶ μείονα λέγωμεν· ὁμοφυῶν γάρ, οὐχ ἑτεροφυῶν, αἱ συγκρίσεις. θεῷ δὲ ποιητῇ τῶν ὅλων ποιητόν, ἀπείρῳ τε περατόν, καὶ ἀπειρίᾳ πέρας κατ’ οὐδένα συγκρίνεται λόγον, ἀεὶ κατὰ πάντα φυσικῶς ἀλλήλων, ἀλλ’ οὐ συγκριτικῶς, διαφέροντα, κἂν ἄρρητός τις καὶ ἄρρηκτος εἰς
10μίαν ὑπόστασιν ἀμφοτέρων γέγονεν ἕνωσις, πᾶσαν παντὸς γεννητοῦ παντελῶς διαφεύγουσα γνῶσιν. τὸ γὰρ θεῖον, ὡς ἦν πρὸ σαρκώσεως, ἔστι καὶ μετὰ σάρκωσιν κατὰ φύσιν ἄπειρον, ἄσχετον, ἀπαθές, ἀσύγ‐ κριτον, ἀναλλοίωτον, ἄτρεπτον, αὐτοσθενὲς καὶ τὸ πᾶν εἰπεῖν ὑφεστὸς οὐσιῶδες μόνον ἀπειροσθενὲς ἀγαθόν.
15 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. βʹ. Γέγονεν οὖν ἀληθῶς κατὰ τὰς γραφὰς μὴ τραπεὶς ὁ τῶν ὅλων θεὸς ἄνθρωπος ἀναμάρτητος, ὡς οἶδεν αὐτὸς μόνος, ὑπάρχων τεχνίτης φυσικὸς τῶν ὑπὲρ ἔννοιαν, κατ’ αὐτὴν ἅμα τὴν σωτήριον σάρκωσιν τῆς ἰδίας θεότητος ἐμποιήσας τῇ σαρκὶ τὴν ἐνέργειαν οὐ περιγραφο‐
20μένην αὐτῇ διὰ τὴν κένωσιν, οὐδ’ ὥσπερ τῆς αὐτοῦ θεότητος, οὕτω καὶ αὐτῆς φυσικῶς ἐκφυομένην, ἀλλ’ ἐν οἷς ἂν σαρκωθεὶς θεϊκῶς ἐνήργησε, δι’ αὐτῆς ἐκφαινομένην. οὐ γὰρ γέγονε φύσει θεότης μετα‐ βληθεῖσα τὴν φύσιν ἡ σὰρξ γενομένη τῇ φύσει θεότητος σάρξ, ἀλλ’ ὅπερ ἦν, καὶ θεότητι συμφυεῖσα μεμένηκε τὴν φύσιν καὶ τὴν ἐνέρ‐
25γειαν, καθὼς εἶπεν ὁ σωτήρ· „τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενήσ“. καθ’ ἣν ἐνεργήσας τε καὶ παθών, ἅπερ ἦν ἀναμαρτήτου σαρκός, τὴν ὑπὲρ ἡμῶν ἐπιστώσατο κένωσιν θεότητος θαύμασι καὶ σαρκὸς παθήμασι φυσικῶς βεβαιουμένην. διὰ γὰρ τοῦτο γέγονεν ἄνθρωπος ὁ τῶν ὅλων θεός, ἵνα σαρκὶ μὲν παθητῇ πάσχων ἅπαν
30ἡμῶν τὸ τῷ θανάτῳ πραθὲν λυτρώσηται γένος, ἀπαθεῖ δὲ θεότητι διὰ σαρκὸς θαυματουργῶν πρὸς τὴν ἀκήρατον· αὐτοῦ καὶ μακαρίαν ἐπαναγάγῃ ζωὴν καὶ τὰ κατ’ οὐρανοὺς ἅγια τάγματα τῶν νοερῶν οὐσιῶν στομώσῃ πρὸς ἀτρεψίαν τῷ μυστηρίῳ τῆς αὐτοῦ σωματώσεως, ἧς ἔργον ἡ τῶν ὅλων ἐστὶν εἰς αὐτὸν ἀνακεφαλαίωσις. μεμένηκεν
35οὖν καὶ σαρκωθεὶς κατὰ τὴν φύσιν θεὸς ὑπεράπειρος, τὴν ἑαυτῷ322

323

συγγενῆ καὶ κατάλληλον ἔχων ἐνέργειαν, τῆς μὲν θεότητος οὐσιωδῶς ἐκφυομένην, διὰ δὲ τῆς αὐτοῦ παναγίας σαρκὸς ἐν τοῖς θαύμασιν οἰκονομικῶς ἐκφαινομένην, ἵνα πιστευθῇ θεὸς εἶναι, δι’ ἀσθενοῦς φύσει σαρκὸς αὐτουργῶν τὴν τοῦ παντὸς σωτηρίαν.
5 〈Τοῦ αὐτοῦ〉 ἐκ τοῦ αὐτοῦ λόγου. γʹ. Κἀμοὶ γάρ, ἵνα τρανώσω παραδείγματι τὸ περὶ τοῦ σωτῆρος λεχθέν, ὁ φυσικός μου λόγος συγγενής ἐστι καὶ κατάλληλος ὄντι λο‐ γικῷ τε καὶ νοερῷ τὴν ψυχήν, ἧς κατὰ φύσιν ἐστὶν αὐτοκίνητος ἐνέργειά τε καὶ πρώτη δύναμις ἀεικίνητος ὁ λόγος φυσικῶς αὐτῆς
10πηγαζόμενος, ὃν ῥηματίσας τε καὶ γραμμαῖς εὖ χαράξας γλώσσῃ μὲν ὀργανικῶς, ὅτε δεῖ, προφέρω καὶ γράμμασι τεχνικῶς διὰ τῶν ἀνομοίων μὴ τραπέντα. οὐ γὰρ γλώσσης καὶ γραμμάτων ὁ φυσικός μου λόγος ἐστί, κἂν δι’ αὐτῶν αὐτοῦ ποιοῦμαι τὴν προφοράν, ἀλλ’ ἐμοῦ τοῦ κατὰ φύσιν λαλοῦντος καὶ δι’ ἀμφοῖν αὐτὸν ὡς ἐμὸν
15ἐκφωνοῦντος, τῆς μὲν νοερᾶς μου ψυχῆς φυσικῶς ἀεὶ πηγαζόμενον, διὰ δὲ τῆς σωματικῆς μου γλώσσης ὀργανικῶς, ὡς ἔφην, ὅτε χρή, προφερόμενον. ὥσπερ οὖν ἐφ’ ἡμῶν, ὅσον εἰκάσαι τὸ παντελῶς ἀνείκαστον, διὰ τῆς σωματικῆς ἡμῶν γλώσσης ἀτρέπτως ἡ κατὰ φύσιν τῆς ψυχῆς λογικὴ προσφέρεται δύναμις, οὕτω καὶ ἐπὶ τῆς
20ὑπερφυοῦς τοῦ θεοῦ σωματώσεως διὰ τῆς αὐτοῦ παναγίας σαρκός, ἐν οἷς ἂν θεϊκῶς ἐνήργησε, δίχα τροπῆς ἡ παντοκρατορικὴ καὶ τῶν ὅλων ποιητικὴ τῆς ὅλων θεότητος ἐνέργεια διεδείκνυτο, πάσης ἐκτὸς κατὰ φύσιν περιγραφῆς διαμένουσα, κἂν διὰ σαρκὸς διέλαμπε φύσει πεπερασμένης. οὐ γὰρ πέφυκε περιγράφεσθαι γεννητῇ φύσει τὸ κατὰ
25φύσιν ἀγέννητον, κἂν συνέφυ αὐτῷ κατὰ σύλληψιν πάντα περιγρά‐ φουσαν νοῦν, οὔτε μὴν εἰς αὐτὸν αὐτῷ φέρεσθαι φύσεώς ποτε καὶ φυσικῆς ἐνεργείας, ἕως ἂν ἑκάτερον τῆς ἰδίας ἐντὸς μένει φυσικῆς ἀτρεψίας. ὁμοφυῶν γὰρ μόνων ἡ ταυτουργός ἐστι κίνησις σημαίνουσα τὴν οὐσίαν, ἧς φυσικὴ καθέστηκε δύναμις, ἑτεροφυοῦς ἰδιότητος οὐσίας
30εἶναι κατ’ οὐδένα λόγον ἢ γενέσθαι δίχα τροπῆς δυναμένην. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. δʹ. Τὸ γὰρ μυστήριον τῆς θείας σαρκώσεως ἀποστόλοις τε καὶ προφήταις καὶ διδασκάλοις διττὴν καὶ διάφορον ἔχον διέγνωσται τὴν
ἐν πᾶσι φυσικὴν θεωρίαν, ἀνελλιποῦς ὑπάρχον θεότητος καὶ πλήρους323

324

ἐνδεικτικὸν ἀνθρωπότητος ὄν. ἕως ἂν οὐχ εἷς κατὰ τὴν οὐσίαν γνωρίζεται λόγος μιᾶς ἐνεργείας, οὐδέποτε καθ’ ὁτιοῦν ἀμφοτέρων γνωσθήσεται κίνησις. ὁ γὰρ ἀεὶ κατὰ φύσιν ὑπάρχων θεός, ὑπερ‐ απείρῳ δυνάμει γενόμενος, ὡς ἠθέλησεν, ἄνθρωπος ἀναμάρτητος,
5ὅπερ ἦν, ἔστι μεθ’ ὅσων νοεῖται θεός, καὶ ὅπερ γέγονεν, ἔστι μεθ’ ὅσων νοεῖται θεὸς καὶ γνωρίζεσθαι πέφυκεν ἄνθρωπος, ἑαυτοῦ καθ’ ἑκάτερον ἀεὶ μένων ἀνέκπτωτος, οἷς θεϊκῶς ὁμοῦ καὶ ἀνθρωπίνως ἐνήργησε, τέλειον κατὰ τὸν ἑκατέρου λόγον σώζων ἑαυτῷ φυσικῶς ἀναλλοίωτον.
10 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. εʹ. Βήρων γάρ τις ἔναγχος μεθ’ ἑτέρων τινῶν τὴν Βαλεντίνου φαντασίαν ἀφέντες χείρονι κακῷ κατεπάρησαν, λέγοντες τὴν μὲν προσληφθεῖσαν τῷ λόγῳ σάρκα γενέσθαι ταυτουργὸν τῇ θεότητι διὰ τὴν πρόσληψιν, τὴν θεότητα δὲ γενέσθαι ταυτοπαθῆ 〈τῇ σαρκὶ〉 διὰ
15〈τὴν〉 κένωσιν, τροπὴν ὁμοῦ καὶ φύρσιν καὶ σύγχυσιν καὶ τὴν εἰς ἀλλήλας ἀμφοτέρων μεταβολὴν δογματίζοντες. εἰ γὰρ προσληφθεῖσα ἡ σὰρξ γέγονε ταυτουργὸς τῇ θεότητι, δῆλον ὅτι καὶ φύσει θεὸς μεθ’ ὅσων φυσικῶς νοεῖται θεός· καὶ εἰ γέγονε κενωθεῖσα τῇ σαρκὶ ταυτο‐ παθὴς ἡ θεότης, δῆλον ὅτι καὶ φύσει σὰρξ μεθ’ ὅσων φυσικῶς
20γνωρίζεσθαι πέφυκε σάρξ. τὰ γὰρ ἀλλήλοις ὁμοεργῆ καὶ ταυτουργὰ καὶ ὁμόφυλα πάντως καὶ ταυτοπαθῆ διαφορὰν οὐκ ἐπιδέχεται φύσεως, καὶ φύσεων αὐτοῖς συγκεχυμένων ἔσται δυὰς ὁ Χριστός, καὶ προσ‐ ώπων μεμερισμένων τετράς, τὸ φευκτότατον. καὶ πῶς αὐτοῖς εἷς καὶ ὁ αὐτός, θεὸς ὁμοῦ φύσει καὶ ἄνθρωπος, ὁ Χριστός; ποίαν δὲ
25κατ’ αὐτοὺς ἕξει τὴν ὕπαρξιν, μεταβολῇ θεότητος γενόμενος ἄνθρωπος καὶ σαρκὸς μεταποιήσει θεός; ἡ γὰρ εἰς ἀλλήλας τούτων μετάπτωσις παντελής ἐστιν ἀμφοτέρων ἀναίρεσις. σκοπείσθω δὴ πάλιν ἡμῖν ἑτέρως ὁ λόγος. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. ϛʹ.
30 Εὐσεβὲς κεκύρωται δόγμα Χριστιανοῖς, κατ’ αὐτήν τε τὴν φύσιν καὶ τὴν ἐνέργειαν καὶ πᾶν ἕτερον αὐτῷ προσφυὲς ἴσον ἑαυτῷ καὶ ταυτὸν εἶναι τὸν θεόν, μηδὲν ἑαυτῷ τῶν ἑαυτοῦ παντελῶς ἄνισον
ἔχοντα καὶ ἀκατάλληλον. εἰ τοίνυν κατὰ Βήρωνα τῆς αὐτῆς αὐτῷ324

325

προσληφθεῖσα φυσικῆς ἐνεργείας γέγονεν ἡ σαρκός, δῆλον ὅτι καὶ τῆς αὐτῆς αὐτῷ γέγονε φύσεως μεθ’ ὅσων ἡ φύσις, ἀναρχίας, ἀγεν‐ νησίας, ἀπειρίας, ἀϊδιότητος, ἀκαταληψίας καὶ τῶν, ὅσα τούτων καθ’ ὑπεροχὴν ὁ θεολογικὸς ὑπερφυῶς ἐνορᾷ τῇ θεότητι λόγος, καὶ
5τροπὴν ἀμφότερα πέπονθε, μηδετέρου τὸν τῆς ἰδίας φύσεως οὐσιώδη λόγον ἔτι σωζόμενον ἔχοντος. ὁ γὰρ ἑτεροφυῶν εἰδὼς ταυτουργίαν σύγχυσιν ὁμοῦ φυσικὴν καὶ διαίρεσιν αὐτῶν εἰσηγεῖται προσωπικήν, ἀδιαγνώστου παντελῶς τῇ τῶν ἰδιωμάτων μεταβολῇ τῆς φυσικῆς αὐτῶν γενομένης ὑπάρξεως.
10 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. ζʹ. Εἰ δὲ τῆς αὐτῆς αὐτῷ μὴ γέγονε φύσεως, οὐδὲ τῆς αὐτῆς αὐτῷ ποτε γενήσεται φυσικῆς ἐνεργείας, ἵνα μὴ δειχθῇ τῇ φύσει τὴν ἐνέργειαν ἄνισον ἔχων καὶ ἀκατάλληλον καὶ τῆς αὐτοῦ δι’ ὅλων τῶν ἑαυτοῦ φυσικῆς ἔξω γεγονὼς ἰσότητος καὶ ταυτότητος, ὅπερ ἀσεβές.
15 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. ηʹ. Εἰς ταύτην δὲ τὴν πλάνην κατήχθησαν κακῶς πεισθέντες, ἰδίαν γενέσθαι τῆς σαρκὸς τὴν δι’ αὐτῆς ἐκφανθεῖσαν ἐν τοῖς θαύμασι θείαν ἐνέργειαν, ᾗ τὸ πᾶν ὁ Χριστὸς οὐσιώσας, καθὸ νοεῖται θεός, συνέχει κρατούμενον. οὐ γὰρ ἔγνωσαν ἀδύνατον εἶναι, θείας ἐνεργείας
20φύσεως ἑτεροφυοῦς οὐσίας ἰδίωμα γενέσθαι δίχα τροπῆς, οὐδὲ συνῆκαν, ὡς οὐ πάντως ἴδιόν ἐστι τῆς σαρκὸς τὸ δι’ αὐτῆς μὲν ἐκφαινόμενον, οὐκ αὐτῆς δὲ φυσικῶς ἐκφυόμενον, καίτοι σαφοῦς αὐτοῖς οὔσης καὶ προφανοῦς τῆς ἀποδείξεως. ἐγὼ γὰρ γλώσσῃ λαλῶν καὶ χειρὶ γράφων μίαν καὶ τὴν αὐτὴν δι’ ἀμφοῖν τῆς νοερᾶς μου ψυχῆς ἐκφαίνω
25διάνοιαν, ἐνέργειαν αὐτῆς ὑπάρχουσαν φυσικήν, μηδενὶ λόγῳ δείξας αὐτὴν γλώσσης ἢ χειρὸς φυσικῶς ἐκφυομένην, μήτε μὴν γενομένην αὐτῶν ἢ λεγομένην διάνοιαν διὰ τὴν δι’ ἀμφοῖν αὐτῆς ἔκφανσιν. γλῶσσαν γὰρ ἢ χεῖρα διανοητικὴν συνετὸς οἶδεν οὐδείς, ὥσπερ οὐδὲ τὴν παναγίαν τοῦ θεοῦ σάρκα διὰ τὸ προσληφθῆναι καὶ τὸ δι’ αὐτῆς
30ἐκφανθῆναι τὴν θείαν ἐνέργειαν γενομένην κατ’ αὐτὸν φύσει δημι‐ ουργόν, ἀλλ’ εὐσεβῶς ὁμολογεῖ πιστεύων, ὅτι διὰ τὴν ἡμῶν σωτηρίαν καὶ τὸ δῆσαι πρὸς ἀτρεψίας τὸ πᾶν ὁ τῶν ὅλων δημιουργὸς ἐκ τῆς
παναγίας ἀειπαρθένου Μαρίας κατὰ σύλληψιν ἄχραντον δίχα τροπῆς325

326

ἐνουσιώσας ἑαυτῷ ψυχὴν νοερὰν μετὰ αἰσθητικοῦ σώματος, γέγονεν ἄνθρωπος φύσει κακίας ἀλλότριος ὁ λόγος θεὸς ὁ αὐτός· θεότητι μὲν τὰ θεῖα διὰ τῆς αὐτοῦ παναγίας σαρκός, οὐκ ὄντα φύσει τῆς σαρκός, ἐνεργῶν, ἀνθρωπότητι δὲ τὰ ἀνθρώπινα, οὐκ ὄντα φύσει
5θεότητος, ἀνοχῇ πάσχων θεότητος, μηδὲν θεῖον γυμνὸν σώματος ἐνεργήσας, μηδὲν ἀνθρώπινον ὁ αὐτὸς ἄμοιρον δράσας θεότητος, τηρῶν ἑαυτῷ καὶ καθ’ ὃν ἐνήργησεν ἀμφότερα καινοπρεπῆ τρόπον τὸ κατ’ ἄμφω φυσικῶς ἀναλλοίωτον, εἰς πίστωσιν τῆς αὐτοῦ τελείας ἐνανθρωπήσεως τῆς ὄντως ἀληθοῦς καὶ μηδὲν ἐχούσης φαυλότητος.
10ὁ μὲν οὖν Βήρων οὕτως ἔχων, ὡς ἔφην, ἐνεργείας μονάδι τὴν θεότητα τοῦ Χριστοῦ καὶ τὴν ἀνθρωπότητα συγχέας ὁμοῦ φυσικῶς λύει τὸν βίον, ἀγνοήσας, μόνης τῆς τῶν ὁμοφυῶν προσώπων ὁμοφυοῦς ταυτό‐ τητος τὴν ταυτουργίαν εἶναι δηλωτικήν. Κεφάλαιον ΜΕʹ.
15Διάφοροι ἀποδείξεις καὶ μαρτυρίαι τῶν ἁγίων πατέρων περὶ εἰκόνων. Τοῦ μακαρίου Κυρίλλου Ἀλεξανδρείας ἐκ τοῦ προσφωνητικοῦ λόγου. Αἱ δὲ εἰκόνες ὥσπερ τὰ ἀρχέτυπα· δεῖ γὰρ οὕτως αὐτὰς καὶ
20οὐχ ἑτεροίως ἔχειν. Τοῦ αὐτοῦ εἰς τὸν θησαυρόν. Αἱ γὰρ εἰκόνες ἀεὶ πρὸς τὰ ἀρχέτυπα τὴν ἐμφέρειαν ἔχουσιν. Τοῦ ἁγίου Γρηγορίου τοῦ θεολόγου εἰς τὸν περὶ υἱοῦ βʹ λόγον.
25 Αὕτη γὰρ εἰκόνος φύσις μίμημα εἶναι τοῦ ἀρχετύπου. Τοῦ ἁγίου Διονυσίου ἀρχιεπισκόπου Ἀθηνῶν ἐκ τῆς ἐπιστολῆς τῆς πρὸς τὸν ἅγιον Ἰωάννην τὸν ἀπόστολον καὶ θεολόγον.
Ἀληθῶς ἐμφανεῖς εἰκόνες εἰσί, τὰ ὁρατὰ τῶν ἀοράτων.326

327

Τοῦ αὐτοῦ περὶ μύρου. Τοὺς δὲ ἱεροὺς ἄγουσιν ἐπὶ τὰς θείας εἰκόνας καὶ ἐποψίας αὐτῶν κοινωνίας. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου ἐκ τῆς θεωρίας.
5 Καὶ καθάπερ ἐπὶ τῶν αἰσθητῶν εἰκόνων—θεοειδέστατον ἴνδαλμα. Τοῦ ἁγίου Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας ἐκ τοῦ λόγου τοῦ περὶ τῆς ἐνανθρωπήσεως τοῦ θεοῦ λόγου καὶ τῆς διὰ σώματος ἐπιφανείας αὐτοῦ πρὸς ἡμᾶς.
10 Ὡς γὰρ τῆς ἐγγραφείσης ἐν ξύλῳ—ἐν αὐτῇ ἀνατυποῦται. Ἐκ τῶν γραφέντων ρʹ κεφαλαίων πρὸς Ἀντίοχον τὸν ἄρχοντα κατὰ πεῦσιν καὶ ἀπόκρισιν κεφάλαιον ληʹ. Ἐρώτησις· Τοῦ θεοῦ διὰ τῶν προφητῶν ἐπιτρέποντος μὴ προσ‐ κυνεῖν χειροποίητα, διὰ τί προσκυνοῦμεν τὰς εἰκόνας καὶ τὸν σταυρόν,
15ἔργα τεκτόνων ὑπάρχοντα, καθὼς καὶ τὰ εἴδωλα τυγχάνοντα; Ἀπόκρισις· Οὐχ ὡς θεοὺς τὰς εἰκόνας οἱ πιστοὶ προσκυνοῦμεν, μὴ γένοιτο, ὥσπερ οἱ Ἕλληνες, ἀλλὰ τὴν σχέσιν μόνον καὶ τὸν πόθον τῆς ἡμῶν ἀγάπης πρὸς τὸν χαρακτῆρα τοῦ προσώπου τῆς εἰκόνος ἐμφανίζοντες, ὅθεν πολλάκις τοῦ χαρακτῆρος λειανθέντος ὡς ξύλον
20λοιπὸν ἀργὸν τήν ποτε εἰκόνα κατακαίομεν. ὥσπερ οὖν Ἰακὼβ μέλλων τελευτᾶν „ἐπὶ τὸ ἄκρον τῆς τοῦ Ἰωσὴφ προσεκύνησεν“, οὐ τὴν ῥάβδον τιμῶν, ἀλλὰ τὸν ταύτης κατέχοντα, οὕτως οἱ πιστοὶ οὐ δι’ ἕτερόν τινα τρόπον τὰς εἰκόνας ἀσπαζόμεθα, ὥσπερ καὶ τὰ τέκνα ἡμῶν καὶ πατέρα πολλάκις καταφιλοῦντες, ἀλλ’ ἵνα τὸν πόθον τῆς
25ἡμετέρας ψυχῆς ἐμφανίσωμεν, ὥσπερ καὶ ὁ Ἰουδαῖος τὰς τοῦ νόμου327

328

ποτὲ πλάκας καὶ τὰ δύο χερουβὶμ τὰ χρυσᾶ καὶ γλυπτὰ προσεκύνει, οὐ τιμῶν τὴν τοῦ λίθου καὶ χρυσοῦ φύσιν, ἀλλὰ τὸν ταῦτα ἐπιτρέψαντα γενέσθαι κύριον. οἱ δὲ ἐξ ἀλαζονείας ἢ δῆθεν εὐλαβείας ἀποστρε‐ φόμενοι προσκύνησιν τῷ σταυρῷ καὶ τοῖς τύποις τῶν ἁγίων λεγέτωσαν
5οἱ ἀνόητοι, πῶς μῦρα πολλάκις ἁγίων εἰκόνες κατέβρυσαν δυνάμει θεοῦ (οἱ δὲ τοῦτο μὴ πιστεύοντες δηλονότι οὐδὲ τοῦ Σαμψὼν πιστεύουσι τὴν σιαγόνα); πῶς βέλος δεξαμένη ἁγίου ἄψυχος στήλη ὡς ἔνσωμος φύσις αἷμα παραδόξως ἐξήγαγε; πῶς ἐκ σωροῦ καὶ λειψάνων καὶ εἰκόνων πολλάκις δαίμονες βοῶντες ἀπελαύνονται; καὶ
10ὅπως μὴ μόνον ῥήμασιν, ἀλλὰ καὶ διηγήμασι πατρικοῖς τοὺς ἄφρονας ἐντρέψωμεν, ἄκουσον λόγον πιστὸν ἐκ πατέρων ἡμῖν διηγηθέντα περὶ εἰκόνος. φασὶ γοῦν ἐν Ἱερουσαλήμ τινες ἀξιόπιστοι ἐν τοῖς ἔμπροσθεν χρόνοις ὑπάρχοντες, ὅτιπέρ τινι τῶν ἀσκητῶν χαλεπῶς ἐπέθετο καὶ διηνώχλει δαίμων ὁ πορνικός. ἐν μιᾷ οὖν τῶν ἡμερῶν φαίνεται
15αὐτῷ αὐταῖς ὄψεσι τὸ πνεῦμα λέγον· εἰ θέλεις, ἵνα μή σε πολεμῶ, μὴ προσκυνήσῃς τῇ εἰκόνι ταύτῃ, καὶ ἀφίσταμαι ἀπό σου. ἦν δὲ ἡ εἰκὼν τῆς ἁγίας δεσποίνης ἡμῶν τῆς θεοτόκου. εἶτα τί φασι πρὸς ταῦτα οἱ ἀποστρεφόμενοι καὶ ἐπιτρέποντες μὴ προσκυνεῖσθαι τοὺς χαρακτῆρας τῶν ἁγίων, οἵτινες δι’ ὑπόμνησιν καὶ μόνην παρ’ ἡμῖν
20ἐκτυποῦνται καὶ οὐ δι’ ἕτερον τρόπον; καὶ οὗτος μὲν ὁ περὶ εἰκόνων διὰ βραχέων λόγος· τὸν δὲ σταυρὸν πρόδηλον ὅτι διὰ τὸν σταυρω‐ θέντα ἐν αὐτῷ Χριστὸν προσκυνοῦμεν καὶ ἀσπαζόμεθα οἱ πιστοί. Τοῦ ἁγίου Γρηγορίου τοῦ θεολόγου ἐκ τοῦ εἰς τὰ ἅγια γενέθλια λόγου.
25 Καὶ τὴν φάτνην προσκύνησον, δι’ ἧς ἄλογος ὢν ἐτράφης ὑπὸ τοῦ λόγου. Τοῦ ἁγίου Γρηγορίου ἐπισκόπου Νύσσης ἐκ τοῦ περὶ πατρὸς καὶ υἱοῦ καὶ εἰς τὸν Ἀβραὰμ λόγου καὶ κατὰ Ἀρειανῶν. Εἶδον πολλάκις ἐπὶ γραφῆς εἰκόνα τοῦ πάθους καὶ οὐκ ἀδα‐
30κρυτὶ τὴν θέαν παρῆλθον, ἐναργῶς τῆς τέχνης ὑπ’ ὄψιν ἀγούσης
τὴν ἱστορίαν.328

329

Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὸν ἅγιον Στέφανον ἐκ τοῦ μείζονος λόγου. Οὕτως γὰρ ἂν ὁ τῆς εἰκόνος—ἐν τῇ εἰκόνι χαρακτηρίζεται. Τοῦ ἁγίου Βασιλείου τοῦ μεγάλου ἐκ τῆς εἰς τὸν προφήτην
5 Ἡσαΐαν ἑρμηνείας. Ἐπειδὴ δὲ εἶδε τὸν ἄνθρωπον κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ, μὴ δυνάμενος εἰς θεὸν τραπῆναι, εἰς τὴν εἰκόνα τοῦ θεοῦ τὴν ἑαυτοῦ πονηρίαν ἐκένωσεν, ὥσπερ εἴ τις ἄνθρωπος ὀργιζόμενος τὴν εἰκόνα λιθάζοι, ἐπειδὴ τὸν βασιλέα οὐ δύναται, τὸ ξύλον τύπτων τὸ τὴν
10μίμησιν ἔχον. Οὕτως καὶ πᾶς ὁ τιμῶν τὴν εἰκόνα τὸ ἀρχέτυπον δηλονότι τιμᾷ. Τοῦ αὐτοῦ ἐκ τοῦ ἐγκωμίου τῶν ἁγίων μ’ μαρτύρων. Δεῦρο δὴ οὖν εἰς μέσον—σιωπῶσα διὰ μιμήσεως δείκνυσι. Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς Ἀμφιλόχιον ἐπίσκοπον Εἰκονίου περὶ
15τοῦ ἁγίου πνεύματος λόγου. Υἱὸς μὲν γὰρ ἐν πατρὶ—θεότητός ἐστιν ἡ ἕνωσις. Τοῦ αὐτοῦ ἐκ τῆς ἑρμηνείας Ἡσαΐου.
Ὥσπερ ὁ βασιλικὴν εἰκόνα—γεγενημένον καθυβρίσας.329

330

Ἐκ τοῦ βίου τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου. Ἠγάπα δὲ ὁ μακάριος Ἰωάννης τὰς ἐπιστολὰς τοῦ σοφωτάτου Παύλου τοῦ ἀποστόλου ἄγαν, καὶ πάντοτε μετὰ χεῖρας εἶχε τὴν βίβλον αὐτῶν ἐντυγχάνων καὶ θαυμάζων τὴν ἐν αὐταῖς ἐγκειμένην
5θεόπνευστον σοφίαν, διαλογιζόμενος τῆς ἐκείνου ψυχῆς τὴν καθαρό‐ τητα καὶ τοῦ σώματος τὸ ἄσπιλον. Καὶ μετ’ ὀλίγα· Ἦν δὲ καὶ τὸ ἐκτύπωμα τοῦ αὐτοῦ ἀποστόλου ἔχων ἐν εἰκόνι, ἔνθα ἀνεπαύετο διὰ τὴν τοῦ σώματος ἀσθένειαν βραχύ τι· ἦν γὰρ πολυάγρυπνος ὑπὲρ φύσιν. καὶ ἡνίκα δὲ διήρχετο
10τὰς ἐπιστολὰς αὐτοῦ, ἐνητένιζεν αὐτῇ, καὶ ὡς ἐπιζῶντος αὐτοῦ οὕτως προσχεῖν αὐτῷ καὶ ὅλον αὐτοῦ τὸν λογισμὸν πρὸς αὐτὸν ἔχειν φαντα‐ ζόμενος 〈καὶ διὰ〉 τῆς θεωρίας αὐτῷ ὁμιλεῖν. Κυρίλλου ἀρχιεπισκόπου Ἱεροσολύμων ἐκ τῆς βʹ κατηχήσεως τῆς αὐτοῦ βίβλου.
15Τίνα γὰρ ὑπόνοιαν ἔχεις—Ναβουχοδονόσορ τὸ καταπέτασμα ...330

331

Τάδε ἔνεστιν ἐν τῇδε τῇ βίβλῳ. αʹ Περὶ τῆς ἐν τριάδι καὶ μονάδι θεολογίας ... βʹ Ὅτι ἐκ δύο φύσεων τὸν Χριστὸν καὶ ἐν δύο φύσεσιν οἱ θεόπνευστοι πατέρες ἐκήρυξαν, καὶ ὅτι τὸ λέγειν μίαν φύσιν
5τοῦ λόγου σεσαρκωμένην εὐσεβῶς ταυτόν ἐστι τῷ εἰπεῖν δύο φύσεις ἐν τῷ Χριστῷ, καὶ ὅτι τὸ μίαν λέγειν φύσιν τὸν Χριστὸν Ἀπολιναρίου καὶ Ἀρειανῶν καὶ Μανιχαίων ἐστίν· ἐν ᾧ καὶ ἐκ τῶν Σευήρου περὶ δύο φύσεων· καὶ ὅτι οὐδεὶς τῶν πατέρων εἶπε μίαν τὸ συναμφότερον φύσιν, καὶ ὅτι τὸ Χριστὸς ὄνομα οὔτε
10ὅρου δύναμιν ἔχει οὔτε οὐσίας ἐστὶ σημαντικόν ... γʹ Ὅτι τὸ Χριστὸς ὄνομα ἑκατέρων τῶν φύσεών ἐστι δηλω‐ τικόν, καὶ ὅτι θεὸς ὁ Χριστὸς καὶ θεοτόκος ἡ παρθένος, κατὰ Νεστορίου τοῦ ἀθέου ........ δʹ Ὅτι διπλοῦς ὁ Χριστὸς ὑπὸ τῶν πατέρων ὠνόμασται
15διὰ τὸ διττὸν τῶν φύσεων καὶ πάλιν οὐ διπλοῦς διὰ τὸ τῆς ὑποστάσεως μοναδικὸν ἤγουν τοῦ προσώπου .... εʹ Ὅτι ἄτρεπτοι μεμενήκασιν αἱ πρὸς ἑνότητα συνελθοῦσαι φύσεις καὶ ἀσύγχυτοι, μηδεμιᾶς εἰς τὴν ἑτέραν μεταχωρησάσης, καὶ ὅτι σώζονται καὶ μετὰ τὴν ἕνωσιν τὰ ἰδιώματα τῶν φύσεων
20καὶ ἡ τούτων διαφορά, μηδεμιᾶς ἐπεισαγομένης διαιρέσεως ϛʹ Ὅτι οὐ ταυτὸν φύσις καὶ ὑπόστασις, ταυτὸν δὲ οὐσία καὶ φύσις καὶ ὁμοίως ταυτὸν ὑπόστασις καὶ πρόσωπον, καὶ περὶ
προσωπικῆς ἑνώσεως, καὶ ποσαχῶς οἱ τῆς ἔξωθεν φιλοσοφίας331

332

τὴν οὐσίαν διεῖλον, καὶ ὅτι διαφορὰν οὐσίας πρὸς φύσιν καὶ Σευῆρος λέγει μετ’ ἐκείνων, καὶ πῶς δεῖ καλεῖν τὴν τοῦ Χριστοῦ ὑπόστασιν, καὶ ὅτι οἱ Ῥωμαῖοι τὴν ὑπόστασιν πρόσωπον καλοῦσιν ζʹ Περὶ τοῦ τρόπου τῆς οἰκονομίας ἤγουν τῆς θείας ἐν‐
5ανθρωπήσεως, καὶ ὅτι θεὸς ἅμα καὶ ἄνθρωπος ὁ Χριστὸς καὶ εἷς ὁ Χριστός, καὶ περὶ τοῦ πάθους καὶ τῆς ἐν τῷ ᾅδῃ καθόδου ηʹ Ὅτι ἡ ἐν πρόθεσις ἔγνωσται τοῖς πατράσι προτασσο‐ μένη τῶν Χριστοῦ φύσεων, καὶ ὅτι οὐ δεῖ λέγειν, ὡς ἡ θεότης ἔπαθε σαρκὶ ἢ θεὸς διὰ σαρκὸς ἔπαθεν .....
10 θʹ Ὅτι ἀδύνατον λέγειν μίαν φύσιν Χριστοῦ σύνθετον, καὶ ὅτι Ἀπολινάριος καὶ πρό γε αὐτοῦ Μάνης πρὸς ἀναίρεσιν τῶν δύο φύσεων τὴν τῆς συνθέτου μιᾶς φύσεως φωνὴν ἀπεκύησαν ἀσεβῶς, ἔτι γε μὴν καὶ οἱ ἀπὸ Ἀρείου, οἷς ἠκολούθησαν Εὐτυχὴς καὶ Σευῆρος· ἐν ᾧ καὶ περὶ τῶν λόγων, ὧν προφέρουσιν οἱ
15αἱρετικοὶ ὡς ἀπὸ Ἀθανασίου καὶ Ἰουλίου, ἀπόδειξις, ὅτιπερ Ἀπολιναρίου εἰσίν. ἐν δὲ τῷ κθʹ κεφαλαίῳ πλατύτερον εὑρήσεις περὶ συνθέτου φύσεως ........ ιʹ Ὅτι τὸ τῆς κράσεως ὄνομα τινὲς τῶν πατέρων οὐ παρεδέξαντο ..........
20 ιαʹ Ὅτι ὅλον τὸ θεῖον διὰ τῆς μιᾶς ὑποστάσεως ὅλῃ τῇ ἀνθρωπότητι ἡνώθη, καὶ οὐ μέρος μέρει, καθὰ οἱ ἀπὸ Ἀρείου καὶ Ἀπολιναρίου φασὶ καὶ οἱ τὰς μερικὰς πρεσβεύοντες οὐσίας, καὶ ὅτι πάντα ἀνέλαβεν ὁ λόγος τὰ ἡμέτερα .... ιβʹ Ὅτι ὧν ἡ οὐσία μία, τούτων καὶ ἡ ἐνέργεια πάντως
25μία, καὶ οἷς τὸ ἴσον κατὰ τὴν ἐνέργειαν, τούτοις τὸ αὐτὸ καὶ κατὰ τὴν οὐσίαν, καὶ ὅτι οὐκ ἔστιν ἑτερότης οὐσίας, ἔνθα ταυτὸ τῆς ἐνεργείας· παρηλλαγμένων γὰρ τῶν οὐσιῶν παρηλλαγμένας εἶναι δεῖ καὶ τὰς ἐνεργείας καὶ ἔμπαλιν· καὶ ὅτι Ἀπολινάριος μίαν λέγων Χριστοῦ φύσιν μίαν λέγει καὶ τὴν ἐνέργειαν· ἐν ᾧ
30καὶ περὶ εἴδους θεοῦ ........ ιγʹ Ὅτι ταυτὸν ἐνέργεια καὶ ἐνέργημα παρά τισι, καὶ τί
ἐνέργεια καὶ ποσαχῶς ἡ ἐνέργεια, καὶ περὶ τοῦ δεῖν ἑκατέρας332

333

φύσεως γνωρίζειν τὰ ἴδια· ἐν ᾧ ὅτι καὶ τὰ πάθη τὰ φυσικὰ ἐνέργειαι κυρίως καλοῦνται, καὶ ὅτι τὸ ἵστασθαι καὶ καθέζεσθαι καὶ περιπατεῖν ἐνέργειαί εἰσι, καὶ ὅτι μετὰ τὴν ἀνάστασιν τῆς ἀνθρωπίνης φύσεως ἐνέργεια σώζεται ἐν τῷ Χριστῷ. τὰ ὅμοια
5δὲ καὶ ἐν τῷ ιϛʹ κεφαλαίῳ κεῖται ...... ιδʹ Ὅτι τῶν οὐσιῶν αἱ ἐνέργειαί εἰσι σημαντικαί, καὶ οὐκ ἄλλως αἱ φύσεις γνωρίζονται, εἰ μὴ διὰ τῶν ἐνεργειῶν, καὶ ὅτι ἀδύνατον φύσιν εἶναι ἀνενέργητον, καὶ πῶς ἡ θεία νοεῖται ἐνέργεια ...........
10 ιεʹ Ὅτι θεϊκῶς ἅμα καὶ ἀνθρωπίνως ὁ εἷς καὶ μόνος ἐνήργει Χριστὸς τὴν διπλῆν ἐνδεικνύμενος ἐνέργειαν, καὶ ὅτι οὐκ ἄμοιρος τῶν ἰδίων ἐνεργειῶν ἡ θεία αὐτοῦ ὑπῆρχε σάρξ, καὶ πρὸς τοὺς λέγοντας, ὅτι τὰ ἀνθρώπινα αὐτοῦ ἔργα οὐκ ἐνεργείας, ἀλλὰ πράξεις καὶ πάθη δεῖ καλεῖν, καὶ διὰ τοῦτο μὴ
15ἀνεχομένους δύο ὁμολογεῖν Χριστοῦ τὰς ἐνεργείας, καὶ ὅτι καιρὸν ἐδίδου ὁ λόγος τῇ ἰδίᾳ σαρκὶ τὰ οἰκεῖα πράττειν καὶ πάσχειν, ὅτε αὐτὸς ἠβούλετο καὶ ἐφ’ ὅσον ἤθελε, καὶ ὅτι ἐνδείξει ὑπάρξεως ἐγίνετο τὰ γινόμενα καὶ οὐ φαντασίᾳ, καὶ ὅτι ὥσπερ ὀργάνῳ τῷ ἰδίῳ σώματι ὁ λόγος ἐχρῆτο πρὸς τὰς ἐνεργείας.
20 ιϛʹ Κατὰ ἀγνοητῶν· ἐν ᾧ καὶ περὶ τοῦ „προέκοπτεν Ἰησοῦς σοφίᾳ καὶ ἡλικίᾳ“, καὶ κατὰ ἀφθαρτοδοκητῶν, καὶ ὅτι ἡ δειλία καὶ ὁ φόβος καὶ ἡ ἄγνοια φυσικὰ καὶ ἀνυπ‐ αίτια πάθη .......... ιζʹ Ὅτι ἐκ τῆς ταυτότητος τῆς φύσεως τὸ ἀπαράλλακτον
25δείκνυται τοῦ θελήματος, καὶ ἡ τοῦ θελήματος πάλιν ἰσότης τῆς φύσεως παρίστησι τὴν ὁμοιότητα, καὶ ὅτι ἔνθα θελήματος δια‐ φορά, καὶ τῆς οὐσίας γνωρίζεται τὸ ἀλλογενές, καὶ αὖθις τῷ ταυτῷ τοῦ θελήματος τῆς οὐσίας δηλοῦται τὸ ἀπαράλλακτον· ἐν οἷς ὅτι τὸ ἀνόμοιον τῆς οὐσίας ἐκ τῆς διαφορᾶς τοῦ θελήματος
30οἱ περὶ Ἄρειον καὶ Εὐνόμιον κατεσκεύαζον .... ιηʹ Πῶς δεῖ νοεῖν τὸ „πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ“, καὶ τὸ „οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’
ὡς σύ“, καὶ τὸ „θεέ μου, θεέ μου, ἱνατί ἐγκατέλιπές με“;333

334

ιθʹ Περὶ τοῦ θείου θελήματος, καὶ ὅτι εἶχε θέλημα κατὰ φύσιν ἡ τοῦ κυρίου ψυχή, καὶ ὅτι συνουσίωται ἡμῖν ἡ προαι‐ ρετικὴ δύναμις καὶ ἐλευθέραν πάσης ἀνάγκης τὴν πρὸς τὰ θελήματα ὁρμὴν ἡ λογικὴ πᾶσα ἔχει φύσις ....
5 κʹ Πῶς δεῖ νοεῖν τὸ ὑπὸ τοῦ θείου Γρηγορίου εἰρημένον ἐν διαφόροις αὐτοῦ λόγοις τεθεῶσθαι ποτὲ μὲν τὸ θέλημα, ποτὲ δὲ αὐτὴν ὅλην τοῦ λόγου τὴν ἀνθρωπότητα καὶ θεὸν καλεῖσθαι καὶ ὁμόθεον καὶ τὰ τοιαῦτα, καὶ ὅτι τὰς θείας ἐνεργείας διὰ τὴν πρὸς τὸν λόγον ἀδιάσπαστον ἕνωσιν ἡ θεία αὐτοῦ σὰρξ
10κατεπλούτει, οὐ τραπεῖσα τὴν φύσιν οὔτε τῆς ἰδίας ἐκστᾶσα φυσικῆς ἐνεργείας· ἐν ᾧ καὶ χρήσεις τινές, ἃς οἱ ἀντιδιατιθέμενοι προβάλλονται .......... καʹ Περὶ τοῦ τρόπου τῆς καθ’ ὑπόστασιν ἑνώσεως πῶς οἱ πατέρες παρέδωκαν, καὶ ἔκδοσις ἀκριβὴς καὶ σαφὴς περὶ τοῦ
15ἐνυποστάτου. τὰ ὅμοια δὲ καὶ ἐν τῷ ιζʹ κεφαλαίῳ εὑρήσεις. κβʹ Ὅτι οὐκ ἐν ῥήμασι καὶ ἤχοις οὐδὲ ἐν ὀνόμασιν, ἀλλ’ ἐν πράγμασιν ἡ εὐσέβεια, καὶ ὅτι οὐ δεῖ γυμναῖς ἐνορᾷν ταῖς λέξεσιν, ἀλλ’ ἐρευνᾶν τὸν νοῦν τῶν λεγομένων καὶ τοῖς καιροῖς συνεξετάζειν μετὰ τῶν προσηκόντων προσδιορισμῶν τὰ λεγόμενα,
20καὶ ὅτι κατεχρήσαντο πολλάκις οἱ πατέρες λέξεσί τισιν ἀδιαφόρως, καὶ πρὸς τοὺς λέγοντας, ὅτι ἀδιαφόρως ἐχρήσατο τοῖς δυσὶν ὀνόμασι φύσεώς τε καὶ ὑποστάσεως ἐπὶ τῆς ἑνώσεως καὶ τῆς διαφορᾶς καὶ ἰδιότητος τῶν ἑνωθέντων Κύριλλος ... κγʹ Ὅτι οὐκ ἐκώλυσε Κύριλλος τὸ δύο λέγειν φύσεις μετὰ
25τὴν ἕνωσιν, ἀλλὰ καὶ συνηγορεῖ τοῖς ἀνατολικοῖς τὰς δύο φύσεις ὀρθῶς πρεσβεύουσι, καὶ οὐδὲ Νεστόριον διὰ τὸ λέγειν δύο φύσεις καταμέμφεται, ἀλλὰ διὰ τὸ διαιρεῖν καὶ μὴ ὁμολογεῖν τὴν καθ’ ὑπόστασιν ἕνωσιν μηδὲ θεοτόκον τὴν παρθένον καλεῖν·
ἐν οἷς καὶ Σευήρου χρήσεις μαρτυροῦντος, ὡς πολλοὶ τῶν334

335

πατέρων ἐχρήσαντο ἀδιαβλήτως τῇ φωνῇ τῶν δύο φύσεων· καὶ ὅτι οὐδέ· Ἀθανάσιος ἀναιρεῖ τὸ λέγειν δύο φύσεις, εἴπερ καὶ δῶμεν αὐτοῦ εἶναι τὴν φωνὴν τὴν ὑπὲρ τῶν Σευηριανῶν προ‐ φερομένην ..........
5 κδʹ Προβλήματά τινα πρὸς τοὺς μίαν λέγοντας φύσιν, καὶ ἀπολογία πρός τινα τῶν παρ’ αὐτῶν προτεινομένων κεφαλαίων, καὶ συνηγορία ὑπὲρ τῆς συνόδου περὶ ὧν ταύτην οἱ ἐκ Σευήρου καταμέμφονται ......... κεʹ Κατὰ Ὠριγένους προΰπαρξιν δογματίσαντος καὶ ἀπο‐
10κατάστασιν, καὶ ἀσώματον μὲν πρὸ τῆς παραβάσεως διδάξαντος τὸν ἄνθρωπον εἶναι, μετὰ δὲ τὴν ἔκπτωσιν λέγοντος τοὺς δερμα‐ τίνους χιτῶνας τὴν σάρκα ταύτην νοῆσαι, καὶ λέγοντος οἷόν τινα δεσμὸν καὶ φύλακα καὶ τάφον τὸ σῶμα εἶναι τῇ ψυχῇ, καὶ μηδὲ ἀνίστασθαι τοῦτο, ἀλλὰ καὶ πρόσκαιρον εἶναι τὴν κόλασιν
15 κϛʹ Ὅτι ἐπὶ πάντων τῶν γενητῶν τὸ ἓν λόγῳ μόνον ἐστὶ θεωρητόν, καὶ οὐδὲ ὑφίσταται τὰ κοινὰ καὶ καθόλου λεγόμενα, μόνῃ δὲ τῇ θείᾳ καὶ ὑπερανεχούσῃ οὐσίᾳ πεφύλακται κυρίως τὸ ἓν πράγματι καὶ ἀληθείᾳ ....... κζʹ Τί τὸ ἐνυπόστατον καὶ ἀνυπόστατον, καὶ τί ὑπόστασις,
20καὶ ὅτι διττὸν ἕκαστον αὐτῶν, καὶ πῶς δεῖ ἀπαντᾶν τοῖς ἐρω‐ τῶσιν, εἰ ἔστι φύσις ἀνυπόστατος. τὰ ὅμοια ἐν τῷ καʹ κεφα‐ λαίῳ εὑρήσεις ......... κηʹ Περὶ τῆς κατ’ ἐπίνοιαν θεωρίας καὶ τοῦ δυνάμει καὶ ἐνεργείᾳ, καὶ περὶ ἕξεως καὶ στερήσεως .....
25 κθʹ Ὅτι οὐ μία φύσις ὁ καθέκαστα ἄνθρωπος (τούτῳ γὰρ ἄνω καὶ κάτω κέχρηνται τῷ παραδείγματι οἱ αἱρετικοί), ἀλλὰ δύο, εἰ καὶ μιᾶς λέγεται ὁ ἄνθρωπος φύσεως διὰ τὸ ταυτὸν τοῦ εἴδους· καὶ πρὸς τοὺς λέγοντας, ὅτι εἰ δύο φύσεις ὁ ἄνθρωπος, τρεῖς δεῖ ὑμᾶς δογματίζειν ἐπὶ Χριστοῦ φύσεις· καὶ
30διδασκαλία περὶ συνθέτου φύσεως· καὶ πότε τὰ συντιθέμενα μία
λέγεσθαι φύσις δύναται ........335

336

λʹ Πρὸς τοὺς λέγοντας, ὅτι πᾶς ἀριθμὸς ἰδιοσυστάτων πραγμάτων ἐστὶ δηλωτικός, καὶ ὅτι πρώτη διαίρεσίς ἐστιν ἡ δυὰς μετὰ τὴν μονάδα προσυπαντῶσα, καὶ ὅπου ὁ τῆς δυάδος ἀριθμός, ἡ ἕνωσις χώραν οὐκ ἔχει· ἐν ᾧ καὶ ἴαμβοι κατὰ
5Σευήρου .......... λαʹ Κατὰ Ἰουδαίων μαρτυρίαι γραφικαί, ὅτι ἐν τριάδι ἡ θεότης ὑπὸ τῶν θείων γραφῶν μυστικῶς κηρύττεται, καὶ ὅτι θεὸς ὁ ἐρχόμενος, καὶ ὅτι τὰ ἔθνη κληθήσονται, καὶ λαὸς ἕτερος, οὐχ ὁ Ἰουδαῖος, τὸ κήρυγμα δέξεται τῆς Χριστοῦ παρουσίας,
10καὶ ὅτι τῷ ὀνόματι αὐτοῦ κληθήσονται οἱ εἰς αὐτὸν πιστεύοντες, καὶ ὅτι παυθήσεται ἡ νομικὴ λατρεία, καὶ τὰ εἴδωλα καταβλη‐ θήσονται τοῦ Χριστοῦ παραγινομένου, καὶ μαρτυρίαι περὶ Χριστοῦ καὶ τῶν αὐτῷ ἐπαχθέντων ....... λβʹ Ἐκ τῶν παναρίων τοῦ ἁγίου Ἐπιφανίου περὶ τῶν
15παρ’ Ἑβραίοις βιβλίων, καὶ στιχισμοῦ τῆς τε παλαιᾶς καὶ νέας διαθήκης, καὶ περὶ σταθμῶν καὶ μέτρων φερομένων ἐν τῇ θείᾳ γραφῇ, καὶ περὶ τοῦ Σὴθ τῶν τε ἑπτὰ λύχνων, καὶ περὶ τοῦ Κάϊν καὶ τοῦ Λάμεχ, καὶ περὶ τοῦ „οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντοσ“, καὶ τίνες οἱ ἑρμηνεύσαντες τὴν γραφήν; ..
20 λγʹ Ὅροι καὶ ὑπογραφαὶ κατὰ στοιχεῖον ... λδʹ Περὶ αἱρέσεων ρʹ ἐν ἐπιτομῇ ..... λεʹ Περὶ αἱρεσιαρχῶν ἐκ τῶν συνοδικῶν Σωφρονίου πατριάρχου Ἱεροσολύμων ....... λϛʹ Περὶ φύσεως καὶ ὑποστάσεως ὅπως οἱ ἐκ Σευήρου
25δοξάξουσι, καὶ ὅπως τὰς μερικὰς δογματίζουσιν οὐσίας .. λζʹ Τὸ σύμβολον τῆς ἁγίας πίστεως, ὅπερ ἡ ἐκκλησία διδάσκει, καὶ τοῦ θαυματουργοῦ Γρηγορίου ἡ ἀποκάλυψις, καὶ σύντομος ἔκθεσις ὀρθοδοξίας ....... ληʹ Πόσοις ὀνόμασι σημαίνεται ὁ σωτὴρ παρὰ τῇ γραφῇ,
30ὁμοίως καὶ ἡ θεοτόκος καὶ Ἰωάννης ὁ πρόδρομος ...336

337

λθʹ Περὶ τῶν παρ’ Ἑβραίοις βιβλίων ὅπως αὐτὰ καλοῦσι, καὶ περὶ δυσνοήτων λέξεων τῶν ἐν τῇ γραφῇ εὑρισκομένων καὶ ὀνομάτων καὶ σημάντρων, καὶ περὶ ἀριθμοῦ .... μʹ Ὅτι αὐτεξούσιος ἡ λογικὴ καθ’ ἡμᾶς τοῦ κυρίου ψυχὴ
5καὶ νοερὰ ὑπῆρχε, καὶ ὅτι τὸ τῆς δουλείας ὄνομα καὶ δεσποτείας οὐ φύσεως ἀλλ’ ἀξίας σημαντικόν ἐστι, καὶ οὐδὲν δοῦλον ἐν Χριστῷ, εἰ καὶ προσηγορικῶς λέγεται, οὐκ αὐτὸς ὢν τοῦτο, δι’ ἡμᾶς δὲ δούλου μορφὴν ὑποδὺς καὶ κεκλημένος ... μαʹ Χρήσεις θεοστυγῶν αἱρετικῶν, ὧν ὁμόφρονές εἰσιν
10οἱ μίαν ἐνέργειαν καὶ θέλησιν ὁμολογοῦντες ἐπὶ Χριστοῦ τοῦ θεοῦ ἡμῶν, ὡσαύτως καὶ μίαν φύσιν ..... μβʹ Χρήσεις πατρικαὶ περὶ τοῦ τρισαγίου ὕμνου, ὅτι τῆς ἁγίας τριάδος, τῶν τριῶν αὐτῆς ὑποστάσεών φημι, καὶ οὐχ ἑνὸς προσώπου ἐστὶ δηλωτικός, καὶ ὅτι ἰδικὸν ἰδιωμάτων ἀριθμου‐
15μένων γνωρίζεται ὁ ἀριθμός ....... μγʹ Ὅτι πατὴρ ὁ θεὸς καὶ πατὴρ ἐν τῷ νόμῳ κηρύττεται, ὡσαύτως καὶ 〈υἱὸσ〉 ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον πνεῦμα. μδʹ Τοῦ ἁγίου Ἱππολύτου ἐπισκόπου τοῦ Πόρτου ἤγουν τοῦ λιμένος Ῥώμης καὶ μάρτυρος τῆς ἀληθείας ἐκ τοῦ κατὰ
20Βήρωνος καὶ Ἡλίκονος τῶν αἱρετικῶν κατὰ στοιχεῖον λόγου, οὗ ἡ ἀρχή· „Ἅγιος, ἅγιος, ἅγιος κύριος σαβαὼθ“ ἀσιγήτῳ φωνῇ βοῶντα τὰ σεραφὶμ τὸν θεὸν δοξάζουσιν ... μεʹ Διάφοροι ἀποδείξεις καὶ μαρτυρίαι τῶν ἁγίων πατέρων
περὶ εἰκόνων ..........337